προβατοφρούροις μάνδραις. πτηνὴ δὲ πέλειά ποθεν ἐπιπτερυξαμένη ἐφίζησε τοῖς γόνασιν ἐν πετασμοῖς ἀψόφοις, οὐχ οἷα πρὶν τῆς κιβωτοῦ προσπτᾶσα τῷ στεγάστρῳ καὶ λύσιν ἀπαγγέλλουσα καταφορᾶς ὑδάτων, καὶ δένδρου φύλλον φέρουσα, καὶ παραμυθουμένη Νῶε τὸν κιβωτόκρυπτον, τὸν δεύτερον γενάρχην, ἀλλ' οἰωνὸς ἀπαίσιος, ἀλλὰ κακῶν σημάντωρ, δυσάγγελος φοιβάστρια, κακόμαντις προφῆτις. ὁ μὲν οὖν κράτωρ τὸ πτηνὸν πέμπει τῇ βασιλίδι, εὐάγγελον προσήμαντρον ὑποτοπήσας τοῦτο. ὧν γάρ τις γλίχεται τυχεῖν, ἐκεῖνα καὶ δοξάζει· καὶ ταῦτα πᾶσι κατὰ νοῦν, ὅσα καὶ κατὰ γνώμην. ἀλλ' ἄρα δυσποτμότερον οὐδέν ἐστιν ἀνθρώπου ἔχοντος τοὺς ἐχθραίνοντας οἰκείους ταυτοστέγους. ἂν ἔνδον ἔχῃς τοὺς ἐχθρούς, ἂν ἐφεστίους τρέφῃς, οὐ ῥύσονται κινδύνων σε τὰ Βαβυλῶνος τείχη, οὐ πύργοι Σεμιράμιδος, οὐ πυραμίδων πάχος. ἂν τὴν προδότριαν ψυχὴν σύνοικον δυστυχήσῃς, ἂν συνοικοίης μετ' αὐτῆς ἐν ἀρραγεῖ φρουρίῳ, ἁλώσιμον τὸ φρούριον, ἀφύλακτος ἡ πόλις. Ἀλλὰ διηγητέον μοι τὰ περὶ ∆ιογένους. βαρὺς μὲν ἑκατέρωθεν πόλεμος ἀνερράγη μέσον Ῥωμαίων καὶ Περσῶν, ἄγριος θροῦς ἀνέβη. μέγας ἐφώπλιζε θυμὸς ἄμφω τὰς στραταρχίας, καὶ πάντῃ περιέτρεχεν ἀνδροδιώκτης Ἄρης, τοῖς αἵμασι κατάβαπτος, φονολουτῶν τὰς χεῖρας, ὅλας θαλάσσας ἐκροφεῖν γλιχόμενος αἱμάτων. ὁ βασιλεὺς δ' ἐπέτετο πλευροκοπῶν, διώκων καὶ δορατείοις νύγμασι χέων ἐχθρῶν χολάδας, στρουθιοφόντης, εἴποι τις, ἱέραξ ὠκυπέτης, στρουθοῖς ἁπαλοπτέρυξιν ἐπιρροιζῶν τὰ πτίλα. πρηστὴρ ἐδόκει τοῖς ἐχθροῖς, ἔμπυρος καταβάτης, ὑψόθεν ἀποδισκευθείς, ἀπορραγεὶς ἐκ νέφους. ἐγένοντο κατάλουτοι λύθροις αὐτῷ παλάμαι, φονοσταγὴς ἡ δεξιά, φονόφυρτος ἡ σπάθη. ἐξέρυθρον ἱμάτιον ἐφόρεσεν ἐκ φόνων, ὡς εἴ τις λέων ἐντυχὼν δειλοκαρδίῳ ζῴῳ ῥήξει πλευρὰν τοῖς ὄνυξι καὶ λάψει τῶν ἐγκάτων καὶ δείξει ἐγκατάβαπτα τοῖς αἵμασι τὰ χείλη. ὑπὲρ αὐτὸν Βριάρεων ἔδειξεν ἑκατόγχειρ, ὑπὲρ αὐτὸν Ἐγκέλαδον, ὑπὲρ Τυφῶνος