ἐλῄστευσε τὸ κάλλος, ἐξέκοψεν ἐκ τῶν ναῶν τὰς ἱερὰς μορφώσεις, ἀντενεχάραξε δ' αὐτοῖς χρώμασι καὶ ψηφῖσιν τὰ φίλα κυνηγέσια καὶ τὰς ἱππηλασίας. οὐ ταῦτα δὲ τετόλμητο μόνα τῷ καταράτῳ, ἀλλὰ καὶ τοὺς μονάζοντας ὡς κύων ἀνιχνεύων ὡς ἄρνας φεῦ κατέθυεν ἐθελοσφαγουμένους. ἐξεκενοῦντο τοιγαροῦν οἶκοι μελενδυτούντων, σεμνείων ἦν κατασκαφὴ καθάπερ λῃστηρίων. ἐστενοχώρηντο φρουραὶ τοῖς ἐγκαθειργνυμένοις, καὶ πάντοθεν ἠλαύνετο τὸ μέλαν ὥσπερ μύσος. Τοιαῦτα τοίνυν καθορῶν Ἀρτάβασδος ἐκεῖνος, ὃν φθάσας προεγνώρισεν ὁ δρόμος ὁ τοῦ λόγου εἰς γάμον ἁρμοσάμενον τοῦ Λέοντος τὴν παῖδα, καὶ τὴν ἀγριοβάρβαρον μισήσας τυραννίδα, συνάπτει πόλεμον αὐτῷ, δείκνυσι φυγαδίαν, καὶ κράτωρ ἀναδείκνυται Ῥωμαίων γῆς αὐτάναξ. καὶ πάλιν ἀπαστράπτουσιν ἀκτῖνες εὐσεβείας καὶ πάλιν πυριμάρμαροι χαρίτων στιλβηδόνες, καὶ πάλιν ἀνατέταλκε τῆς πίστεως ὁ λόγος. ἀναστηλοῦνται τὰ σεπτά, λάμπουσιν αἱ μορφώσεις αἱ τῶν μαρτύρων καὶ Χριστοῦ καὶ τῆς αὐτὸν τεξάσης. Ἀλλὰ γὰρ ἐξῃτήσατο καὶ πάλιν ὁ Βελίαρ τὸν Ἰσραὴλ τὸν ἐκλεκτὸν ὡς σῖτον σινιάσαι (οὔπω καὶ γάρ, ὡς ἔοικεν, ἀρκούντως ἐκολάσθη), καὶ πάλιν ἐπεστράτευσε τοὺς εὐσεβεῖς ἐκθλίψων ὡς Ἰσραὴλ Χουσαρσαθὲμ ὁ Σύρων σατραπάρχης. τί δὲ καὶ ποῖον τὸ συμβάν, ὁ λόγος ἱστορήσει. Οὐ στέγει τὴν ἀπόπτωσιν τὴν τῆς ἀρχῆς ὁ δράκων. βαρυθυμεῖ, παθαίνεται, κοινοῦται τοῖς στρατάρχαις, προσφέρεται κολακικῶς, ἐλπίσιν ἐκθερμαίνει, εἰς ἑαυτὸν ἐφέλκεται χωράρχας κλιματάρχας, καὶ δύναμιν κτησάμενος βαρεῖαν στρατευμάτων μάχην συνάπτει καρτεράν, ἡττᾷ τοὺς ἀντιμάχους, τροποῦται τὸν Ἀρτάβασδον, νικᾷ, χειροῦται ζῶντα, καὶ τὴν ὁρμὴν καὶ τὴν ὀργὴν καὶ τοῦ θυμοῦ τὴν ἀλκὴν τοῦ δυστυχοῦς καὶ τληπαθοῦς ἄκρατον καταχέει, καὶ τῶν ὀμμάτων σβέννυσι τὰς φεραυγεῖς λαμπάδας. καὶ πάλιν ὁ μισόθεος φορεῖ τὴν ἁλουργίδα, πάλιν ὁ θὴρ σκηπτροκρατεῖ, πάλιν Ῥωμαίων ἄρχει, καὶ γίνεται πικρότερος καὶ Ναβουχοδονόσορ. τί τοῦτο