Compendium chronicum

 χρυσιοφόρον, στίλβουσαν πέπλοις καταμαργάροις. ἔλαμπεν ἴον εὔοσμον, ἀντέλαμπε τὸ ῥόδον. ἴων χροιὰ παντοδαπὴ πάντοθεν ὑπεγέλα, κυαναυγής, πορφύρεος, ὑπ

 τὰς λεπτοχύτους. οἱ μὲν μεγαλοπτέρυγες, μεγαλαγκυλοχεῖλαι, γαμψώνυχες, ὡς βέλεμνα τοὺς ὄνυχας αὐχοῦντες, τομὸν τὸ ῥάμφος ἔχοντες ὑπὲρ τὰς μαχαιρίδας,

 σύνθετον ἀπὸ ψυχῆς καὶ σώματος ποιήσας, καὶ χάριν δωρησάμενος ἐθελορμήτου γνώμης, καὶ καθ' ὁμοίωσιν αὐτοῦ πλάσας καὶ κατ' εἰκόνα, ἐγκατοικίζει τῆς Ἐδὲ

 ὑμετέρων, καὶ χρηματίσετε θεοί, καὶ γνώσεσθε τὰ πάντα. ἤκουσε τούτων ἡ γυνή, προσέσχε τῇ θωπείᾳ, ἡττήθη τοῦ γλυκάζοντος, ἡττήθη τῶν χαρίτων, αἳ τοῦ κ

 χερσογενῆ, πτηνά, πεζοποροῦντα· ὁ δὲ θεὸς τὰ στέγαστρα τῶν οὐρανῶν ἀνοίξας ὅλας ἐκεῖθεν ὑετῶν κατήγαγε θαλάσσας, ἐκάλυψε τὰς κορυφὰς τῶν βαθυκρήμνων λ

 ἔκλεπτον, ἐμοιχῶντο, καὶ τελευταῖον ἔβλεψαν πρὸς εἰδωλολατρείαν. Σεροὺχ δὲ πρῶτος ἤρξατο χρῆσθαι γλυπτοῖς καὶ στήλαις, ὄγδοος ὢν ἀπόγονος τοῦ Νῶε τοῦ

 βελεμνοτοξοφόρους, θωρακοφόρους, αἰχμητάς, ἄνδρας ἀρειμανίους, καὶ προσλαβὼν συμμαχικὸν ἐκ τοῦ τῶν Οὔννων ἔθνους, καὶ προσεταιρισάμενος ἐν δώροις σύμπ

 Χαλδαῖοι, καὶ τὸ τῆς τύχης παίγνιον καὶ κύβος τῶν πραγμάτων ἄλλοις ἐμπαῖξαν ἱκανῶς μετέπεσεν εἰς ἄλλους. ἡνίκα δὲ συνέβαινε ταῦτα τοῖς Ἀσσυρίοις, Ἑβρα

 Μανδάνην, τοσοῦτον δ' εἶναι τὸ χυθὲν ὑγρὸν ὡς ἐξισχῦσαι τῆς γῆς τῆς Ἀσιάτιδος τὸ πρόσωπον καλύψαι. οὗτος ὁ πρῶτος ὄνειρος, δεύτερος δ' αὖθις οὗτος· ἔδ

 οὐδὲ τῶν περιδόξων, ὥσπερ ἡ Μήδων καὶ Περσῶν, ὡς ἡ τῶν Ἀσσυρίων. Κανδαύλης ἐβασίλευε Λυδίας καὶ Φρυγίας, σειρὰν τοῦ γένους, ὥς φασιν, ἕλκων ἐξ Ἡρακλέο

 τεχνάζεσθαι τοιαύταις ἐπινοίαις. οὗτος μαθὼν καὶ διαγνοὺς ὁποίαν ἵππον στέργει τῶν ἄλλων πλέον ἁπασῶν ἵππος ὁ τοῦ ∆αρείου, μετὰ τὴν μῖξιν τοῖν ἀμφοῖν

 ἀκούσας Ἰωσὴφ τὸν ἐκ Ῥαχὴλ τεχθέντα ἐπιτροπεύειν Φαραὼ τὴν τῆς Αἰγύπτου χώραν, τὸ δὲ καὶ μηχανώμενος λύσιν εὑρεῖν τοῦ πάθους, ἔγνω λιπεῖν τὴν ἑαυτοῦ κ

 ὑμνεῖτο. καὶ φέγγος μὲν ἀνέτελλεν Ἑβραίοις εὐφροσύνης, τοὺς δ' Αἰγυπτίους σκοτασμοὶ τῶν συμφορῶν ἐζόφουν. οἱ δὲ φυγόντες Αἴγυπτον Ἰσραηλῖται τότε ἑξήκ

