1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

8

ταμιεῖα καὶ τὰς τρυφὰς τὰς ἀνεκδιηγήτους καὶ τὴν ζωὴν τὴν αἰώνιον, καὶ τί ἔτι λέγω; καὶ τὸ μεῖζον πάντων θαῦμα, ὅτι ὁ ἔχων καθαρὸν τὸν νοῦν καὶ αὐτὸν τὸν Θεὸν ἐν τοῖς ἔνδον ὀφθαλμοῖς καθορᾷ. πῶς οὖν οὐ θέλεις κλαῦσαι καὶ πενθῆσαι ὁ ταῦτα βλέπων; κλαίει μὲν γὰρ καὶ ὀδύρεται, ὅπως ῥυσθῇ ἀπὸ τῶν δεινῶν κολάσεων· καὶ πάλιν κλαίει καὶ ἀξιοῖ δεόμενος, ὅπως ἀξιωθῇ τῶν ἐπου ρανίων ἐκείνων ἀγαθῶν.

18 ∆ιὰ τοῦτο οἱ ἅγιοι ἐμίσησαν τὸν κόσμον τοῦτον, εἰδότες, ὁποῖα ἀγαθὰ μέλλουσι κληρονομεῖν. ὥστε οὖν ὁ ἔχων ἀνάπαυσιν ἐν τῷ κόσμῳ τὴν αἰώνιον ἀνάπαυσιν μὴ ἐλπιζέτω λαβεῖν· ἡ βασιλεία γὰρ τῶν οὐρανῶν οὐκ ἔστι τῶν ἀναπαυομέ νων ἐνθάδε ἀλλ' ἐκείνων ἐστὶ τῶν ἐν θλίψει πολλῇ καὶ στε νοχωρίᾳ διαξάντων τὸν βίον τοῦτον· οὐ γὰρ ἔλαβον αὐτὴν δωρεάν, ἀλλὰ μετὰ μεγάλου μόχθου καὶ γενναίων ἱδρώτων αὐτὴν ἐκτήσαντο οἱ καταξιωθέντες. οὐ μέλει αὐτοῖς, ὅσον ἐὰν κοπιάσωσιν ὧδε· εἰσελθόντες γὰρ ἐκεῖ ἐπιλανθάνονται τῶν πόνων καὶ τῶν ὀδυνῶν, ὅσα ἔπαθον ἐν τῷ ματαίῳ κόσμῳ τούτῳ ἀπὸ τῆς πολλῆς καὶ ἀνεκδιηγήτου ἀναπαύσεως τῆς δε δομένης αὐτοῖς. τί λέγεις, ἄνθρωπε; ἰδοὺ δύο ὁδοὶ παρετέθησαν ἐνώπιόν σου, ἡ ζωὴ καὶ ὁ θάνατος· ὅπου ἐὰν θέλῃς, πορεύου. καὶ ἰδοὺ πῦρ καὶ ὕδωρ· ὅπου ἐὰν θέλῃς, ἔκτεινον τὴν χεῖρά σου· ἐπὶ σοί ἐστιν, ἐὰν θέλῃς κτήσασθαι τὴν ζωὴν, καὶ ἐπὶ σοί ἐστιν, ἐὰν θέλῃς κτήσασθαι τὸν θάνατον. ὁ οὖν θάνατός ἐστιν ὁ κόσμος, ἡ δὲ ζωή ἐστιν ἡ δικαιοσύνη. μακρὰν οὖν ὁ κόσμος ἀπὸ τῆς δικαιοσύνης, καθ' ὅσον ὁ θάνατος ἀπὸ τῆς ζωῆς· ἐὰν οὖν πορεύῃ ἐν τῷ κόσμῳ, ἐν τῷ θανάτῳ πορεύῃ καὶ ἐκτὸς τοῦ Θεοῦ γίνῃ κατὰ τὴν θείαν γραφήν. ἐὰν τῇ δι καιοσύνῃ πορεύῃ, ἐν τῇ ζωῇ πεπόρευσαι, καὶ οὐ μὴ ἅψηταί σου θάνατος· οὐκ ἔστι γὰρ παρὰ τοῖς δικαίοις θάνατος, ἀλλὰ μετά θεσις· μετατίθεται γὰρ ἐκ τοῦ κόσμου τούτου εἰς τὴν αἰώνιον ἀνάπαυσιν· καὶ ὥσπερ τις ἀπὸ φυλακῆς ἐξέλθοι, οὕτως καὶ οἱ ἅγιοι ἐξέρχονται ἀπὸ τοῦ μοχθηροῦ βίου τούτου εἰς τὰ ἀγαθὰ τὰ ἡτοιμασμένα αὐτοῖς· «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοί μασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν·» οἱ δὲ ἁμαρτωλοὶ καὶ ὧδε κακῶς μοχθοῦσι καὶ ἐκεῖ πάλιν τὸ πῦρ αὐτοὺς μένει· καὶ τοὺς τοιούτους διπλῶς δεῖ κλαῦσαι, ὅτι καὶ ὧδε ἐν στενο χωρίᾳ εἰσὶ καὶ ἐκεῖ τὴν εὐρυχωρίαν οὐκ ἀπολαμβάνουσι. διὰ τοῦτο εἴρηκεν ἡ θεία γραφή· «ὅπου ἐὰν στραφῇ ὁ ἀσεβὴς ἀφανίζεται.» στενὰ γὰρ αὐτῷ πάντοθεν· καὶ ἐκεῖ ὀδύναι, καὶ ὧδε θλίψεις· οὐκ ἔνι γὰρ ἄνθρωπος ὁ μὴ κοπιῶν ἐν τῷ μοχθηρῷ βίῳ τούτῳ· καὶ ὁ πτωχὸς καὶ ὁ πλούσιος καὶ ὁ δοῦλος καὶ ὁ ἐλεύθερος καὶ ὁ ἁμαρτωλὸς καὶ ὁ δίκαιος, πάντες ὁμοίως κοπιῶσι, καὶ ἓν συνάντημα τοῖς πᾶσι συμβήσεται καὶ τῷ ἁμαρ τωλῷ καὶ τῷ δικαίῳ ὧδε ἐν τῷ κόσμῳ τούτῳ.

