1

 2

 3

 4

 5

 6

2

δοξαζόντων τὸν Κύριον, οὐ καθ' ἕνα συναθροισθέντες, ἀλλ' ἀθρόως μετατεθέντες. Τίς δὲ ὁ τρόπος τῆς μεταθέσεως; Οὗτοι, μεγέθει σώματος, καὶ ἡλικίας ἀκμῇ, καὶ δυνάμει τῶν καθ' ἑαυτοὺς ἁπάντων διενεγκόντες, εἰς τοὺς στρατιωτι κοὺς τελεῖν ἐτάχθησαν καταλόγους· καὶ δι' ἐμ πειρίαν πολεμικὴν, καὶ ἀνδρείαν ψυχῆς, ἤδη τὰς πρώτας εἶχον παρὰ βασιλέων τιμὰς, ὀνομα στοὶ παρὰ πᾶσιν ὄντες δι' ἀρετήν. Ἐπειδὴ δὲ περιηγγέλη τὸ ἄθεον ἐκεῖνο καὶ ἀσε βὲς κήρυγμα, μὴ ὁμολογεῖν τὸν Χριστὸν, ἢ κινδύνους 31.512 ἐκδέχεσθαι· ἠπειλεῖτο δὲ πᾶν εἶδος κολάσεως, καὶ πολὺς ὁ θυμὸς καὶ θηριώδης παρὰ τῶν κριτῶν τῆς ἀδικίας κατὰ τῶν εὐσεβούντων κεκίνητο· ἐπιβουλαὶ δὲ καὶ δόλοι κατ' αὐτῶν συνεῤῥάπτοντο, καὶ ποικίλα εἴδη βασάνων ἐπετηδεύετο, καὶ οἱ αἰκιζόμενοι ἀπαρ αίτητοι, τὸ πῦρ ἕτοιμον, τὸ ξίφος ἠκόνητο, ὁ σταυρὸς ἐπεπήγει· ὁ βόθρος, ὁ τροχὸς, αἱ μάστιγες· οἱ μὲν ἔφευγον, οἱ δὲ ὑπέκυπτον, οἱ δὲ ἐσαλεύοντο· τινὲς δὲ πρὸ τῆς πείρας μόνην τὴν ἀπειλὴν κατ επλάγησαν· ἕτεροι δὲ, ἐγγὺς γενόμενοι τῶν δεινῶν, ἰλιγγίασαν· ἄλλοι δὲ, τοῖς ἀγῶσιν ἐμβάντες, εἶτα διαρκέσαι πρὸς τὸ πέρας τῶν πόνων ἀδυνατήσαντες, περὶ τὰ μέσα που τῆς ἀθλήσεως ἀπειπόντες, ὥσπερ οἱ ἐν πελάγει χειμαζόμενοι, καὶ ἃ εἶχον ἤδη ἀγώγιμα τῆς ὑπομονῆς ἐναυάγησαν· τότε δὴ οὗτοι, οἱ ἀήττη τοι καὶ γενναῖοι τοῦ Χριστοῦ στρατιῶται, παρελθόν τες εἰς μέσους, ἐπιδεικνύντος τοῦ ἄρχοντος τὰ βασι λέως γράμματα καὶ τὴν ὑπακοὴν ἀπαιτοῦντος, ἐλευ θέρᾳ τῇ φωνῇ, εὐθαρσῶς καὶ ἀνδρείως, οὐδὲν ὑπο πτήξαντες τῶν ὁρωμένων, οὐδὲ καταπλαγέντες τὰ ἀπειλούμενα, Χριστιανοὺς ἑαυτοὺς ἀνεκήρυξαν. Ὦ μακάριαι γλῶσσαι, ὅσαι τὴν ἱερὰν ἐκείνην ἀφ ῆκαν φωνὴν, ἣν ἀὴρ μὲν δεξάμενος ἡγιάσθη, ἄγγελοι δὲ ἀκούσαντες ἐπεκρότησαν· διάβολος δὲ μετὰ δαι μόνων ἐτραυματίσθη· Κύριος δὲ ἐν οὐρανοῖς ἀπεγράψατο.

