1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

9

ἐμόχθησαν ἐν τῷ κόσμῳ τούτῳ· τὰ τῆς γῆς εἰργάσαντο, διὰ τοῦτο καὶ αὐτοὶ εἰς ἀπώλειαν ἐχώρησαν. οὐ γὰρ ἐμνήσθησαν τοῦ Θεοῦ ἐπὶ τῆς γῆς ὄντες, οὐδὲ ἐμέλησεν αὐτοὺς μνησθῆναι τοῦ φόβου τοῦ Θεοῦ· διὰ τοῦτο οὐδὲ αὐτῷ μέλει περὶ αὐτῶν. δίκαιος γὰρ ὁ Θεὸς, καὶ δικαία ἡ κρίσις αὐτοῦ· ὅταν γὰρ ἔλθῃ κρῖναι τὸν κόσ μον, τότε ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. μακαρία ἡ καρδία ἡ δεχομένη ταῦτα.

20 Μεσονύκτιον ἐγερθήσῃ, καὶ ὑμνήσεις κύριον τὸν Θεόν σου· ἐν αὐτῇ γὰρ τῇ ὥρᾳ ἀνέστη ὁ κύριος ἡμῶν ἐκ νεκρῶν καὶ ὕμνησε τὸν πατέρα· διὰ τοῦτο ἐν αὐτῇ τῇ ὥρᾳ προσετάγη ἡμῖν ὑμνεῖν τὸν Θεόν. ἀνισταμένη δὲ πρῶτον τοῦτον τὸν στίχον εἶπον· «μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογεῖσ θαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου·» καὶ εὖξαι, καὶ ἄρξαι λέγειν τὸν πεντηκοστὸν ὅλον ψαλμὸν, ἕως ἂν τελέσῃς, καὶ ταῦτα ἔστωσάν σοι καθ' ἑκάστην ἡμέραν τεταγμένα. τοσούτους δὲ ψαλμοὺς εἰπέ, ὅσους δύνῃ στήκουσα εἰπεῖν· καὶ κατὰ ψαλμὸν εὐχὴ καὶ γονυκλισία ἐπιτελείσθω, μετὰ δακρύων ἐξαγορεύουσα κυρίῳ τὰς ἁμαρτίας σου καὶ ἀξιοῦσα, ἵνα ἀφεθῶσί σοι. μετὰ δὲ τρεῖς ψαλμοὺς λέγε τὸ ἀλληλούϊα. ἐὰν δὲ καὶ παρθένοι εἰσὶ μετὰ σοῦ, καὶ αὗται ψαλλέτωσαν καὶ μία παρὰ μίαν τὴν εὐχὴν ἐπιτελεῖτε. πρὸς ὄρθρον δὲ τὸν ψαλμὸν τοῦτον λέγετε· «ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σε ἡ ψυχή μου·» διάφαυμα δέ· «εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον, ὑμνεῖτε· δόξα ἐν ὑψίστοις Θεῷ» καὶ τὰ ἑξῆς.

21 Τὴν δὲ ἀγάπην φυλάξωμεν τὴν πάντων μείζονα. «ἀγαπήσεις κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ τὸν πλησίον σου, ὡς ἑαυτόν· ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται·» ὁ Θεὸς ἀγάπη ἐστὶ καὶ αὐτὸς πρῶτος ἠγάπησε τὸν ἄνθρωπον, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ ἡμῶν, ἵνα ἡμᾶς λυτρώσηται ἀπὸ πάσης ἀνομίας. εἰ οὖν αὐτὸς ὁ κύριος ἡμῶν ἀπέθανεν ὑπὲρ ἡμῶν. καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ ἀλλήλων τὰς ψυχὰς ἡμῶν θεῖναι. ὁ Θεὸς ἀγάπη ἐστὶ, καὶ ὁ ἔχων τὴν ἀγάπην τὸν Θεὸν ἔχει. αὐτὸς γὰρ εἴρηκεν· ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους·» ὅσον γὰρ ἐὰν κοπιάσῃ ἄνθρωπος καὶ μὴ ἔχῃ τὴν ἀγάπην εἰς τὸν πλησίον, εἰς μάτην ἐκοπίασεν. οὕτως δὲ δείξεις τὴν ἀγάπην εἰς τὸν πλησίον, οὐ λόγῳ μόνον ἀλλὰ καὶ ἔργῳ. οὐ κρατήσεις κακίαν τινὸς εἰς τὴν καρδίαν σου· εἰ δὲ μή γε, οὐκ ἀνέρχεται ἡ εὐχή σου καθαρά· «οὐκ ἐπιδύσεται γὰρ ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ ὑμῶν·» πραότητα ἔχε, ὑπομονὴν ἔχε, μακροθυμίαν, νηπιότητα. λέγει γὰρ ὁ κύριος· «ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.»

22 Οὐ μὴ λυπηθήσῃ χαλεποῦ τινος συμβαίνοντός σοι, οὔτε ἐπὶ ζημίᾳ λυπηθήσῃ, οὔτε ἐπὶ ὕβρει· «ἡ λύπη γὰρ τοῦ κόσμου τούτου θάνατον κατεργάζεται.» ὑπὲρ τῶν ἁμαρτιῶν σου μόνον λυπηθήσῃ, ὑπὲρ ἄλλου δὲ πράγματος μικροῦ οὐ λυπηθήσῃ. μὴ ὑψώσῃς τὴν φωνήν σου ὀργιζομένη πρός τινα· δούλην γὰρ κυρίου οὐ δεῖ μάχεσθαι. οὐκ ἐξελεύσεται κατάρα ἐκ τοῦ στόματός σου, οὐχ ὕβρις, οὐ κακολογία. τὸ στόμα σου γὰρ ἡγιασμένον ἐστὶν ἐν τοῖς ὕμνοις καὶ δοξολογίαις τοῦ Θεοῦ. οὐκ ἔστι καλὸν τὸ προέρχεσθαί σε χωρὶς ἀνάγκης μεγάλης. τὴν ἡσυχίαν ἀγάπα ὅσον δύνασαι. τῶν δούλων τοῦ Θεοῦ μὴ ἐπιλάθῃ, μηδὲ ἀπαλειφθήτωσαν ἐκ τῆς καρδίας σου. ἐὰν ἅγιος ἔλθῃ εἰς τὴν οἰκίαν σου, οὕτως αὐτὸν πρόσδεξαι ὡς τὸν υἱὸν τοῦ Θεοῦ· λέγει γὰρ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς· «ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται.» ἐὰν εἰσέλθῃ ἀνὴρ δίκαιος εἰς τὸν οἶκόν σου, μετὰ φόβου καὶ τρόμου ἀπαντήσεις αὐτῷ, καὶ προσκυνήσεις ἐνώπιον τῶν ποδῶν αὐτοῦ ἐπὶ τὴν γῆν· οὐ γὰρ αὐτὸν προσκυνήσεις, ἀλλὰ τὸν Θεὸν τὸν ἀποστείλαντα αὐτόν. λήψῃ δὲ ὕδωρ καὶ νίψεις τοὺς πόδας αὐτοῦ καὶ μετὰ πάσης εὐλαβείας ἀκούσεις τῶν λόγων αὐτοῦ. οὐ μὴ θαῤῥήσῃς ἐπὶ τῇ σωφροσύνῃ σου, ἵνα μὴ πέσῃς· ἀλλὰ φοβοῦ· ἐφ' ὅσον γὰρ φοβῇ, οὐδέποτε πίπτεις. συμφέρει τῇ ἐγκρατευομένῃ καταμόνας τὸν ἑαυτῆς ἄρτον ἐσθίειν.