χρυσιοφόρον, στίλβουσαν πέπλοις καταμαργάροις. ἔλαμπεν ἴον εὔοσμον, ἀντέλαμπε τὸ ῥόδον. ἴων χροιὰ παντοδαπὴ πάντοθεν ὑπεγέλα, κυαναυγής, πορφύρεος, ὑπόκιρρος ἑτέρα. τινὰ μὲν περιπόρφυρα τῶν ῥόδων ἑωρᾶτο, τινὰ δ' ὑπελευκαίνετο καὶ γλύκιον ἀντηύγει. ἦν κρῖνον χιονόχροον, ἦσαν ἀναγαλλίδες. ὑάκινθος ἀνέβαινεν, ἦν καὶ ναρκίσσου κάλλος καὶ πᾶν τὸ πρωτοφόρημα τῶν ἔαρος χαρίτων. ἀπεραυδοῦντο στάχυες βαρούμενοι τῷ σίτῳ. εἷρπε κισσὸς μελάμφυλλος κορύμβους ἐπισείων. καλὰ τὰ πάντα, δροσερά, κάλλους αὐγὰς πλουτοῦντα καὶ γῆν εὐωδιάζοντα συγκράτοις εὐοδμίαις. ἔστρωτο πόα μαλακή, πρασίζουσα, βουθρέμμων, ἱπποφορβὸς καὶ βουκολίς, δροσώδης, λειμωνία. τοιοῦτον στόλιον ἡ γῆ παντόχροον ἐφόρει, τοιοῦτον πέπλον εὐανθὲς εὐύφαντον ηὐτύχει. ἦσαν καὶ φάλαγγες φυτῶν, ἀνέτελλον καὶ δένδρων καλλίφυλλοι καλλίκομοι κλῶνες ὀπωροφόροι. ἦν καὶ μηλέας εὐαυξὴς ὅρπηξ ἀγλαοκάρπου, ἐλαῖαι τηλεθόωσαι, γλυκάζουσαι συκέαι, πίτυς λιπαροστέλεχος, ἐλάτη, δρῦς, πτελέα. προσέβαλλε τῆς πίτυος ἄνεμος τοῖς πετάλοις, καὶ γλύκιον ψιθύρισμα τοῖς φύλλοις ἐνεποίει. ἐκεῖ καὶ κέρασος καλὴ καὶ φοῖνιξ μελιτόεις, βοτρυομήτωρ ἄμπελος, ὄρχατοι κληματίδων, καὶ βότρυς νεκταρόχυμος ἤρτητο τῶν κλημάτων. τὰ πάντα τελειόκαρπα, παντέλεια τὰ πάντα· οὐδὲν γὰρ ἀχαρίτωτον οὐδ' ἀτελὲς παρήχθη. Ἐν τούτοις ἔδυ καὶ τὸ φῶς ἡμέρας τῆς τριτάτης, ἔλαμπε δὲ τὸ πρόσωπον τῆς μετ' αὐτὴν ἡμέρας, καὶ πάλιν ἔργων καταρχή, καὶ κέλευσις τοῦ κτίστου τὸν οὐρανὸν εὐστέφανον τοῖς ἀστράσι γενέσθαι. τότε τῶν ἄστρων οὐρανὸς τῷ κάλλει διηνθίσθη ὡς πέπλος μαργαρόστρωτος, χρυσόπαστον ὡς φᾶρος, ὡς ὕφασμα κοσμούμενον ἐκ πυρραζόντων λίθων. τότε τὸ πρῶτον ἔφαυσεν ἡ κόρη τῆς ἡμέρας, ὁ μέγας γίγας ἥλιος, ὁ ζωοτρόφος λύχνος, πηγὴ φωτὸς ἀκένωτος, οἶκος πυρὸς ἀξύλου. τότε τὸ πρῶτον δᾳδουχεῖν ἀπήρξατο τὴν νύκτα σελήνης ἡ γλαυκόφωτος καὶ φαεσφόρος σφαῖρα, ἀρτίκυκλος, ὁλοφαής, λιπαραυγής, τελεία. τότε