 ἐκτίθησιν εἰς χῶρον τὸν ἀπ' αὐτοῦ τοῦ Πάριδος Πάριον κεκλημένον. ἔρριπτο τοίνυν ἀμελῶς. εὗρον αὐτὸ ποιμένες, ᾠκτείρησαν, ἀνείλοντο. κήδονται τοῦ νηπίο

 τινος Ἑλένην ἁρπαγῆναι, πάντες ἰδίοις σώμασιν αὐτῆς ὑπερμαχοῦνται. πολλὰ γοῦν ἱκετεύσαντες καὶ δεδυσωπηκότες συμπείθουσι τοὺς Ἕλληνας στρατεῦσαι κατὰ

 καρτερόχειρος παρόντος Ἀχιλλέως ἠπράκτουν τὰ βουλεύματα παιδὸς τοῦ Λαερτίου, καὶ πᾶν τὸ τυρευόμενον κατὰ τοῦ Παλαμήδους καὶ μηχανορραφούμενον ἦν ὡς ἀρ

 Τρώων σμῆνος ἀλλήλοις ἐπεμίγνυντο πρᾶξαι μηδὲν τολμῶντες. ἦν δὲ ναὸς πρὸ τῶν τειχῶν τῆς καλλιπύργου Τροίας, ἔνθα θαμίζων Ἀχιλλεὺς εἶδε τὴν Πολυξένην κ

 πρὸς Πρωτέα, εὑρίσκει καὶ τὴν σύνοικον ἐκεῖ κατὰ τὴν Μέμφιν, καὶ ξενισθεὶς καὶ τιμηθεὶς λαμβάνει τὴν Ἑλένην, καὶ μετὰ μόχθους ἱκανοὺς φθάνει πρὸς τὴν

 πτερυσσόμενος, ὄρνις μεγαλοπτέρυξ, τοῖς πτέρυξιν ἀνέκαιε τὸ πῦρ ἀναρριπίζων. ἀλώπηξ δέ τις δολερὰ τούτοις ἀντιζηλοῦσα καὶ τοῖς ἀνάπτουσι τὸ πῦρ ἀντιπα

 χρηματίζειν, πιστὰς μενούσας, οἰκουροὺς καὶ φύλακας τῶν ἔνδον. ἔπειτα βῶλον τῇ χειρὶ λαβὼν ἀπὸ τῶν ἔξω ἔνδον ῥιπτεῖ τῆς πόλεως, εὐχόμενος ἐπαύξειν τὰ

 πατρὸς σφαγὴν ἀδικωτάτην, καὶ συνιδὼν ὡς νουνεχὴς ὅτι συγκινδυνεύσει σὺν τῷ πατρὶ καὶ τἀδελφῷ καὶ συναποθανεῖται, βουλὴν βουλεύεται καλήν· πλάττεται γ

 ἐγκυμονήσεως ἄγουσαν ἕκτον μῆνα ὁ Καῖσαρ ἤθελε λαβεῖν εἰς γάμου κοινωνίαν, καὶ Νέρωνα κατήπειγεν αὐτῷ κατεγγυῆσαι τὴν γαμετὴν καὶ πατρικῶς ταύτην νυμφ

 καὶ τὸ μὲν ὅλον πορνικόν, τὸ δὲ τῶν ἄλλων χεῖρον, ὀρεκτιῶντα γυναικῶν ἀνδράσιν ἐζευγμένων, καὶ τοὺς ὁμόζυγας αὐτῶν ὑπηρετεῖν τῷ μύσει δεσποτικῶς προστ

 ἄλγος μοι προξενήσῃς· αἱ μὲν γὰρ κορεσθεῖσαί μου μελῶν τῶν σεσηπότων βραχέα με λυπήσουσιν, ἂν δ' ἐπιπτῶσιν ἄλλαι, προσφῦσαι βιαιότερον εἰς πλέον πικρα

 φέροντες ἡνιοστρόφῳ μίμῳ, ἐπῆλθον ἀναιρήσοντες. τοῦτο δὲ γνοὺς ὁ Νέρων αὑτὸν διεχειρίσατο, τοῦτ' ἐπειπὼν ἐν τέλει οἷον, ὦ ζεῦ, κιθαρῳδὸν ὁ βίος ζημιο

 ἀποσβεννύει, καὶ κύνες ἐπελάσαντες καὶ τοὺς δεσμοὺς φαγόντες τὸν ἀστρολέσχην λύουσι πολλὰ θεοκλυτοῦντα. καὶ ταῦτα μὲν τετέλεστο περὶ τὸν ἄνδρα τοῦτον·

