2
σπένδοντι τῷ Οὐρβανῷ πρόσεισιν, καὶ τῆς δεξιᾶς χειρὸς λαβόμενος, εἴργει μὲν τῆς εἰδωλολάτρου πράξεως, ἤθει δὲ εὖ μάλα πράῳ μετὰ παραστήματος ἐνθέου παύσασθαι παρῄνει τῆς πλάνης· μὴ γὰρ ἐξὸν εἶναι ἀποστραφέντα τὸν ἕνα καὶ μόνον καὶ ἀληθῆ θεὸν ἀψύχοις εἰδώλοις καὶ πνεύμασι πονηροῖς θύειν. 4.9 ἦν δὲ ἄρα ὁ θεὸς αὐτὸς ὁ τῶν ἀσεβῶν τὸν ἔλεγχον διὰ τοῦ μειρακίου ποιούμενος, ἐπὶ τοῦτό τε αὐτὸν προήγαγεν ἡ τοῦ σωτῆρος ἡμῶν δύναμις, μόνον οὐχὶ διὰ τοῦ πραττομένου βοῶσα ὅτι τοσοῦτον ἀποδέουσιν οἱ αὐτοῦ στρατιῶται, οἵ γε ὄντως τοιοῦτοι, ταῖς τῶν ἀθέων γνώμαις πείθεσθαι, ὡς μὴ μόνον τῶν ἀπειλουμένων καὶ παντὸς θανάτου καταφρονεῖν, ἀλλὰ καὶ τοσοῦτον ἀποδεῖν τῆς ἐπὶ τὰ χείρω προτροπῆς, ὡς εὐγενεῖ φρονήματι καὶ ἀτρόμῳ γλώττῃ πρὸς ἅπαντας ἐλευθεροσ τομεῖν καὶ ἤδη καὶ αὐτούς, ὅλως εἰ δυνατὸν εἴη, πείθειν βούλεσθαι τοὺς ἐλαύνοντας μεταθέσθαι μὲν τῆς ἀγνοίας, τὸν δὲ σωτῆρα τῶν ὅλων καὶ μόνον ἀληθινὸν θεὸν ἐπιγινώσκειν. 4.10 οἱ δὲ δαιμόνων ὑπηρέται πληγέντες ὥσπερ ὑπό τινος καυτῆρος τὰς φρένας, οἱ ἀμφὶ τὸν ἡγεμόνα στρατιῶται, σπαράττουσι παίοντες κατὰ πρόσωπον καὶ χαμαὶ κείμενον τοῖς ποσὶ καταπατοῦντες πιεσμοῖς τε τὸ στόμα καὶ τὰ χείλη διασπῶντες· ἃ δὴ πάντα ἀνδρειότατα ὑποστάς, τέως μὲν εἰς τὸν τῆς εἱρκτῆς σκοτεινὸν μυχὸν ἀνελαμβάνετο, 4.11 νυχθήμερον δὲ ἐνταῦθα παραταθεὶς ἐπὶ τοῦ κολαστηρίου ξύλου τοὺς πόδας τῇ ὑστεραίᾳ παρίσταται τοῖς δικαστηρίοις. ἔνθα ὁ γενναῖος τοῦ ἔθνους ἡγούμενος Οὐρβανὸς ἐπίδειξιν ὥσπερ τινὸς ἀγαθοῦ τῆς οἰκείας ὠμότητος ποιούμενος, πᾶν εἶδος κολαστηρίων ἐπήγαγεν κατὰ τοῦ μάρτυρος, τὰς πλευρὰς ἄχρις ὀστέων καὶ σπλάγχνων αὐτῶν (καταξαίνειν παρακελευόμενος δὲ πληγάς τε κατὰ προσώπου καὶ αὐχένος αὐτῷ τοσαύτας ἐπιθεῖναι, ὡς μηκέθ', ὅστις εἴη, τὸ πρόσωπον ἀφανισθέντα, γινώσκεσθαι. 