1

 2

 3

 4

 5

 6

 7

 8

 9

8

πυρᾷ. ἤδη δὲ αὐτῷ τῆς φλογὸς πελαζούσης ὡς ἂν μηδενὸς αὐτῷ παρόντος λυπηροῦ, ἀταράχῳ καὶ νήφοντι λογισμῷ περὶ τῶν οἰκείων τοῖς γνωρίμοις ὁ ἥρως διετάττετο εἰς ἔτι τότε τὸ πρόσωπον φαιδρὸν καὶ ἀπαράλλακτον διαφυλάττων. ὡς δὲ τοῖς γνωρίμοις αὐτάρκως συνετάξατο, πρὸς τὸν θεὸν ἤδη λοιπὸν ἠπείγετο· τῆς γέ τοι πυρᾶς ἐξ ἀποστήματος κύκλῳ περὶ αὐτὸν ἁφθείσης, ἐνθένδε κἀκεῖθεν ὑφήρπαζε τῷ στόματι τὴν φλόγα, ἐπισπέρχων αὐτὸς ἑαυτὸν ἐπὶ τὴν προκειμένην πορείαν· καὶ τοῦτο ἔπραττεν οὐδὲ ἕτερον ἢ Ἰησοῦν ἀνακαλούμενος. 11.20 τοιοῦτος καὶ ὁ Πορφυρίου ἆθλος· τῆς δὲ κατ' αὐτὸν τελειώσεως ἄγγελος τῷ Παμφίλῳ γενόμενος Σέλευκος τοῦ σὺν αὐτοῖς καταξιοῦται παραχρῆμα κλήρου. αὐτίκα γοῦν διαγγείλαντα αὐτὸν τῷ Παμφίλῳ τὸ τοῦ Πορφυρίου τέλος καὶ τῶν μαρτύρων ἕνα φιλήματι ἀσπασάμενον συλλαβόντες οἱ στρατιῶται ἄγουσιν ἐπὶ τὸν ἡγεμόνα· ὃ δὲ ὥσπερ ἐπισπεύδων τῶν πρότερον αὐτὸν συναπόδημον γενέσθαι, κεφαλικῇ κολασθῆναι τιμωρίᾳ προστάττει. 11.21 τῆς Καππαδοκῶν οὗτος ὡρμᾶτο γῆς, λαμπρότατα δὲ τῶν ἐν στρατείαις εὐδοκιμήσας, τῶν ἐν Ῥωμαϊκαῖς προκοπαῖς οὐ μικρᾶς ἐπείληπτο ἀξίας· οὐ μὴν ἀλλὰ καὶ αὐτῇ ἡλικίᾳ καὶ ῥώμῃ σώματος μεγέθει τε καὶ ἰσχύος ἀρετῇ πλεῖστον ὅσον τοὺς λοιποὺς ἐπλεονέκτει, καὶ τὴν πρόσοψιν δὲ αὐτὴν περίβλεπτος ἦν τοῖς πᾶσι τό τε πᾶν εἶδος ἀξιάγαστος μεγέθους ἕνεκα καὶ εὐμορφίας. 11.22 κατ' ἀρχὰς μὲν οὖν τοῦ διωγμοῦ διὰ μαστίγων ὑπομονῆς τοῖς κατὰ τὴν ὁμολογίαν διέπρεψεν ἀγῶσι· μετὰ δὲ τὴν τῆς στρατείας ἀπαλλαγὴν ζηλωτὴν αὐτὸς ἑαυτὸν καταστήσας τῶν τῆς θεοσεβείας ἀσκητῶν, Χριστοῦ γνήσιος στρατιώτης ἀποδέδεικται, ὀρφανῶν ἐρήμων καὶ χηρῶν ἀπεριστάτων τῶν τε ἐν πενίᾳ καὶ ἀσθενείᾳ καταπονουμένων ἐπίσκοπός τις οἷα καὶ φροντιστὴς ἐπιμελούμενος πατρός τε καὶ κηδεμόνος δίκην τῶν ἀπερριμμένων ἁπάντων τοὺς πόνους καὶ τὰς κακοπαθείας ἀνακτώμενος· ὅθεν εἰκότως πρὸς τοῦ τοῖς τοιοῖσδε χαίροντος θεοῦ μᾶλλον ἢ ταῖς διὰ καπνοῦ καὶ αἵματος θυσίαις τῆς κατὰ τὸ μαρτύριον ἠξιώθη τελειώσεως. 