1

 2

 3

 4

 5

 6

 7

 8

 9

7

γῆς ποῖ κειμένη, ἀκριβῶς ἐπολυπραγμόνει καὶ δῆτα καὶ βασάνους ἐπῆγεν, ὡς ἂν τἀληθὲς ὁμολογοίη. ὃ δὲ στρεβλούμενος κατόπιν τὼ χεῖρε καὶ τοῖν ποδοῖν μαγγάνοις τισὶν διακλώμενος, εἰρηκέναι τἀληθὲς διισχυρίζετο. 11.11 εἶτα ταυτὰ πάλιν καὶ πολλάκις πυνθανομένου τίς εἴη καὶ ποῖ κειμένη ἡ λεχθεῖσα πόλις Ἱερουσαλὴμ, μόνων αὐτὴν εἶναι τῶν Χριστιανῶν ἔλεγε πατρίδα· μὴ γὰρ καὶ ἑτέροις ἢ τούτοις μόνοις αὐτῆς μετεῖναι· κεῖσθαι δὲ πρὸς ἀνατολαῖς καὶ πρὸς αὐτῷ φωτὶ καὶ ἡλίῳ. 11.12 ὃ μὲν καὶ πάλιν διὰ τούτων κατὰ τὸν οἰκεῖον νοῦν ἐφιλοσόφει, τῶν ἐν κύκλῳ βασάνοις αὐτὸν αἰκιζομένων οὐδὲν ἐπιστρεφόμενος, ὥσπερ δέ τις ἄσαρκος καὶ ἀσώματος οὐδὲ ἐπαισθάνεσθαι ἐδόκει τῶν ἀλγηδόνων· ὁ δὲ δικαστὴς ἀπορούμενος ἐσφάδαζεν, ἐχθρὰν καὶ Ῥωμαίοις πολεμίαν τάχα που συστήσασθαι ἑαυτοῖς πόλιν Χριστιανοὺς οἰόμενος, 11.13 πολύς τε ἦν ἐπικείμενος ταῖς βασάνοις καὶ ἀνερευνῶν τὴν δηλωθεῖσαν πόλιν τήν τε κατὰ ἀνατολὰς ἐξετάζων χώραν. ὡς δὲ καὶ ἐπὶ πλεῖον μάστιξι τὸν νεανίαν καταξήνας ἀπαράλλακτον τῶν πρότερον αὐτῷ ῥηθέντων ἑώρα, τὴν ἐπὶ θανάτῳ κατ' αὐτοῦ κεφαλικὴν ἐκφέρει ψῆφον. καὶ τὰ μὲν κατὰ τοῦτον τοιαύτην εἴληφε δραματουργίαν· καὶ τοὺς λοιποὺς δὲ τῶν Αἰγυπτίων τοῖς παραπλησίοις διαγυμνάσας παλαίσμασι, τὸν ὅμοιον ἀπαλλάττει τρόπον. 11.14 εἶτα ἐκ τούτων ἐπὶ τοὺς ἀμφὶ τὸν Πάμφιλον μεταβάς, ἀνεδιδάσκετο ὡς ἄρα πρότερον ἤδη πλείστων εἶεν βασάνων πεπειραμένοι· ἄτοπον δὲ εἶναι λογισάμενος ταῖς αὐταῖς αἰκίαις περιβάλλειν τοὺς ἄνδρας καὶ μάταια μοχθεῖν, τοσοῦτον μόνον εἰ κἂν νῦν πειθαρχοῖεν, ἀνεπυνθάνετο, ἀκούσας δὲ παρ' ἑκάστου τὴν ὑστάτην τῆς μαρτυρίας φωνήν, παραπλησίως κεφαλικὴν τιμωρίαν κατ' αὐτῶν ἐξενεγκάμενος ἐπάγει. 