19 Ἐκεῖ δὲ οὐκ ἔστιν οὕτως, ἀλλὰ ἄλλη καὶ ἄλλη τάξις· ἄλλος γὰρ ὁ κόπος τοῦ δικαίου ἐν τῷ κόσμῳ τούτῳ, καὶ ἄλλος τοῦ ἁμαρτωλοῦ. ὁ μὲν γὰρ δίκαιος κοπιᾷ, οὐχ ἵνα πλήσῃ γαστέρα, οὐδὲ γὰρ ὅλως τῆς σαρκὸς πρόνοιαν ποιεῖται, οὐδὲ λογίζεται. ὅτι σάρκα φορεῖ· ἀλλὰ κοπιᾷ νυκτὸς καὶ ἡμέρας ζητῶν τὸν Θεὸν, πολλὰ τοῦ ὕπνου μὴ χορταζόμενος, ἄρτου καὶ ὕδατος μὴ ἐμπιπλῶν τὴν ψυχὴν, ἐπὶ ἐρήμοις πλανώμενος, ὑπωπιάζων τὸ σῶμα ἐν κακοπαθείᾳ πολλῇ, ἕως οὗ ἀπολάβῃ τὸν ἀμαράντινον στέφανον τὸν ἀποκείμενον αὐτῷ. ὁ δὲ ἁμαρτωλὸς κοπιᾷ καὶ μοχθεῖ οὐχ ἕνεκεν δικαιοσύνης, ἀλλ' ἕνεκεν τῆς ταλαιπώρου σαρκὸς ταύτης, ἕνεκεν τῆς αἰσχρᾶς γυναικὸς, ἄλλως καὶ ἄλλως μοχθῶν, μὴ ἀρκούμενος τοῖς παροῦσι, ἐν κακίᾳ καὶ φθόνῳ διατρίβων. ἀλλὰ τούτων οὐδὲν ἐπίστανται οἱ ἄφρονες· ἀπετύφλωσεν γὰρ αὐτοὺς ἡ ὕλη καὶ αἱ πολλαὶ φροντίδες τοῦ κόσ μου, καὶ πλανῶνται, ἕως ἀποσταλῇ ἐπ' αὐτοὺς ὁ ἀπότομος στρατιώτης. ὅστις οὐ θαυμάζει πρόσωπα οὐδ' οὐ μὴ λάβῃ δῶρα. ἀχθήσονται γὰρ αἱ ψυχαὶ αὐτῶν μετὰ βίας ὑπὸ ἀγγέλων ἀνελεημόνων καὶ λήψονται τὴν ἀπόφασιν αὐτῶν παρὰ τοῦ Θεοῦ. κενοὶ γὰρ ὄντες εἰς κενὰ καὶ