11.23 δέκατος οὗτος ἀθλητὴς σὺν τοῖς εἰρημένοις μιᾷ καὶ τῇ αὐτῇ τετελείωτο ἡμέρᾳ, καθ' ἥν, ὡς ἔοικε, μεγίστης τῷ Παμφίλου μαρτυρίῳ πύλης οὐρανῶν διανοιχθείσης, εὐμαρὴς ἅμ' αὐτῷ καὶ ἄφθονος ἡ τῆς τοῦ θεοῦ βασιλείας ἐγένετο πάροδος. 11.24 κατ' ἴχνος δῆτα τῷ Σελεύκῳ Θεόδουλος σεμνός τις καὶ θεοσεβὴς παρῄει πρεσβύτης, τῆς ἡγεμονικῆς οἰκετίας πρώτης τιμῆς ἠξιωμένος τρόπων καὶ ἡλικίας ἕνεκα καὶ διὰ τὸ τριγενείας αὐτὸν πατέρα καθεστάναι καὶ ἔτι μᾶλλον δι' ἣν ἔσῳζε περὶ τοὺς κηδεμόνας εὔνοιαν. τὸ παραπλήσιον δὴ τῷ Σελεύκῳ καὶ οὗτος διαπραξάμενος καί τινα τῶν μαρτύρων ἀσπασάμενος φιλήματι, προσάγεται τῷ δεσπότῃ, μᾶλλόν τε αὐτὸν τῶν ἄλλων ἐπ' ὀργὴν ὀξύνας, ταὐτὸν τοῦ σωτηρίου μαρτύριον πάθους σταυρῷ παραδοθεὶς ἀνεδέξατο. 11.25 ἐπὶ τούτοις ἑνὸς ἔτι λείποντος ὃς τὸν δωδέκατον ἀποπληρώσειεν τοῖς εἰρημένοις ἀριθμόν, Ἰουλιανὸς παρῆν τοῦτον ἀποπληρώσων. ἐξ ἀποδημίας οὗτος αὐτῆς ὥρας ἀφικόμενος μηδὲ εἰσβαλών πω τῇ πόλει, εὐθὺς ὡς εἶχεν ἀπὸ τῆς ὁδοῦ, μαθὼν παρά του καὶ ὁρμήσας ἐπὶ τὴν τῶν μαρτύρων θέαν ὡς ἐπὶ τῆς γῆς χαμαὶ κείμενα τὰ τῶν ἁγίων ἐθεάσατο σώματα, χαρᾶς ἔμπλεως γεγονώς, ἑκάστῳ περιπλέκεται, φιλήματι τοὺς πάντας ἀσπαζόμενος. 11.26 ἔτι δὲ τοῦτο πράττοντα συλλαβόντες οἱ τῶν φόνων διάκονοι προσάγουσι τῷ ἄρχοντι· ὃ δὲ ἀκόλουθα τῇ προαιρέσει τελῶν, μακρῷ καὶ τοῦτον πυρὶ παραδίδωσιν. οὕτω δῆτα καὶ Ἰουλιανὸς σκιρτῶν καὶ ὑπεραλλόμενος μεγάλῃ τε τῇ φωνῇ τῷ τηλικούτων αὐτὸν ἀγαθῶν ἀξιώσαντι θεῷ χάριτας ὁμολογῶν, μαρτύρων ἐν χοροῖς ἀνελαμβάνετο. 11.27 ἦν δὲ καὶ οὗτος τὸ μὲν γένος τῶν Καππαδοκῶν, τὸν δὲ τρόπον πλήρης μὲν εὐλαβείας, πλήρης δὲ πίστεως, πρᾶος ἀνὴρ καὶ ἐπιεικὴς τά τε ἄλλα σπουδαῖος καὶ πνέων εὐωδίας ἁγίου πνεύματος· τοσοῦτον συνοδίας στῖφος σὺν