ἐκείνης δὲ τῆς γυναικὸς αὖθις προσεπειπούσης καὶ κατ' αὐτοῦ βουλεύεσθαι Γρατιανοῦ τὸν ἄνδρα, πάλιν ἀνταπεκρίνατο "τί σοι πρὸς τοῦτο, γύναι;" εὐστόχως δ' οὕτω τοι φασὶ Γρατιανὸν τοξεύειν ὡς φρένας ἔχειν λέγεσθαι Γρατιανοῦ τὰ βέλη. Τούτου σφαγέντος οἴκτιστα παρά τινος τυράννου ὁ κράτωρ Θεοδόσιος Ῥώμην καταλαμβάνει, καὶ τὸν φονέα τίννυται, καὶ τὸ τῆς Ῥώμης κράτος εἰς Οὐαλεντινιανὸν τὸν νέον μεταφέρει, τὸν ἀδελφὸν Γρατιανοῦ τοῦ βεβασιλευκότος. καὶ πάλιν ἄλλος τάραχος, πάλιν βαρύθρους κλύδων, τὸ τῆς ἀρχῆς φιλονεικῶν καταποντίσαι σκάφος. Εὐγένιός τις τυραννεῖ, καὶ βασιλεὺς ἀγχόνῃ χρησάμενος ὀδυνηρῶς τὸν βίον καταστρέφει. καὶ πάλιν Θεοδόσιος κατὰ τοῦ παλαμναίου. ζωγρεῖται γοῦν ὁ τύραννος, δεσμεῖται χειροπέδαις, τοῦ θράσους δίκας τίννυσι καὶ τῶν τετολμημένων, καὶ τῆς ζωῆς καὶ τῆς ἀρχῆς ἐλεεινῶς ἐκπίπτει. καὶ βασιλεὺς Ὁνώριος τῆς πρεσβυτέρας Ῥώμης καὶ κράτωρ ἀναδείκνυται πρὸς τοῦ πατρὸς αὐτάναξ, ὃς ἐκ Πλακίλλης γέγονεν υἱὸς Θεοδοσίῳ. Θεοδοσίου δὲ λοιπὸν τὸν βίον λελοιπότος, ἐν ἔτεσιν ἰθύναντος δεκαεπτὰ τὸ κράτος, Ἀρκάδιος χειρίζεται τοὺς οἴακας τῆς ἕω, ἐκ τῶν αὐτῶν ἀναφυεὶς σπερμάτων Ὁνωρίῳ. τότε καταφρονήσαντες ὡς μαλακοκαρδίου τοῦ τῆς ἑσπέρας ἄρχοντος αἱματορρόφοι Γότθοι, φίλοπλον ἔθνος, δύσμαχον, χαῖρον ἀνδροκτασίαις, τῶν ὅρων κατατρέχουσι τῆς παλαιτέρας Ῥώμης, καὶ πλοῦτον τὸν βασίλειον Ἀλάριχος λαμβάνει καὶ Πλακιδίαν ἀδελφὴν οὖσαν τοῦ βασιλέως, ἥτις φυγοῦσα παρευθὺ τὰς χεῖρας τῶν βαρβάρων σπουδῇ πρὸς τὸν Ὁνώριον τὸν ἀδελφὸν ἐκτρέχει, εἰς Ῥάβενναν στερρόπυργον πόλιν προσπεφευγότα, καὶ Κωνσταντίῳ ζεύγνυται τῷ ταύτην σεσωκότι· ἐξ ὧν Οὐαλεντινιανὸς ὁ νέος ἀπετέχθη, ὁ μετὰ ταῦτα βασιλεὺς ἀναδειχθεὶς τῆς Ῥώμης. ὡς δὲ τὸν χοῦν Ἀρκάδιος ἀπέθετο τοῦ σκήνους, ἔτεσι δέκα πρὸς τρισὶν αἰσίως βασιλεύσας, τῆς ἕω Θεοδόσιος ἐγκάθηται τοῖς θρόνοις, ὃν βασιλεὺς Ἀρκάδιος ἐξ Εὐδοξίας ἔσχεν. Ὁ τοίνυν