 πορθούντων καὶ κειρόντων, χρημάτων ἀπορούμενον, σφιγγόμενον ἐνδείᾳ καὶ μηδαμόθεν ἔχοντα στρατὸν ἀντεφοπλίσαι, τὸν κόσμον τὸν βασίλειον ἐν ἀγορᾷ προθεῖ

 μεγάλων, ποῖον δεινὸν οὐχὶ παρῆν, ποῖον δ' οὐκ ἐτολμᾶτο! σφαγαὶ καὶ πόνοι πανταχοῦ, καὶ λιμνασμὸς αἱμάτων. καὶ τὸ ζοφῶδες τῆς εἱρκτῆς εἶχε πολλοὺς ἐμφ

 αὐτοῖς ὀνόματα Κώνστας καὶ Κωνσταντῖνος) χειρίζει τὰ προσέσπερα καὶ Ῥώμην καὶ Γαλλίας. ἀλλ' οὗτοι μὲν ἀπέσβησαν τάχιον καὶ πρὸ χρόνου, πόλεμον φεῦ εἰς

 ἐκείνης δὲ τῆς γυναικὸς αὖθις προσεπειπούσης καὶ κατ' αὐτοῦ βουλεύεσθαι Γρατιανοῦ τὸν ἄνδρα, πάλιν ἀνταπεκρίνατο τί σοι πρὸς τοῦτο, γύναι; εὐστόχως

 Ὀρέστης τε, καὶ μετὰ τὸν Ὀρέστηνὁ παῖς Ῥωμύλου τῆς ἀρχῆς ἥψατο τελευταῖος. καὶ πόλις μεγαλώνυμος, ἡ τῶν Ῥωμαίων πόλις, Ῥωμύλον σχοῦσα κατ' ἀρχὰς ἔννομ

 ἔθεντο τὴν νεᾶνιν. ἐφ' οἷς ὑπερπαθήσασα καὶ τὴν ψυχὴν πληγεῖσα τῇ μητραδέλφῃ πρόσεισιν Ἀθηναῒς ἡ κόρη, κοινοῦται τὰ καθ' ἑαυτήν, τὴν συμφορὰν δακρύει,

 γνοῦσα τοῦ βασιλέως εἰς πόλιν Ἱερουσαλὴμ ὡς τάχος ἀφικνεῖται, κἀκεῖσε τὸ λειπόμενον ἀνύσασα τοῦ βίου τῆς φύσεως τῆς γεηρᾶς ἐκτίννυσι τὸ χρέος. Οὗτος ὁ

 ἰσχυρᾶς μάχης ἀναρραγέντος καὶ Πέρσαις τοῖς ὑπέρφροσιν ἐπάγοντος Ῥωμαίους, νόσῳ ληφθεὶς Μαρκιανὸς θάνατον ἀπειλούσῃ ἔν τινι κώμῃ τῆς λαμπρᾶς Λυκίων ἐπ

 ἀνὴρ σοφίας θησαυρὸς ὡς Ἕλλην διεβλήθη, τὴν κλῆσιν Ἰσοκάσιος, κοιαίστωρ τὴν ἀξίαν· κἀντεῦθεν ἀπογυμνωθεὶς τιμῆς τε καὶ χρημάτων ἐπάρχῳ τῷ τῆς πόλεως ἐ

 ἔτεσι δέκα πρὸς ὀκτὼ Ῥωμαίων βασιλεύσας. ἀλλὰ γὰρ οὗτος πρὸς μικρὸν γευσάμενος τοῦ κράτους γῆθεν ἀπῆλθε τάχιον, Ζήνωνα τὸν πατέρα καταλιπὼν διάδοχον τ

 τὸν ἰὸν ὕμνῳ τῷ τρισαγίῳ, καὶ πᾶν τὸ πλῆθος κατιδὼν εὐθὺς ἀφηνιάσαν καὶ λιθασμοῖς ἐκ τοῦ ναοῦ τὸν ἔπαρχον ἐλάσαν καὶ πυρπολῆσαν δυσσεβῶν οἰκίας μεγιστ

 Ἰουστῖνος, τῷ ζήλῳ δὲ πυρούμενος τῆς εὐσεβοῦς θρησκείας τοῖς Μανιχαίοις ἄσπονδον πόλεμον ἐξανῆψε καὶ διωγμὸν βαρύτερον τῶν μνημονευομένων τοῖς συντηρο

 ἀνδρώδεις φρένας· καὶ τούτῳ γὰρ συνέμιξεν ἰσχυρομάχους μάχας, καὶ τόσον κατεπτόησεν ὡς θέλειν τὸν Χοσρόην εἰρήνην ἀνταλλάξασθαι πολέμων ἀνδροφθόρων. κ

 ταῖς χάρισι καὶ κτίσιν δᾳδουχοῦσι, καὶ χρηματίζουσι φαιδροὶ τοῖς ἐπὶ γῆς ἀστέρες· ἠέλιος δ' ἀνόρουσε λίμνης περικαλλέος, καὶ πάντων ἀπεκρύβησαν ἀστέρω

 τοιαύτην δυναστείαν, καὶ ζήλου πλείονος πλησθεὶς εἴχετο τῶν πρακτέων· συνέβη δὲ μετ' οὐ πολὺ γενέσθαι τι τοιοῦτον, λόγου καὶ μνήμης ἄξιον καὶ πρέπον ἱ

 εἰς κρίσεις τοῦ δικαστοῦ κατέσεισεν ἁπάντων τὰς καρδίας. ἔνθεν γαλήνη πανταχοῦ τῆς δικαιοπραγίας ἀντὶ χειμῶνος καὶ στυγνῆς θυέλλης ἐφηπλώθη. ἀντὶ κυμά

 καὶ τοῖς ῥηθησομένοις· ὁ δὲ χαγάνος προσβαλὼν Ῥωμαίων τοῖς φρουρίοις (ἦν δ' ὁ χαγάνος βασιλεὺς Σκυθῶν τῶν προσαρκτίων) καὶ πόλεις χειρωσάμενος εὐπύργο

 τρυγίου. τοίνυν ἁλίσκεται φυγὼν ἅμα τῇ βασιλίδι καὶ τοῖς φυεῖσιν ἀπ' αὐτοῦ πορφυροφύτοις κλάδοις. ὁ δὲ θεομισέστατος ἀνθρωποφόντης δράκων πάντας ὁμοῦ

 χρυσεοπήληκας, ἁβρούς, πάντας φαρετροφόρους, μυκτηροκόμποις βρέμοντας ἵπποις χρυσοφαλάροις. ὡς οὖν ἑώρα βασιλεὺς ἀμήχανον συμμῖξαι Χοσρόου τοῖς στρατε

 σκάφεσιν ἐνθέντες, ἐπῄεσαν καλύπτοντες τὰ νῶτα τῆς θαλάσσης τοῖς λεμβαδίοις τοῖς πυκνοῖς, τοῖς αὐτοξύλοις πλόοις. οὕτως αἱμάστιγες πολλαὶ μυριαχόθεν ἦ

 πλὴν ὅμως οὐκ ἐπὶ μακρὸν ἀπήλαυσε τῆς τύχης, ἀλλ' ἀπεψύγη τάχιον, ἀλλὰ φανεὶς ἐκρύβη, ὥσπερ ἂν ῥόδον ἐκφυῇ καὶ παραυτίκα ῥεύσῃ. ὁ γάρ τοι παῖς τοῦ Κών

 αὐτόν, ἓν μόνον ἐθορύβει, μὴ πρὸς Ἰουστινιανὸν πάλιν τὰ σκῆπτρα φθάσῃ, καὶ πάλιν ἀναπόμπιμος γένηται πρὸς τὸ στέφος ὁ πρὶν αὐτὸ ζημιωθεὶς καὶ σὺν αὐτῷ

 νηπιότης ταῖς φονευτρίαις εἰς σφαγὴν ὑπέκειτο παλάμαις· ἐνταῦθα δὲ τριπέμπελοι, πρωθῆβαι, νεανίαι, γυναῖκες ἁπαλόχροοι, κορίσκαι, μειρακίσκοι, φύρδην

 δύστλητον ὄψει, καὶ δάπεδον ἐπάλασσεν ὡς ὕδωρ ἀπορρέων. οὕτω καλῶς καὶ συνετῶς τοῖς παλαιοῖς ἐρρέθη μηδὲν ὑπὲρ τὸ μέτριον, καλὸν ἡ συμμετρία. ὁ γὰρ

 ὁ δ' ἄναξ Θεοδόσιος τοῦ Λέοντος τὸ θράσος καὶ τὴν θηριογνώμονα καρδίαν ὑποπτήξας παραχωρεῖ τῷ δυσμενεῖ τοῦ θρόνου καὶ τοῦ στέφους, ἑκὼν ἀέκων ὑπεκστὰς

 τοῦ κανδύους καὶ τοῦ στρεπτοῦ γνωρίσω καὶ κόρακα τὸν κρωκτικὸν ἐκ τῆς μελαντηρίας. Τοῦ τεμενίσματος ἐγγὺς τῆς τοῦ θεοῦ σοφίας οἶκος λαμπρὸς δεδόμητο τ

