1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

2

ἐκείνων θαυμάζον τες, οὐ μόνον ἅπαντας τοὺς περὶ τὸ σῶμα κόσμους περιελομένας ἑτοίμως συνεισφέρειν τῷ ἔργῳ καὶ τοῖς πονουμένοις, ἀλλὰ καὶ τοῖς κόλποις τὸν χοῦν ἐκφε ρούσας, καὶ οὔτε πολυτελοῦς ἐσθῆτος, οὔτε μελῶν ἁπαλότητος φειδομένας, εὐσεβεῖν οἴεσθαι καὶ πάντα ἐλάττω νομίζειν τοῦ ἐγχειρήματος. Ὡς δὲ ὑπὸ ἀγρίας λαίλαπος καὶ βρασμοῦ γῆς ἄφνω συνελαθέντες, ἐπί τι τῶν πλησίον ἱερῶν, οἱ μὲν ὡς ἱκετεύσοντες, ὥρμησαν, οἱ δὲ, ὅπερ ἐν τοῖς τοιούτοις φιλεῖ συμ βαίνειν, τῷ παρόντι χρώμενοι πρὸς βοήθειαν, οἱ δὲ ἄλλως τῇ ταραχῇ συμφερόμενοι, καὶ τοῖς θέουσι συν εισπίπτοντες. Εἰσὶ μὲν οἳ λέγουσιν, ὡς οὐδὲ τὸ ἱερὸν αὐτοὺς προσεδέξατο, ἀλλ' ἀναπεπταμέναις προσελ θόντες ταῖς πύλαις, ἐπικλεισθείσαις ἐνέτυχον ἔκ τινος ἀοράτου καὶ ἀφανοῦς δυνάμεως, ἣ τὰ τοι αῦτα τερατουργεῖ πρὸς τὴν τῶν ἀσεβῶν κα 35.669 τάπληξιν, καὶ τῶν εὐσεβῶν ἀσφάλειαν· ὃ δὲ ἅπαντες ἤδη καὶ λέγουσι καὶ πιστεύουσιν, ὅτι βιαζομένους αὐτοὺς καὶ φιλονεικοῦντας περὶ τὴν εἴσοδον, πῦρ ἔστησεν ἀπαντῆσαν ἐκ τοῦ ἱεροῦ, καὶ τοὺς μὲν κατ έφλεξε καὶ ἀνήλωσεν (ὡς ὅμοιόν τι περὶ αὐτοὺς συμβῆναι τοῖς Σοδομιτῶν πάθεσιν, ἢ τῷ περὶ Νάδαβ καὶ Ἀβιοὺδ θαύματι ξένως καὶ θυμιάσασι καὶ κινδυ νεύσασι), τοὺς δὲ τῶν καιρίων ἀκρωτηριάσαν, στήλην ἀφῆκεν ἔμψυχον τῆς τοῦ Θεοῦ κατὰ τῶν ἁμαρ τωλῶν ἀπειλῆς καὶ κινήσεως. Τοῦτο μὲν δὴ τοιοῦτο, καὶ ἀπιστείτω μηδεὶς, ὅτι μηδὲ ταῖς ἄλλαις τοῦ Θεοῦ δυνάμεσιν· ὃ δὲ ἔτι τούτου παραδοξότερον καὶ περιφανέστερον, ἔστη φῶς ἐν τῷ οὐρανῷ τὸν σταυρὸν περιγράφον, καὶ τὸ πρότερον ἐπὶ γῆς ἀτιμαζόμενον τοῖς ἀθέοις καὶ σχῆμα καὶ ὄνομα νῦν ἐν οὐρανῷ δείκνυται πᾶσιν ἐπίσης, καὶ γίνεται τρόπαιον τῷ Θεῷ τῆς κατὰ τῶν ἀσεβῶν νίκης, τρο παίου παντὸς ὑψηλότερον.