11.15 οὔπω δὲ αὐτῷ πᾶν εἴρητο τὸ ἔπος, καί ποθεν ἀναβοᾷ μειράκιόν τι τῆς οἰκετικῆς τοῦ Παμφίλου θεραπείας ἐκ μέσου τοῦ πλήθους τῶν ἀμφὶ τὸ δικαστήριον κυκλούντων παρελθὸν εἰς μέσον· ἐβόα δὲ μεγάλῃ τῇ φωνῇ ταφῇ τὰ σώματα ἐξαιτούμενον. Πορφύριος ἦν ὁ μακάριος, θρέμμα γνήσιον Παμφίλου οὐδ' ὅλων ὀκτωκαίδεκα ἐτῶν, καλλιγραφικῆς ἐπιστήμης ἔμπειρος, σωφροσύνης δὲ ἕνεκα καὶ τρόπων πάντα καλύπτων ἐγκώμια ὡς οἷα ὑπὸ τηλικῷδε ἀνδρὶ συνησκημένος. ὡς ἔγνω τὴν κατὰ τοῦ δεσπότου ψῆφον, ἀπὸ μέσης τῆς πληθύος ἀνέκραγε, γῇ τὰ σώματα παραδοθῆναι ἀξιῶν. 11.16 ὃ δὲ οὐκ ἄνθρωπος, ἀλλὰ θὴρ καὶ θηρίου παντὸς ἀγριώτερος, μήτε τῆς αἰτήσεως τὸ εὔλογον ἀποδεξάμενος μήτε τῷ τῆς ἡλικίας ἀπονείμας νέῳ συγγνώμην, αὐτὸ μόνον ὡς ὁμολογοῦντα Χριστιανὸν ἔμαθε, παντὶ σθένει τοῖς βασανισταῖς κατ' αὐτοῦ χρῆσθαι προστάττει. 11.17 ὡς δὲ ἐπικελευομένου θύειν ἀνένευεν ὁ θαυμάσιος, οὐκέθ' οἷα σάρκας ἀνθρώπου, ἀλλ' οἷα λίθους ἢ ξύλα ἤ τι τῶν ἀψύχων ἕτερον ἄχρις ὀστέων αὐτῶν καὶ τῶν κατὰ βάθους σπλάγχνων αἰκίζειν αὐτὸν καὶ πᾶν τὸ σῶμα καταξαίνειν ἐπικελεύεται. εἰς μακρὸν δὲ τούτου γινομένου, μάτην ἐγχειρεῖν διέγνω, ἀφώνου μικροῦ δεῖν καὶ ἀψύχου τοῦ σώματος τῷ γενναίῳ μάρτυρι καταστάντος· 11.18 παράμονον δὲ τὸ ἀνηλεὲς καὶ ἀπάνθρωπον κεκτημένος ὁ δικαστὴς τριχῶν πεπλεγμένοις ὑφάσμασιν τὰς ἐκδαρείσας ταῖς βασάνοις πλευρὰς ψήχειν καὶ τρίβειν ἐπὶ πλέον προστάττει, εἶθ' ὥσπερ κόρον λαβὼν καὶ τῆς μανίας ἐμφορηθεὶς μακρῷ καὶ μαλθακῷ πυρὶ παραβληθῆναι αὐτὸν ἀποφαίνεται. οὗτος μὲν οὖν πρὸ τῆς τοῦ Παμφίλου τελειώσεως, ὕστατος ἐπὶ τὸν ἀγῶνα παρελθών, τῇ ἀπὸ τοῦ σώματος ἀπαλλαγῇ τὸν δεσπότην προέλαβεν· 11.19 ἦν δὲ ἄρα τὸν Πορφύριον θεωρεῖν ἱερονίκου διαθέσει πάμμαχον νενικηκότος κεκονιμένον τὸ σῶμα, φαιδρὸν δὲ τὴν ὄψιν θαρσαλέῳ τε φρονήματι καὶ γαύρῳ τὴν ἐπὶ τὸν θάνατον βαδίζοντα, θείου πνεύματος ὡς ἀληθῶς ἔμπλεων. καὶ δὴ φιλοσόφῳ σχήματι τῷ περὶ αὐτὸν ἀναβολαίῳ τρόπον ἐξωμίδος ἠμφιεσμένος, ἄνω βλέπων καὶ πάντα τὸν θνητὸν καὶ ἀνθρώπινον ὑπερφρονῶν βίον ἀτρεμεῖ τῇ ψυχῇ πρόσεισι τῇ