θράσος, φόνιος, ὀμβριμόεργος, ἀκάμας ὡς ἀδάμας. Ἦν ταῦτα, καὶ προσέβλεψεν ἡ νίκη τοὺς Ῥωμαίους, καὶ χαροπὸν ἐγέλασε, σὺν χρόνῳ τούτους γνοῦσα. ἀλλὰ γὰρ ἡ τριβάρβαρος ἐκείνη βασκανία καὶ τῆς κακίας τὸ στυγνὸν καὶ τὸ τοῦ φθόνου νέφος τοιαύτην λαμπροστόλιστον ἠμαύρωσεν ἡμέραν. ὡς γὰρ ὁ Καῖσαρ τοῦ δρασμοῦ καὶ τῆς φυγῆς κατῆρξεν, ᾤχοντο πάντες ἐκποδών, τὸν κράτορα λιπόντες. καὶ βασιλεὺς ὡς κολοιὸς ἦν ἀπεψιλωμένος, καὶ τῇδε περιέβλεπε κἀκεῖ περιεσκόπει, καὶ μόνον ἔβλεπεν αὑτὸν ἐν βρόχοις δυσεκβάτοις. ἐντεῦθεν ἐπεπήδησαν πρωτόαρχοι βαρβάρων, συντρέχοντες προτρέχοντες, ἐρίζοντες ἀλλήλοις τίς ἂν συλλάβοι Ῥωμανὸν ζῶντα. καὶ τελευταῖον ζωγρεῖται φεῦ ὁ βασιλεὺς βαρβαρικαῖς παλάμαις, ὁ λέων θήρα γίνεται πανθήρων λυσσητήρων, ταῖς νυκτερίσιν ἀετὸς κρατεῖται χρυσοπτέρυξ. τὸ μετὰ ταῦτα τί καὶ πῶς καὶ μέχρι τοῦ προῆλθεν; ὁ βάρβαρος ὁ φύλαρχος ἐκεῖνος ὁ ζωγρήσας τὴν βαρβαρόθυμον ψυχὴν ἀέλπτως ἡμεροῦται, βλέπει φιλανθρωπότερον περὶ τὸν βασιλέα· οἰκτείρει γὰρ καὶ βάρβαρος ἄνακτα δυσπραγοῦντα. ἐλέγχει τοὺς ταυτογενεῖς τῷ βασιλεῖ προδότας Ῥωμαίους ὁ τριβάρβαρος, ἀλλόφυλος συμφύλους· γίνεται προμηθέστερος αὐτῷ καὶ τῶν οἰκείων, καὶ κηδεμονικώτερος αὐτῶν τῶν ὁμογνίων. σπένδεται, καταλλάττεται, σύμμαχον νέμει χεῖρα, ἀνακτησόμενον αὐτῷ πέμπει τὴν κρατορίαν. ἤλυξεν οὖν ὁ Ῥωμανὸς ὡς θὴρ ἐκ γαλεάγρας, ὡς ἐκ βροχίδων ἀετός, ὡς ἔλλοψ ἀπ' ἀγκίστρου, καὶ πάλιν ἦν ἐπίσιμος ἀρθῆναι πρὸς τὸ κράτος. ἀλλὰ συνέχεεν αὐτῷ καὶ τὰς ἐλπίδας φθόνος· γράμματα γὰρ κατάπτερα πάντῃ περιεφοίτων πάσας ἀποτειχίζοντα τῷ Ῥωμανῷ τὰς πόλεις. ἐντεῦθεν ὁ ταλαίπωρος ἔρημος περιῄει, ἄφιλος, ἀβοήθητος, ἄλλος Βελλεροφόντης, τοῦ κράτους ἀποσφαιρισθεὶς ὥσπερ ἀπὸ Πηγάσου, ἔτεσι μόνοις ἐν τρισὶ τοῦ κράτους ἀπολαύσας. Ἀλλ' οὐδὲ πάλιν ἡ πυρὰ τοῦ φθόνου κατεσβέσθη· ὁ γάρ τοι ∆οῦκας Μιχαὴλ ὁ παῖς τοῦ Κωνσταντίνου πρὸς τὴν ἀκμὴν ἐπαναβὰς ἤδη τῶν νεανίσκων καὶ χνοῦν
81