Εʹ. Πρὸς ταῦτα τί φήσουσιν οἱ τοῦ αἰῶνος τούτου σοφοὶ, καὶ τὰ παρ' αὐτοῖς ἀποσεμνύνοντες, οἱ τὰς βαθείας ὑπήνας ἕλκοντες, καὶ τὸ κομψὸν περισύρον τες ἡμῖν τριβώνιον; ἀντιδιήγησαί μοι καὶ σὺ τὰ σὰ, ὁ τοὺς μακροὺς λόγους γράφων, καὶ τὰς ἀπίστους συντιθεὶς ἱστορίας, καὶ κεχηνὼς πρὸς τὰ ἄνω, καὶ τῶν οὐρανίων καταψευδόμενος, καὶ πλέκων ἐκ τῆς τῶν ἀστέρων κινήσεως τὰς γενέσεις καὶ τὰ συμ βαίνοντα; Λέγε μοι καὶ σὺ τοὺς σοὺς ἀστέρας, τὸν Ἀριάδνης στέφανον, καὶ τὸν Βερενίκης πλόκαμον, καὶ τὸν ἀσελγῆ Κύκνον, καὶ τὸν ὑβριστὴν Ταῦρον· εἰ δὲ βούλει, τὸν Ὀφιοῦχόν σου, καὶ τὸν Αἰγό κερω, καὶ τὸν Λέοντα, ἄλλους τε ὅσους ἐπὶ τῷ κακῷ γνωρίσας, ἢ θεοὺς ἢ ἀστέρας ἐποίησας. Ποῦ σὺ τοῦτον ἔχεις τὸν κύκλον ἐν τοῖς σοῖς μα θήμασι; Ποῦ δὲ τὸν ἐπὶ Βηθλεὲμ δραμόντα πρότερον ἐκ τῆς ἑῴας ἀστέρα, τὸν ὁδηγὸν τῶν σῶν Μάγων καὶ πρόξενον; Ἔχω τι κἀγὼ λέγειν ἐκ τῶν οὐρανίων· ἐκεῖνος τὴν Χριστοῦ παρουσίαν ἀνεδήλωσεν ὁ ἀστήρ· οὗτος τῆς Χριστοῦ νίκης ὁ στέφανος. 35.672

ςʹ. Ταῦτα μὲν ἐκ τῶν οὐρανίων καὶ τῶν ἄνω συμ πασχόντων τοῖς ἡμετέροις, κατὰ τὴν μεγάλην τοῦ παντὸς ἁρμονίαν τε καὶ οἰκείωσιν· τὰ δὲ ἑξῆς ὁ ψαλμὸς συμπληρούτω μοι· ὅτι Καὶ πόλεις καθ εῖλες (ὡς τὰς παλαιὰς ἐκείνας ἐπὶ τοῖς αὐτοῖς ἀσε βήμασιν), ἐν αὐταῖς ταῖς καθ' ἡμῶν παρανομίαις, τὰς μὲν πελάγεσιν ἐπικλυσθείσας, τὰς δὲ σεισμῷ κατ ενεχθείσας, ὡς μικροῦ καὶ τὸ λειπόμενον ἔχειν εἰπεῖν, ὅτι Ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ' ἤχου καὶ περιβοήτου τῆς ἀπωλείας· τοσαύτη γὰρ αὐτῶν ἡ πτῶσις, καὶ τοιοῦτο τὸ σύντριμμα, καὶ τῶν ἐκ γειτόνων, καὶ μάλιστα τῇ ἀσεβείᾳ περιχαι ρόντων, ὡς πολλοῦ χρόνου δεῖν αὐταῖς, εἴ τις ἄρα καὶ τολμήσειε τοῦτο πρὸς ἐπανόρ θωσιν.

Ζʹ. Ἆρ' οὖν γῆ μὲν οὕτω καὶ οὐρανός· ἀὴρ δὲ οὐκ ἐπισημαίνει τοῖς τοιούτοις καιροῖς, οὐδὲ ἡγιάσθη τότε τοῖς σημείοις τοῦ πάθους; Ἐπιδειξάτωσαν ἔτι καὶ νῦν τὰς ἐσθῆτας, οἱ τοῦ θαύματος ἐκεί νου θεαταὶ καὶ μύσται, τὰς τότε κατασημανθείσας τοῖς τοῦ σταυροῦ στίγμασιν. Ὁμοῦ τε γὰρ ταῦτα διηγεῖτό τις, εἴτ' οὖν τῶν ἡμετέρων, εἴτ'