τὸ παλίνστροφον, ἄστατε τροχὲ βίου; τὸ ῥόδον μόλις ἐξανθεῖ, τάχιον δ' ὑπορρέει, ἡ κεντροφόρος ῥάμνος δὲ μέχρι πολλοῦ νεάζει. ὁ Τίτος μόνον ἔβλεψε τοῦ κράτους τὸν λειμῶνα, καὶ τάχιον ἀνήρπαστο μὴ μετασχὼν ὀπώρας· οὗτος δ' ὁ μυσαρώνυμος, τὸ σκύβαλον τοῦ γένους, ἐγένετο μακρόβιος, ὢ τύχης ἀνωμάλου! καὶ τὴν ὀπώραν τῆς ἀρχῆς ἐτρύγησεν εἰς κόρον. οὗτος ὁ τρισεξάγιστος ἐξήγαγε τοῦ βίου τὸν Στέφανον τὸν ἱερόν, τῶν μοναστῶν τὸ στέφος· ἦν γὰρ στερρὸς ὑπέρμαχος τῶν ἱερῶν εἰκόνων, καὶ τὸ θηρίον τὸ δεινὸν εὐστόχως διαπείρων καὶ βάλλων κατακάρδια βελέμνοις τῶν ἐλέγχων. ὀστᾶ τῆς καλλινίκου δὲ μάρτυρος Εὐφημίας βοῶν ὀστέοις καὶ κυνῶν ὁ βέβηλος συμμίξας γνάθοις πυρὸς παρέδωκε. ποῦ κεραυνοῦ τὸ βέλος; τριάκοντα δ' ἐν ἔτεσι πρὸς τέσσαρσι κρατήσας ταῖς Ἅιδου παραπέμπεται κολάσεσιν ἐνδίκως. Ἐπεὶ δ' ἐξέρρηξέ ποτε ψυχὴν τὴν μιαιφόνον, Λέων ὁ παῖς τοῦ βδελυροῦ χειρίζεται τὰ σκῆπτρα. ἀλλὰ καὶ Λέων τάχιον γῆθεν μεταναστεύει, τῆς βασιλείας ἔτεσι μόνοις πέντε κατάρξας, Εἰρήνην τὴν ὁμόζυγον καὶ τὸν ἐκ ταύτης παῖδα τὸν Κωνσταντῖνον κράτορας λιπὼν ἐννομωτάτους. οὗτοι καὶ γὰρ ἀθροίσαντες ἄνδρας θεοφορήτους τὴν ἄκανθαν αὐτόρριζον τῆς εἰκονομαχίας ἀνέσπασαν τὴν κνίσασαν τὰς εὐσεβεῖς καρδίας, καὶ ταῖς ἀρούραις τῶν ψυχῶν ταῖς ὑλομανησάσαις τὸν σπόρον κατεβάλλοντο τὸν τῆς ὀρθοδοξίας. ἄμφω μὲν οὖν ἐφ' ἱκανὸν παῖς τε καὶ μήτηρ ἦρχον, καὶ μήτηρ ἦν, τὸ τοῦ ∆αβίδ, ἐπὶ παιδὶ τρυφῶσα. ἐπεὶ δ' ὁ παῖς ὁ βασιλεὺς λοιπὸν ἡλικιοῦτο καὶ μεῖραξ ἦν καλλιφυής, κροτάφους ἰουλίζων (καὶ γὰρ παιδίσκος ἁπαλὸς λέλειπτο τῷ τεκόντι), παρεισφθαρέντων εἰς αὐτὸν τῶν πονηροκολάκων καὶ δαπανώντων τὴν αὐτοῦ καρδίαν κολακείαις ὡς δένδρα τὰ γλυκύχυμα σκώληκες ξυλοφάγοι, ὑπερφρονεῖ μεγαλαυχεῖ κατὰ τῆς βασιλίδος, αὐτός τε μόνος ἐπαρκεῖν τοῖς πράγμασι νομίσας τῶν ἀνακτόρων ἔκπτωτον ποιεῖται τὴν μητέρα καὶ σὺν αὐτῇ τὴν κοσμικὴν εἰρήνην κουροτρόφον.
54