Θεοδόσιος ἰδίαν θυγατέρα πέμπει Οὐαλεντινιανῷ πρὸς γάμου κοινωνίαν. ἀλλὰ γὰρ τὸ φιλήδονον τούτου τοῦ νεανίου καὶ λύττησις ἀκάθεκτος ἡ τῆς φιλοσαρκίας ζωῆς αὐτὸν ἐστέρησε καὶ κράτους βασιλείου, καὶ τὴν τοῦ λέχους κοινωνὸν κατήγαγεν εἰς ὕβριν. ὅπως δὲ τοῦτο γέγονεν εἰρήσεται συντόμως. Μάξιμος ἦν ὑπατικὸς ἐν Ῥώμῃ πρωτιστεύων. τούτῳ συνῴκει γύναιον ἐπέραστον τὴν ὄψιν, κάλλος ἀμήχανον αὐχοῦν, κῆπος ἄντικρυς κάλλους· ἐκόσμει δὲ τὸ γύναιον ἡ σωφροσύνη πλέον. ὅπερ ἰδὼν ὁ βασιλεὺς ἁλίσκεται τῷ κάλλει, καὶ πάντα κάλων συγκινεῖ πρὸς τὸ τυχεῖν τοῦ πόθου. τῷ γοῦν ἀνδρὶ τῆς γυναικὸς Μαξίμῳ συγκυβεύων καὶ καθυπέρτερος φανείς, μὴ φέροντος χρυσίον, λαμβάνει τὸν δακτύλιον τὸν χρύσεον ἐκείνου, φερέγγυον ἐσόμενον τῶν ἐποφειλομένων. ἐκπέμπει τὸν δακτύλιον τῇ γυναικὶ σημεῖον, τὴν ἄφιξιν ἐνδώσοντα τὴν πρὸς τὴν βασιλίδα. πιστεύει τούτοις ἡ γυνή, γνωρίζει τὸ σημεῖον. φθάνει πρὸς τὰ βασίλεια. τίνα τὰ μετὰ ταῦτα; ὁ βασιλεὺς ἀπολαβὼν ταύτην αἰσχύνει βίᾳ. μανθάνει ταῦτα Μάξιμος, πιμπρᾶται τὴν καρδίαν, εἰς ἄμυναν ὁπλίζεται, δόλους παντοίους ῥάπτει, καὶ τελευταῖον θανατοῖ ξίφει τὸν βασιλέα, φρουρῶν ἀρίστων στρατηγῶν πρῶτον αὐτὸν στερήσας, αἰσχύνει καὶ τὴν γαμετὴν τούτου τὴν Εὐδοξίαν. ἡ βασιλὶς δεινοπαθεῖ, τὴν ὕβριν ἀναστένει, καὶ πέμπει πρὸς Γιζέριχον τῶν Οὐανδήλων ῥῆγα, κατὰ τῆς Ῥώμης ἐπελθεῖν ἐκεῖνον παρορμῶσα. ἐπῆλθεν ὁ Γιζέριχος, ἐκράτησε τῆς Ῥώμης, ἠνδραποδίσατο πικρῶς, δορυαλώτους ἔσχεν αὐτήν τε τὴν βασίλισσαν καὶ τὰς ἐκείνης κόρας. Ἡ μὲν οὖν Ῥώμη πρὸς μικρὸν ἔτι βασιλευθεῖσα τὸ κράτος τὸ βασίλειον εἰς τέλος ἀφῃρέθη, καὶ τῶν βαρβάρων τοῖς ῥηξὶν εἶξε καὶ τοῖς ἐθνάρχαις, καὶ ταῖς παλάμαις δυστυχῶς τούτων ἐταπεινώθη. ἦρξε μὲν οὖν ὁ Μάξιμος ὁ τότε τυραννήσας, καὶ μετ' αὐτὸν Ἀνθέμιος, Ὀλύβριος ὁ πάνυ· μετὰ δὲ τὸν Ὀλύβριον ἐκράτησε Μαΐωρ, καὶ μετ' αὐτὸν Γλυκέριος, καὶ μετὰ τοῦτον πάλιν Νεπωτιανὸς
31