1

 2

 3

 4

 5

 6

 7

 8

 9

9

τῷ μακαρίῳ Παμφίλῳ τῆς τοῦ μαρτυρίου τελειώσεως ἠξιώθη. 11.28 ἐπὶ τέτταρας δῆτα ἡμέρας τοσαύτας τε νύκτας προστάξει τοῦ Φιρμιλιανοῦ τὰ πανάγια σώματα τῶν τοῦ θεοῦ μαρτύρων εἰς βορὰν τοῖς σαρκοβόροις θηρίοις ἐξέκειτο· ὡς δὲ οὐδὲν αὐτοῖς προσῄει, οὐ θήρ, οὐκ ὄρνεον, οὐ κύων, ἐξ οἰκονομίας θεοῦ ληφθέντα σῶα καὶ ἀβλαβῆ, τῆς προσηκούσης τιμῆς καὶ κηδείας λαχόντα, τῇ συνήθει παρεδόθη ταφῇ, ναῶν οἴκοις περικαλλέσιν ἀποτεθέντα ἐν ἱεροῖς τε προσευκτηρίοις εἰς ἄληστον μνήμην τῷ τοῦ θεοῦ λαῷ τιμᾶσθαι παραδεδομένα.