4.12 ὁ μὲν δῆτα θεοῦ μάρτυς, οἷά τις ἀδάμας, καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ῥωσθεὶς ἔτι μᾶλλον θείας δυνάμεως ἐμπνεούσης, πολλὰ τοῦ δικαστοῦ πυνθανομένου οὐδὲν πλεῖον ἢ Χριστιανὸν ἑαυτὸν ὡμολόγει εἶναι, εἶτα ἐρωτώμενος ὅστις εἴη καὶ πόθεν, ποῖ τε εἴη μένων, οὐδὲν ἕτερον ἢ Χριστοῦ δοῦλον ἑαυτὸν ὡμολόγει· ὃ δὲ εἰς μανίαν ἤδη χωρῶν καὶ κινούμενος ἐπὶ τῇ τοῦ μάρτυρος ἀνικήτῳ φωνῇ, λίνοις ἐλαίῳ δευθεῖσιν τοὺς πόδας περιπλέξαντας αὐτοῦ πῦρ ὑφάψαι προστάττει. ὡς δὲ οἱ βασανισταὶ τὸ προσταχθὲν ἐτέλουν, ἀνήρτητο δὲ ὑψηλῶς ὁ μάρτυς, φοβερὸν δὲ θέαμα τοῖς ὁρῶσιν ἦν, οὕτω μὲν τὰς πλευρὰς διερρωγώς, οὕτω δὲ διωγκηκὼς καὶ τοῦ προσώπου τὴν μορφὴν ἠλλοιωμένος, πολλῷ τε τῷ πυρὶ τοὺς πόδας ἐπὶ μακρὸν καιόμενος χρόνον, ὡς διαρρεῖν μὲν τηκομένας κηροῦ δίκην τὰς σάρκας, τῶν δὲ ὀστέων καθάπερ ξηρῶν καλάμων εἴσω διικνεῖσθαι τὸ πῦρ. 4.13 ἀλλ' οὐδὲν τούτων ἔμελεν τῷ πάσχοντι· ἔνδον γὰρ εἶχεν βοηθὸν τὸν ἐν αὐτῷ θεόν, ἐναργῆ τοῖς πᾶσι τὴν αὐτοῦ βοήθειαν καὶ παρουσίαν ὥσπερ τὶ φῶς ὁρᾶν παρεχόμενον· δι' ὃ δὴ μείζονος θάρσους ὁ μάρτυς ἐνεπίμπλατο καὶ πλείονος παρρησίας μεστὸς ἦν. φωνῇ δ' οὖν ἐβόα μεγίστῃ καὶ λόγῳ τὴν εἰς τὸν μαρτυρούμενον θεὸν ἀνεκήρυττεν ὁμολογίαν ἐμαρτύρει τε παρούσης αὐτῷ τῆς Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν δυνάμεως καὶ τὰς παραδόξους ταύτας θέας ὡς ἐν μεγίστῳ θεάτρῳ δεικνυμένης. οἳ μὲν γὰρ ἐλύττων οἷα δαίμονες, καὶ τὰς ψυχὰς ὀδυνώμενοι, ὡς ἂν αὐτοὶ τὰ δεινὰ πάσχοντες, πρίοντες τοὺς ὀδόντας καὶ τοὺς λογισμοὺς καόμενοι, λέγειν ἐξεβιάζοντο ὅστις εἴη καὶ πόθεν καὶ ποῖ εἴη μένων, θύειν τε καὶ τοῖς ὡρισμένοις πειθαρχεῖν· ὃ δὲ εἰς πάντας ἀποβλέπων οἷα μεθύοντας ἑώρα, ἀλλ' οὐδὲ ἀποκρίσεως αὐτοὺς καταξιῶν, πρὸς τὰς πεύσεις μιᾷ μόνῃ ἐκέχρητο φωνῇ τὸν Χριστὸν ὁμολογούσῃ καὶ τὸν τούτου πατέρα καὶ τὸ ἅγιον πνεῦμα μόνον εἰδέναι μαρτυρούσῃ θεόν. ἤδη γοῦν ἡττημένων καὶ ἀπειρηκότων τῶν πολεμίων, αὖθις ἐπὶ τὴν εἱρκτὴν ἀνελαμβάνετο, τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ τῷ δικαστῇ προσαχθεὶς καὶ τὴν