 ἐλῄστευσε τὸ κάλλος, ἐξέκοψεν ἐκ τῶν ναῶν τὰς ἱερὰς μορφώσεις, ἀντενεχάραξε δ' αὐτοῖς χρώμασι καὶ ψηφῖσιν τὰ φίλα κυνηγέσια καὶ τὰς ἱππηλασίας. οὐ ταῦ

 ἐντεῦθεν ἐκκυλίεται πρὸς ἀθεσμοπραγίας, καὶ κείρει μὲν τὴν σύνοικον τὴν σωφρονικωτάτην, ἄλλης δὲ μῖξιν γυναικὸς τοῖς λέκτροις ἐπεισάγει. καὶ γὰρ ῥανὶς

 θρόνου καὶ τῆς πόλεως ἐλαύνουσι φυγάδα. ὁ δὲ σημάνας ἐν γραφῇ ταῦτα τῇ βασιλίδι ἐπικουρίας τε τυχεῖν ἐκ ταύτης ἱκετεύσας, ὡς ἔγνω πάντα μάταια τεχνώμε

 καθικέτευον, προσφέροντες καὶ βίαν. ὁ δ' οὐ γινώσκων τὴν ῥοπὴν τῆς ταλαντούχου τύχης, καὶ τὴν ἀμφίρροπον αὐτῆς θέλησιν ὑποτρέσας, ἀνθρώπῳ θείῳ προσφοι

 καὶ πάλιν τὸ τοῦ δράκοντος οὐραῖον ἐκινήθη. ἡ βδελυρότης δή φημι τῆς εἰκονομαχίας ὡς δράκων μέγας εἵρπυσε φρικώδης χασματίας, ἐρροίζησε καταπιεῖν πάλι

 κἀντεῦθεν τὸ κτιζόμενον ῥίζοθεν ἀνετράπη, καὶ φόνοις χράνας τὰς αὐτοῦ φιλοπολέμους χεῖρας καὶ δόρυ πᾶν κατάβαπτον τοῖς αἵμασι ποιήσας τὸ τελευταῖον ζω

 βασιλεὺς τὰς καταμωλωπίσεις καὶ τοὺς πυκνοὺς τραυματισμοὺς ἢ μᾶλλον παραλύσεις, συγκατεσείσθη τὴν ψυχὴν ἐπὶ τῷ γεγονότι, καὶ θέλων ἐπιδείξασθαι φιλοτι

 ἄγραν εὑρόντες δικτυεύοντα γράφουσι τῷ δικαίῳ ὀλιγοσύλλαβον γραφὴν ἐν ἰαμβείῳ μέτρῳ, ἣν οὐ καλὸν νενομικὼς κατά τι παραφθεῖραι αὐτοὺς ἐκείνους τῇ γραφ

 πείσασα καὶ πίστωσιν τελείαν δεξαμένη ὡς τῶν βασάνων τῶν ἐκεῖ Θεόφιλος ἐρρύσθη, ὁμόδειπνος ἐγένετο τοῖς ἱεροῖς ἀνδράσιν ἁβρὰν λιπαροτράπεζαν ἑστίασιν

 τῶν πάλαι βασιλέων καὶ δένδρα τὰ κατάχρυσα, στρουθία τε τὰ λάλα, καὶ λέοντες σφυρήλατοι χρυσοῦ πεποιημένοι, καὶ πᾶν ἁπλῶς βασίλειον λάμπον ἐν ἀνακτόρο

 παλάμη, ὁ τυρευτὴς δὲ τῶν κακῶν ἀπέτισε τὴν δίκην, καὶ τῶν δεινῶν ὁ σκευαστὴς ἔπιε σκύφον θυμοῦ. Βάρδας μὲν οὖν τῷ βασιλεῖ βόθρον ὀρύσσων φόνου αὐτὸς

 μόλις ὁ νεωκόρος· ποιεῖται τὸν Βασίλειον ἐφέστιον αὐτίκα, καὶ θεραπείας ἀξιοῖ τοῦτον τῆς προσηκούσης. ἦν δ' ὁ Βασίλειος καλός, γενναῖος, γιγαντόχειρ,

 γηγενέσι, καὶ κῆρες σύμφυτοί τινες σύνεισι τοῖς ἀνθρώποις. ὁ γὰρ πολὺς τὴν σύνεσιν οὗτος ἐν βασιλεῦσιν ὑπό τινων ἀναπεισθεὶς ἀνδρῶν ὀφιοτρόπων, οἳ δόλ

 παρανομήματι τῷ τῆς τετραγαμίας. Ὁ δὲ φιλοσοφώτατος ἐν βασιλεῦσι Λέων περιπεσὼν ταῖς φυσικαῖς τοῦ σώματος ἀνάγκαις καὶ νόσῳ χειμαζόμενος κίνδυνον ἀπει