Εἶπον τοίνυν ἕκαστος εἰς τὸ μέσον παριών· Χριστιανός εἰμι. Καὶ ὥσπερ ἐν τοῖς σταδίοις οἱ ἐπ' ἄθλησιν παροδεύοντες ὁμοῦ τε λέγουσιν ἑαυτῶν τὰ ὀνόματα, καὶ ἐπὶ τὸν τόπον τῆς ἀγωνίας μεθ ίστανται· οὕτω δὴ καὶ οὗτοι τότε, ῥίψαντες τὰς ἀπὸ γενέσεως αὐτοῖς ἐπιφημισθείσας προσηγορίας, ἀπὸ τοῦ κοινοῦ Σωτῆρος ἕκαστος ἑαυτὸν ἀνηγόρευον. Καὶ τοῦτο ἐποίουν ἅπαντες, τῷ προλαβόντι ἑαυτὸν συν άπτων ὁ ἐφεξῆς. Ὥστε ἐγένετο πάντων προσηγορία μία· οὐκέτι γὰρ ὁ δεῖνα, ἢ ὁ δεῖνα, ἀλλὰ Χριστιανοὶ πάντες ἀνεκηρύττοντο. Τί οὖν ὁ κρατῶν τότε; ∆εινὸς γὰρ ἦν καὶ ποικίλος, τὰ μὲν θωπείαις ὑπελ θεῖν, τὰ δὲ ἀπειλαῖς παρατρέψαι. Πρῶτον μὲν αὐτοὺς κατεγοήτευε ταῖς θωπείαις, τὸν τόνον τῆς εὐσεβείας παραλύειν πειρώμενος. Μὴ προδῶτε ὑμῶν τὴν νεότητα· μηδὲ θάνατον ἄωρον τῆς ἡδείας ταύτης ζωῆς διαμείψητε. Ἄτοπον γὰρ τοὺς ἐν τοῖς πολέμοις ἀριστεύειν συνειθισμένους τὸν τῶν κακούργων θάνα τον ἀποθνήσκειν. Πρὸς τούτοις χρήματα ὑπισχνεῖτο. Τὰ δὲ ἐδίδου, τιμὰς ἐκ βασιλέως, καὶ ἀξιωμάτων 31.513 διανομὰς, καὶ μυρίαις αὐτοὺς ἐπινοίαις κατεστρα τήγει, Ὡς δὲ οὐκ ἐνεδίδοσαν πρὸς τὴν πεῖραν ταύ την, ἐπὶ τὸ ἕτερον εἶδος τῆς μηχανῆς μετῄει. Πληγὰς αὐτοῖς, καὶ θανάτους, καὶ κολάσεων ἀνηκέστων πεῖ ραν ἐπανετείνετο. Καὶ ὁ μὲν τοιαῦτα, τὰ δὲ τῶν μαρτύρων ὁποῖα; Τί, φησὶ, δελεάζεις ἡμᾶς, ὦ θεο μάχε, ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος, καὶ δουλεύειν δαίμοσιν ὀλεθρίοις, προτεινόμενος ἡμῖν τὰ σὰ ἀγαθά; Τί τοσοῦτον δίδως, ὅσον ἀφελέσθαι σπουδάζεις; Μισῶ δωρεὰν ζημίας πρόξενον· οὐ δέχομαι τιμὴν ἀτιμίας μητέρα. Χρήματα δίδως τὰ ἀπομένοντα, δόξαν τὴν ἀπανθοῦσαν. Γνώριμον ποιεῖς βασιλεῖ, ἀλλὰ τοῦ ὄντος βασιλέως ἀλλοτριοῖς.

Τί μικρολόγως ὀλίγα τῶν ἐκ τοῦ κόσμου προτείνεις; Ὅλος ἡμῖν ὁ κόσμος καταπεφρόνηται. Οὐκ ἔστιν ἡμῖν τῆς ἐπιθυμουμένης ἐλπίδος ἀντάξια τὰ ὁρώμενα. Ὁρᾷς τὸν οὐρανὸν τοῦ τον, ὡς καλὸς ἰδεῖν, ὡς δὲ μέγας; καὶ τὴν γῆν, ἡλίκη; καὶ τὰ ἐν αὐτῇ θαύματα; Οὐδὲν τούτων ἐξισοῦται τῇ μακαριότητι τῶν δικαίων. Ταῦτα μὲν