1

 2

 3

 4

 5

 6

 7

2

δοθῆναι μερίδα, τοῖς ἑπτὰ, καί γε τοῖς ὀκτὼ, καθὼς ἤδη τινὲς τῶν πρὸ ἡμῶν τὸ Σολομώντειον ἐξειλήφασι.

Γʹ. Τῆς δὲ τοῦ ἑπτὰ τιμῆς, πολλὰ μὲν τὰ μαρτύρια, ὀλίγα δὲ ἐκ πολλῶν ἡμῖν ἀρκέσει. Ὡς ἑπτὰ μὲν ὀνομαζόμενα τίμια Πνεύματα. Τὰς γὰρ ἐνεργείας, οἶμαι, τοῦ Πνεύματος, Πνεύματα φίλον τῷ Ἡσαΐᾳ καλεῖν. Κεκαθαρμένα δὲ τὰ λόγια τοῦ Κυρίου, κατὰ τὸν ∆αβὶδ, ἑπταπλασίως. Καὶ ὁ μὲν δίκαιος, ἑξάκις μὲν ἐξ ἀναγκῶν ἐξαι ρούμενος, ἐν δὲ τῷ ἑβδόμῳ μηδὲ πλησσόμενος. Ὁ δὲ ἁμαρτωλὸς, οὐχ ἑπτάκις μόνον, ἀλλὰ καὶ ἑβδομηκοντάκις ἑπτὰ συγχωρούμενος. Καὶ μέντοι πάλιν ἐκ τῶν ἐναντίων (ἐπαινετὴ γὰρ καὶ ἡ τῆς κακίας κόλασις), Κάϊν μὲν ἐκδικούμενος ἑπτάκις, τουτέστι δίκας εἰσπραττόμενος τῆς ἀδελφο κτονίας· ὁ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτὰ, ὅτι φο νεὺς ἦν μετὰ τὸν νόμον καὶ τὸ κατάκριμα. Οἱ δὲ πονηροὶ γείτονες ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν ἀπολαμβάνοντες· ἑπτὰ δὲ στύλοις ὁ τῆς Σοφίας οἶκος ὑπερειδόμενος· τοσούτοις δὲ ὀφθαλ μοῖς ὁ τοῦ Ζοροβάβελ λίθος κοσμούμενος. Ἑπτά κις δὲ τῆς ἡμέρας ὁ Θεὸς αἰνούμενος. Καὶ μὴν 36.433 καὶ στεῖρα τίκτουσα ἑπτὰ, τὸν τέλειον ἀριθμὸν, ἡ τῆς ἀτελοῦς ἐν τέκνοις ἀντίθετος.

