1

 2

 3

 4

 5

 6

 7

 8

 9

4

ἐμπίμπλαται, θύειν τε αὐτῇ προστάξας, ἐπειδὴ ἀνανεύουσαν ηὕρισκεν, ταύτῃ μᾶλλον ὁ θηριωδέστατος δεινὰς κατὰ τῶν πλευρῶν καὶ κατὰ τῶν μαζῶν ἐπιτίθησιν αὐτῇ βασάνους, ὀστέων τε αὐτῶν εἴσω δὴ καὶ σπλάγχνων ὁ ἀνηλεὴς ἐχώρει, ἐπιμόνως τὴν παῖδα τιμωρούμενος σιγῇ τὰς βασάνους δεχομένην. ἔτι δ' ἐμπνέουσαν ἠρώτα θύειν παρακελευόμενος· ἣ δὲ διάρασα τὸ στόμα καὶ τοῖς ὀφθαλμοῖς ὀξὺ καὶ ἀτενὲς ἐμβλέψασα, ὑπομειδιῶντι προσώπῳ (ἐπήνθει δὲ αὐτῇ καὶ τὸ τῆς ἀκμῆς κάλλος) «τί δὴ πλανᾷ», φησίν, «ἄνθρωπε, οὐκ εἰδώς με κατ' εὐχὰς πράττειν νῦν ὅτε τῶν τοῦ θεοῦ μαρτύρων κοινωνίας τυχεῖν ἠξιώθην;» ὃ δὲ ἐπειδὴ συνεῖδεν ἑαυτὸν γέλωτα τῆς κόρης γενόμενον, οὐκέθ' οἷός τε ὢν καὶ μείζοσιν αὐτὴν ἢ πρότερον βασάνοις αἰκίζεσθαι, τοῖς θαλαττίοις κατακρίνει βυθοῖς. μεταστὰς δὲ ἀπὸ ταύτης ἐπὶ τοὺς λοιποὺς ᾔει ὁμολογητάς, ὧν αἰτίαι τῇ κόρῃ πέπρακται τὰ δεδηλωμένα, ὁμοῦ δὲ πάντας τοῖς κατὰ Παλαιστίνην χαλκοῦ μετάλλοις παραδίδωσιν, οὐδὲν εἰπὼν οὐδ' ἀνάγκην ἐπιθείς· ἡ γὰρ πρόμαχος ἁπάντων τοὺς αὐτῶν ἀναδεξαμένη πόνους καὶ τὸν ὠμὸν δικαστὴν εὐτονίᾳ καὶ ῥώμῃ ψυχῆς παραλύσασα, δειλὸν καὶ εἰς τοὺς μετὰ ταῦτα κατεστήσατο. ἡμέρα κυριακὴ ἦν, καθ' ἣν ταῦτα ἐπὶ τῆς Καισαρείας ἐν μηνὶ τῷ εἰρημένῳ καὶ κατὰ τὸ δηλωθὲν ἔτος ἐπράχθη. 11.1 Καιρὸς δὴ καλεῖ πρὸς πᾶσι τὸ μέγα καὶ περιβόητον ἀνιστορῆσαι θέατρον Παμφίλου τοῦ ἁγίου μάρτυρος καὶ τῶν σὺν αὐτῷ τελειωθέντων θαυμασίων ἀνδρῶν καὶ πολυτρόπους εὐσεβείας ἄθλους ἐπιδεδειγμένων. α πλείστων γοῦν ὅσων ἐγνωσμένων ἡμῖν κατὰ τὸν διωγμὸν ἀνδρισαμένων, τὸν περὶ ὧν ὁ λόγος ἀγῶνα σπανιώτατον ὧν ἡμεῖς ἔγνωμεν, ἱστορήσαμεν, ἀθρόως ἐν αὐτῷ πᾶν εἶδος ἡλικιῶν τε σώματος καὶ ψυχῶν ἀγωγῆς βίου τε καὶ ἀναστροφῆς διαφόρου περιειληφότα βασάνων τε ποικίλοις εἴδεσι καὶ τοῖς κατὰ τὸ τέλειον μαρτύριον ἐνηλλαγμένοις στεφάνοις κεκοσμημένον. β νέους τε γὰρ ἦν ἰδεῖν καὶ κομιδῇ παῖδας τῶν σὺν αὐτοῖς Αἰγυπτίων τινάς, ἡβῶντας δὲ ἄλλους, μεθ' ὧν καὶ ὁ Πορφύριος ἦν, ἀκμαίους τε αὖ σώματί τε ὁμοῦ καὶ φρονήσει τοὺς ἀμφὶ τὸ ποθεινόν μοι ὄνομα καὶ τὸν Ἰαμνίτην Παῦλον Σέλευκόν τε καὶ Ἰουλιανόν, ἄμφω τῆς Καππαδοκῶν γῆς ὁρμωμένους· ἦσαν δὲ ἐν αὐτοῖς καὶ ἱερᾷ πολιᾷ βαθυτάτῳ τε γήρᾳ πεπυκασμένοι, Οὐάλης, διάκονος τῆς Ἱεροσολυμιτῶν ἐκκλησίας, καὶ ὁ τοὔνομα ἐπαληθεύσας Θεόδουλος. ξ τοιαύτη μὲν οὖν ἐν αὐτοῖς ἡ τῶν ἡλικιῶν ἐτύγχανε ποικιλία· ψυχῶν δὲ ἀγωγαῖς διήλλαττον, οἳ μὲν ἰδιωτικώτερον οἷα παῖδες καὶ ἁπλούστερον ἔτι τὸν νοῦν φοροῦντες, οἳ δὲ καὶ πάνυ στιβαρὸν καὶ ἐμβριθὲς κεκτημένοι τὸ ἦθος, ἦσαν δὲ ἐν αὐτοῖς καὶ οἱ τῶν ἱερῶν μαθημάτων οὐκ ἀνεπιστήμονες· συγγενῶς δὲ ἅπασιν ὑπερφυὴς καὶ ἐνάρετος ἡ ἀνδρεία προσῆν. δ οἷα δέ τις ἐν ἀποστίλβουσιν ἄστροις ἡμεροφανὴς φωστὴρ ἐν μέσοις διέπρεπεν ἐξαστράπτων ὁ ἐμὸς δεσπότης (οὐ γὰρ ἑτέρως προσειπεῖν ἔστι μοι θέμις τὸν θεσπέσιον καὶ μακάριον ὡς ἀληθῶς Πάμφιλον)· παιδείας γὰρ οὗτος τῆς παρ' Ἕλλησι θαυμαζομένης οὐ μετρίως ἧπτο τῇ τε κατὰ τὰ θεῖα δόγματα καὶ τὰς θεοπνεύστους γραφάς, εἰ χρή τι θρασύτερον, πλὴν ἀληθὲς εἰπεῖν, ὡς οὐδ' ἕτερον ἔχει τις φάναι τῶν κατ' αὐτόν, ἤσκητο. μεῖζον δὲ τούτων ἐκέκτητο πλεονέκτημα τὴν οἴκοθεν, μᾶλλον δὲ θεόθεν αὐτῷ δεδωρημένην σύνεσίν τε καὶ σοφίαν. ε καὶ τὰ μὲν περὶ ψυχὴν οὕτως εἶχον οἱ πάντες· βίου δὲ αὖθις καὶ ἀναστροφῆς πλείστη τις ἐν αὐτοῖς ὑπῆρχε διαλλαγή, τοῦ μὲν Παμφίλου ἐξ εὐπατριδῶν κατάγοντος τὸ κατὰ σάρκα γένος ἐπισήμως τε ταῖς κατὰ τὴν πατρίδα πολιτείαις διαπρέψαντος, τοῦ δὲ Σελεύκου ταῖς κατὰ τὴν στρατείαν ἀξίαις περιφανέστατα τετιμημένου, τῶν δὲ τῆς μέσης καὶ κοινῆς γεγονότων ἀγωγῆς. οὐκ ἦν δὲ αὐτῶν ὁ χορὸς οὐδὲ τοῦ οἰκετικοῦ γένους ἐκτός· ὅ τε γὰρ ἡγεμονικῆς οἰκετίας θεράπων αὐτοῖς συγκατείλεκτο καὶ ὁ Πορφύριος, τὸ μὲν δοκεῖν τοῦ Παμφίλου γεγονὼς οἰκέτης, διαθέσει γε μὴν ἀδελφοῦ καὶ μᾶλλον