τὸ πρῶτον οὐρανὸς ἀστέρας τοὺς μεγάλους καλλισφαιρώτους ἔβλεψεν ἐρίζοντας ἀλλήλοις καὶ καλλωπίζοντας αὐτὸν ὡς ἄνθη τοὺς λειμῶνας. ὁ Κρόνος ἦν μελάντερος, μολίβδινος τὴν χρόαν· ἔλαμπε Ζεὺς ὡς ἄργυρος, Ἄρης φλογώδης ὦπτο· ἔστιλβεν ἥλιος λαμπρὸν ὡς ὄβρυζον χρυσίον· ἀντηύγει δ' ὡς κασσίτηρος σφαῖρα τῆς Ἀφροδίτης· ὡσεὶ χαλκὸς ἐρυθραυγὴς Ἑρμῆς ἐλαμπτηρούχει· διαφανὴς ὡς ὕελος ηὔγαζεν ἡ σελήνη. οὕτως ὁ πέπλος οὐρανοῦ παντόχρους ἑωρᾶτο. ὁ Κρόνος ἐκυάνιζεν ὡς ὑακίνθου χρόα· ὡς κρῖνον ἔλαμπεν ὁ Ζεύς, Ἄρης καθάπερ ἴον· ὡς ῥόδον περιπόρφυρον ἥλιος ἦν χρυσίζων· ὡς λευκανθὴς ἀναγαλλὶς ἔστιλβεν ἑωσφόρος· ὡς ἄνθος ἐρυθρόβαπτον Ἑρμῆς ἐφωτοβόλει· νάρκισσος καλλιπέταλος ἐφαίνετο σελήνη. τοιαύτη τις ἀνθόχροια τὸν οὐρανὸν ἐκόσμει· τοιαύτη τις ἐφίζανε τοῖς οὐρανοῦ προσώποις ποικιλανθὴς χαρίεσσα καλλιλαμπὴς τερπνότης, καὶ κῆπον ἀστροφύτευτον τὸν οὐρανὸν ἐποίει, οὗ φυτοσκάφος ὁ θεός, ὡς δὲ φυτὰ καὶ βλάσται, ὡς ἄνθη μυριόχροα τὰ τῶν ἀστέρων σέλα. τότε τὸ πρῶτον ἥλιος φαύσας καὶ φωταυγήσας, φανείς τε κόσμος οὐρανοῦ καὶ κάλλος τῆς ἡμέρας, ἐδούλευσε κελεύσματι τῷ τοῦ πεποιηκότος καὶ μύσας συνετέλεσεν ἡμέραν τὴν τετάρτην. Οὕτω μὲν οὖν τετέλεστο τὰ κατὰ τοὺς ἀστέρας, καὶ τέτακτο μὲν ἥλιος ἀστὴρ ἡμεροκράτωρ, τὸ δὲ σελήνης βλέφαρον ἐπύρσευσε τὴν νύκτα. ζῷον δ' οὐδὲν ἐν τοῖς τῆς γῆς ἐστρέφετο πλατείαις, οὐχ ὑγροπόρον, οὐ πεζόν, ἀλλ' οὐδ' ἀεροδρόμον. ἀλλ' ὁ παντέλειος θεὸς τῇ τῶν ὑδάτων φύσει ἰσχὺν ἐνθεὶς ψυχώτριαν καὶ δύναμιν γονίμην, ζῶσαν ψυχὴν ἐκέλευσεν ἐκεῖθεν ἐκραγῆναι ὡς ἐκ γαστρὸς ἀρτιμελὲς ἔμβρυον ὠδινούσης καὶ φορτουμένης τοκετῷ τελειομήνου βρέφους· ὡς σπέρμα γὰρ ἡ τοῦ θεοῦ κέλευσις ἐμπεσοῦσα τὰς ὑγροχεύμονας ῥοὰς ἐποίει πολυγόνους. ἐντεῦθεν τανυπτέρυγες ὄρνεις ἀεροβάται εἶχον ἐλεύθερον πτερὸν εἰς πετασμοὺς συντόνους, καὶ κούφως ἠλαφρίζοντο πρὸς λιμνασμοὺς ἀέρος, περιρροιζοῦντες τὰς αὐτοῦ χύσεις
2