 καταστρατηγηθέντι ὁπλίζεται μετὰ στρατοῦ ῥυέντος πολλαχόθεν, ἐκ Λυκαόνων, ἐκ Θρᾳκῶν, ἐκ Κόλχων, ἐξ Ἰβήρων, ἐκ Παμφυλίων, ἐκ Μυσῶν, ἐκ Σύρων, ἐκ Κιλίκω

 ἀκρώρειαν ὑψῶν ἐκ τῶν χθαμαλωτέρων πατέρα καὶ προφύλακα ποιεῖ τῆς βασιλείας. καὶ πλέον ἐφελκόμενος τὸν Ῥωμανὸν εἰς φίλτρον ἐχέγγυα προγάμια νέμει τῇ τ

 κράτους ἀθολώτου, καὶ μέλλων ἀπολύεσθαι τῶν φυσικῶν συνδέσμων, αὐτάνακτα καθίστησι τὸν Ῥωμανὸν τὸν παῖδα. Ἀλλ' οὗτος ἅπασαν ἰσχύν, ἅπασαν δυναστείαν κ

 πάντα διαπορθμεύει, καὶ φεῦ φησίν, ὦ στρατηγέ, τῆς τῶν Ῥωμαίων τύχης! ἕως καὶ πότε τῆς ἀρχῆς τὸ σκάφος ἰθυνοῦσιν εὐνοῦχοι γυναικόψυχοι, πόριμοι πρὸ

 τοῦ νομίσματος σιτοπωλεῖν μεδίμνους. οὕτω Φωκᾶς μικροπρεπῶς τὸ πρᾶγμα διετίθει, καὶ ταῦτα χιλιόσιτα πλουτῶν σιτοδοχεῖα κατάφορτα τοῖς βάρεσι καὶ σίτοι

 ἰστρογείτων τὰς φάλαγγας συγκόπτοντα, ῥηγνύντα τοὺς Σκυθάρχας, κτιννύοντα, διώκοντα, τρέποντα τοὺς προμάχους, ὡς εἴ τις λέων ἐμπεσὼν βουσὶ μεγαλοπλεύρ

 βλεφάροις νυσταγμόν, οὐδὲ ταῖς κόραις ὕπνον, ἕως τοὺς λύκους ἤλασε τοὺς προβατοσπαράκτας. ἐπέγνων τούτου τὴν ἰσχὺν οἱ δυνατοὶ Βουλγάρων· ἐβάφησαν τοῖς

 καὶ πρός τινων ἐκδιδαχθεὶς ὡς μετ' αὐτὸν τὸ κράτος εἰς Ῥωμανὸν φοιτήσειεν, ἕνα τῶν τῆς συγκλήτου, ἐπίκλην Ἀργυρόπουλον, βιάζεται τὸν ἄνδρα τὴν ἄλοχον

 σχὼν τὴν ἐπιμέλειαν τῶν γηροκομουμένων καὶ τἆλλα πάντα τῆς ἀρχῆς ἦγεν ἄνω καὶ κάτω καὶ τοῦ κρατοῦντος ἄντικρυς ὦπτο λεοντοκόμος. οὗτος οὖν πείθει Μιχα

 ἀδύτων εἰσδραμόντες ἐκεῖθεν ἀφαρπάζουσι τὸν τάλανα βοῶντα σὺν στεναγμοῖς καρδιακοῖς, σὺν δάκρυσιν ἐνθέρμοις, καὶ κόρας ἐξορύττουσιν αὐτοῦ ταῖς μαχαιρί

 ῥοὰς αἱματηράς, ἀλλὰ φονίους χύσεις. κατέλαβε τὰ φρούρια, κατέλαβε τὰς πόλεις. ἐπῄει βρέμων τῷ θυμῷ, φυσῶν ὑπὲρ Κενταύρους, ὡς Καπανεὺς μεγαλαυχῶν, κο

 Κομνηνῷ τοῦ κράτους. ἀλλ' οἱ τὸ σκάφος τῆς ἀρχῆς ἰθύνειν κληρωθέντες, μὴ σώζειν τοῦτο θέλοντες ἀλλὰ καὶ καταδύειν καὶ κλύζειν τὸν ταλάντατον κύμασι βα

 ἀλλ' αἴφνης ἀγριάνασαι σαρκὸς αἱ καταιγίδες ἐξήγειραν δυστάραχον ἄνεμον κυματίαν, ἐπήγαγον ναυτιασμοὺς ἐμέτους σκοτοδίνας, ἠπείλησαν τοὺς πλέοντας θέσ