∆ʹ. Εἰ δὲ δεῖ καὶ τὰς παλαιὰς ἱστορίας σκοπεῖν, ἐννοῶ μὲν τὸν ἕβδομον ἐν προγόνοις Ἐνὼχ, τῇ μεταθέσει τετιμημένον. Ἐννοῶ δὲ τὸν εἰκοστὸν πρῶτον Ἀβραὰμ, τῇ πατριαρχίᾳ δεδοξασμένον, μυστηρίου προσθήκῃ μείζονος. Τρισσουμένη γὰρ ἡ ἑβδομὰς τὸν ἀριθμὸν τοῦτον ἐργάζεται. Τολ μήσειε δ' ἄν τις τῶν πάντα νεανικῶν, καὶ ἐπὶ τὸν νέον Ἀδὰμ ἐλθεῖν, τὸν Θεόν μου καὶ Κύριον Ἰησοῦν Χριστὸν, ἀπὸ τοῦ παλαιοῦ καὶ τοῦ ὑπὸ τὴν ἁμαρτίαν Ἀδὰμ, ἑβδομηκοστὸν ἕβδομον ἀρι θμούμενον, κατὰ τὴν τοῦ Λουκᾶ γενεαλογίαν ἀνα ποδίζουσαν. Ἐννοῶ δὲ καὶ τὰς ἑπτὰ σάλπιγγας Ἰησοῦ τοῦ Ναυὴ, καὶ περιόδους τοσαύτας, καὶ ἡμέ ρας, καὶ ἱερέας, ἐξ ὧν τὰ Ἱεριχούντια τείχη κατασείεται. Ὡς δὲ καὶ τὴν ἑβδόμην ἀναστροφὴν, ὥσπερ δὲ μυστικὴν τὴν τρισσὴν ἐμφύσησιν Ἡλίου τοῦ προφήτου, τῷ τῆς Σαρα φθίας χήρας υἱῷ τὸ ζῇν ἐμπνεύσασαν, καὶ τοῦ αὐτοῦ τὴν ἰσάριθμον κατὰ τῶν σχιδάκων ἐπί κλυσιν, ἡνίκα πυρὶ θεοπέμπτῳ τὴν θυσίαν ἀν ήλωσε, καὶ τοὺς τῆς αἰσχύνης προφήτας κατέκρινε, τὸ ἴσον οὐ δυνηθέντας ἐκ τῆς προκλήσεως. Οὕτω δὲ καὶ τὴν ἑβδόμην κατασκοπὴν τοῦ νέφους τῷ παιδαρίῳ προστεταγμένην, Ἑλισσαίου τε τὴν ἴσην διάκαμψιν ἐπὶ τὸν παῖδα τῆς Σουναμίτιδος, τὴν πνοὴν ζωπυρίσασαν. Τοῦ δὲ αὐτοῦ, οἶμαι, δόγματος (ἵνα μὴ λέγω τὴν ἑπτάκαυλον καὶ ἑπτάλυχνον τοῦ ναοῦ λυχνίαν) ἐν ἑπτὰ μὲν ἡμέραις ὁ ἱερεὺς τελειούμενος, ἐν ἑπτὰ δὲ ὁ λεπρὸς καθαιρόμενος, ἐν τοσαύταις δὲ ὁ ναὸς ἐγκαινιζόμενος. Ἑβδομηκοστῷ δὲ ἔτει ὁ λαὸς ἐκ τῆς αἰχμαλωσίας ἐπαναγόμενος, ἵν' ὅπερ ἐστὶν ἐν μονάσι, τοῦτο ἐν δεκάσι γένηται, καὶ ἀριθμῷ τε λεωτέρῳ τὸ τῆς ἑβδομάδος τιμηθῇ μυστήριον. Τί μοι τὰ πόῤῥω λέγειν; Ἰησοῦς αὐτὸς, ἡ καθαρὰ τελειότης, οἶδε τρέφειν μὲν ἐν ἐρημίᾳ καὶ πέντε ἄρτοις πεντακισχιλίους, οἶδε δὲ καὶ ἑπτὰ πάλιν τετρακισχιλίους. Καὶ τὰ τοῦ κόρου λείψανα, ἐκεῖ μὲν δώδεκα κόφινοι, ἐνταῦθα δὲ σπυρίδες ἑπτά· 36.436 οὐδέτερον ἀλόγως, οἶμαι, οὐδὲ ἀναξίως τοῦ Πνεύματος. Καὶ σὺ δ' ἂν κατὰ σαυτὸν ἀναλεγόμενος, πολλοὺς τηρήσαις ἀριθμοὺς, ἔχοντάς τι τοῦ φαι νομένου βαθύτερον. Ὃ δὲ τῷ παρόντι καιρῷ χρησιμώτατον, ὅτι κατὰ τούτους ἴσως τοὺς λόγους, ἢ ὅτι ἐγγύτατα τούτων, ἢ καὶ θειοτέρους τι νὰς, τιμῶσι μὲν Ἑβραῖοι τὴν Πεντηκοστὴν ἡμέ ραν, τιμῶμεν δὲ καὶ ἡμεῖς· ὥσπερ ἐστὶ καὶ ἄλλα τινὰ τῶν Ἑβραϊκῶν, τυπικῶς μὲν παρ' ἐκεί νοις τελούμενα, μυστικῶς δὲ ἡμῖν ἀποκαθιστάμενα. Τοσαῦτα περὶ τῆς ἡμέρας προδιαλεχθέντες, ἐπὶ τὸ ἑξῆς τοῦ λόγου προΐωμεν.

Εʹ. Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος συμπλήρωσιν. Καὶ τὸ μυστήριον ὅσον! ὡς μέγα τε καὶ σεβάσμιον! Τὰ μὲν δὴ σωματικὰ τοῦ Χριστοῦ πέρας ἔχει, μᾶλλον δὲ τὰ τῆς