 προβατοφρούροις μάνδραις. πτηνὴ δὲ πέλειά ποθεν ἐπιπτερυξαμένη ἐφίζησε τοῖς γόνασιν ἐν πετασμοῖς ἀψόφοις, οὐχ οἷα πρὶν τῆς κιβωτοῦ προσπτᾶσα τῷ στεγάσ

 ἐπαγγελλόμενος ἰούλου τοῖς κροτάφοις, τῷ Καίσαρι χρησάμενος τῷ θείῳ συνερίθῳ καὶ τοῖς ὑπερισχύουσι καὶ τοῖς ἐν στραταρχίαις, ἐγκαθιζάνει μὲν εὐθὺς τοῖ

 πορφυρανθεῖ λάμποντα καὶ χρυσίῳ, καὶ χρώμενος ἐξ ἀμοιβῆς ἀμφίοις ἐπαλλήλοις, ἐφ' ὑψηλῶν ἐκάθητο θρόνων ἀργυροήλων, κοσμῶν τοῖς ἀξιώμασι πάντας τοὺς πρ

ἔκλεπτον, ἐμοιχῶντο, καὶ τελευταῖον ἔβλεψαν πρὸς εἰδωλολατρείαν. Σεροὺχ δὲ πρῶτος ἤρξατο χρῆσθαι γλυπτοῖς καὶ στήλαις, ὄγδοος ὢν ἀπόγονος τοῦ Νῶε τοῦ δικαίου. οὗτος οὖν πρῶτος ὁ Σεροὺχ τιμῶν τοὺς παλαιτέρους ὡς ἀγαθῶν ἐφευρετάς, ὡς ἰσχυροὺς ἐν μάχαις, ὡς τῆς σοφίας ἀρχηγούς, ὡς ἐμπειροπολέμους, εἰκόνας κατεσκεύασεν, ἀγάλματα καὶ στήλας, δῆθεν ὡς εἰς ἀνάμνησιν καλῶν τῶν ἐξ ἐκείνων. ὅπερ μὴ γνόντες οἱ πολλοὶ τῶν μεταγενεστέρων, μὴ καταστοχασάμενοι Σεροὺχ τῆς διανοίας, ὥσπερ θεοὺς ἐτίμησαν τὰς στήλας τὰς ἀψύχους καὶ προσεκύνησαν γλυπτοῖς ἀνθρώπων χειροκμήτοις. ἐντεῦθεν εἰς ἀλλόκοτον θρησκείαν ἐκτραπέντες θρησκεύειν ἐπενόησαν ἄλλοι θεοῖς ἀλλοίοις. Αἰγύπτιοι δ' ἐξώκειλαν πάντων τῶν ἄλλων πλέον, καὶ τὴν θρησκείαν ἤγαγον ἄχρι καὶ τῶν γελοίων. ἐντεῦθεν ἐσεβάσθησαν αἰλούρους καὶ πιθήκους, ἴβεις καὶ τράγους βόας τε, κύνας καὶ κροκοδείλους καὶ τἆλλα προσοχθίσματα τῆς σφῶν φρενοβλαβείας. πάντων δ' ὑπερφερέστερον τῶν ἄλλων θρησκευμάτων τὸν Ἆπιν ἐσεβάζοντο, βοῦν τελοῦντα πολύχρουν. ἡνίκα γὰρ ἐγίνετο βοῦς παρ' αὐτοῖς τοιοῦτος, ἐπὶ τῇ γλώττῃ σήμαντρα φέρων καὶ πρὸς τῇ κέρκῳ κἀν τῷ μετώπῳ μίμημα σελήνης διχοτόμου, ἐχόρευον, ἑόρταζον, ἐτέλουν πανηγύρεις ὡς ἐνδημήσαντος θεοῦ τοῦ καινοπρεπεστέρου. κἀκεῖνον μὲν ἐφάτνιζον ἀφθόνοις πανδαισίαις, αὐτοὶ δὲ διημέρευον ἐν πότοις καὶ χορείαις. εἰς πλέον προκοπτούσης δὲ τῆς εἰδωλομανίας καὶ σύμπαν γένος ἤλασεν εἰς πλάνην τὴν ἐσχάτην. ἀλλ' ἐπαναληπτέον μοι τὰ περὶ βασιλείας. Παρ' Αἰγυπτίοις βασιλεὺς πρώτοις ὑπῆρξε πάντων· καὶ μαρτυρεῖ τῷ πράγματι ῥῆσις γραφῆς τῆς θείας. λιμοῦ καταλαβόντος γὰρ τὴν χώραν τὴν Χαλδαίων Ἀβρὰμ ὁ θεῖος ὁ πολὺς γέγονε μετανάστης καὶ τὴν συγγένειαν λιπὼν εἰς Αἴγυπτον μετῆρεν, ὡς ἀποτρέψαιτο λιμοῦ τὴν φθαρτικὴν πυράγραν, τοῖς ζωαρκέσιν ἐντυχὼν ἐκεῖ δαψιλεστέροις. συνῆν δ' αὐτῷ καὶ γαμετὴ πρὸς ξένην στελλομένῳ Σάρρα χαριτοπρόσωπος καὶ περικαλλεστάτη. οἱ τοίνυν θεραπεύοντες ἐκεῖ τὸν βασιλέα (ἦν δ' Ἀβιμέλεχ βασιλεὺς τότε τῶν Αἰγυπτίων) ἰδόντες κάλλει λάμπουσαν τὴν Σάρραν ἀσυγκρίτῳ καὶ τόσον ὑπερέχουσαν γυναίων Αἰγυπτίων ὅσον ἁπάντων τῶν ἀνθῶν τὸ ῥόδον ὑπερφέρει, τῷ βασιλεῖ προσήνεγκαν ἐρωτοληπτουμένῳ. ὁ δ' Ἀβιμέλεχ κατιδὼν ὅλως ἑάλω ταύτης, καὶ τάχ' ἂν ἐβεβήλωσε τὸ λέχος τοῦ δικαίου, εἰ μὴ θεὸς τὸν ἑαυτοῦ θεράποντα τιμήσας πληγαῖς βαρείαις ἤτασε νύκτωρ τὸν βασιλέα καὶ σὺν αὐτῷ τοὺς προσγενεῖς καὶ τοὺς δορυφοροῦντας. μετ' οὐ πολλὰς δὲ γενεὰς ἀρχῆς τῶν Αἰγυπτίων ἐν ταῖς ἡμέραις Ἀβραὰμ ἦρξε τῶν Ἀσσυρίων Βῆλος ἀνὴρ ὁ βριαρός, ὁ κραταιόχειρ γίγας, ὃν ὡς θεὸν ἐτίμησαν οἱ πεφενακισμένοι καὶ Κρόνον μετωνόμασαν. οὗτος δ' ὁ Κρόνος ἔσχε γυναῖκα τὴν Σεμίραμιν τὴν λεγομένην Ῥέαν. τῶν Αἰγυπτίων τοιγαροῦν ἡ καταδυναστεία καὶ κράτος τὸ βασίλειον καὶ τὰ τῆς ἐξουσίας μέχρις ἐτῶν διήρκεσε χιλίων πληρεστάτων καὶ πρὸς τρισὶν ἑξήκοντα πρὸς τοῖς ἑξακοσίοις. τὴν βασιλείαν πάλιν δὲ τοῦ γένους Ἀσσυρίων χίλι' ἔτη ἐμέτρησαν, καὶ σὺν αὐτῇ παρῆλθον τρὶς ἑκατὸν ἐνιαυτοὶ μέχρι Σαρδαναπάλου. Ὁ Κρόνος τοίνυν συνοικῶν τῇ γαμετῇ τῇ Ῥέᾳ σὺν ἄλλοις ἔτεκε πολλοῖς υἱοῖς καὶ τὸν Νινύαν, ὃν Νινευὶ δομήτορα φασὶ τῆς θρυλουμένης. μετὰ μικρὸν ὁ Κρόνος δὲ λιπὼν τὴν Ἀσσυρίαν πρὸς τὴν τῶν Ἄφρων ἔδραμε χώραν τὴν ἑσπερίαν. ὁ δὲ Νινύας ἔλαβε τὴν ἑαυτοῦ μητέρα εἰς γαμετὴν καὶ σύνοικον ἐξ ἐρωτομανίας, ἔρον νοσήσας ἀσελγῆ καὶ παρὰ φύσιν ἔρον, καὶ Σεμιράμιδος αὐτῆς τοῦτο συνθελησάσης· ἐξ οὗ καὶ νόμος γέγονε παρὰ τοῖς Ἀσσυρίοις μητρογαμεῖν καὶ τοὺς δεσμοὺς τῆς φύσεως συγχέειν. τὸ πρᾶγμα δὲ τὸ μυσαρὸν τοῦτο καὶ βδελυκτέον ἐξ Ἀσσυρίων ὁρμηθὲν μετέβη καὶ πρὸς Πέρσας. Ὁ βασιλεὺς Αἰγύπτου δὲ Σέσωστρις ἐν τοῖς τότε μεγαλυνθεὶς καὶ κρατυνθεὶς ὑπὲρ τοὺς πρώην πάντας οὐχ ἱκανὸν ἐνόμισεν ἄρχειν Αἰγύπτου μόνης. καὶ δὴ στρατὸν συναγαγὼν ἐκ πάσης φυλαρχίας, δορατιστὰς καὶ πελταστάς,

7