1

 2

 3

 4

 5

 6

 7

7

Ι ςʹ. Πλὴν ἐπαινετὴ μὲν καὶ ἡ παλαιὰ διαίρεσις τῶν φωνῶν (ἡνίκα τὸν πύργον ᾠκοδόμουν οἱ κακῶς καὶ ἀθέως ὁμοφωνοῦντες, ὥσπερ καὶ τῶν νῦν τολμῶσί τινες)· τῇ γὰρ τῆς φωνῆς διαστάσει συνδιαλυθὲν τὸ ὁμόγνωμον, τὴν ἐγχείρησιν ἔλυσεν· ἀξιεπαινετωτέρα δὲ ἡ νῦν θαυματουργουμένη. Ἀπὸ γὰρ ἑνὸς Πνεύματος εἰς πολλοὺς χυθεῖσα, εἰς μίαν ἁρμονίαν πάλιν συνάγεται. Καὶ ἔστι διαφορὰ χαρισμάτων, ἄλλου δεομένη χαρίσματος, πρὸς διάκρισιν τοῦ βελτίονος· ἐπειδὴ πᾶσαι τὸ ἐπαινετὸν ἔχουσι. Καλὴ δ' ἂν κἀκείνη λέγοιτο περὶ ἧς ∆αβὶδ λέγει· Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς 36.452 γλώσσας αὐτῶν. ∆ιατί; Ὅτι ἠγάπησαν πάντα τὰ ῥήματα καταποντισμοῦ γλῶσσαν δολίαν· μόνον οὐχὶ φανερῶς τὰς ἐνταῦθα γλώσσας καταιτιώμενος, αἳ θεότητα τέμνουσιν. Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον.

ΙΖʹ. Ἐπεὶ δὲ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ εὐλαβεστάτοις Ἰουδαίοις, Πάρθοις, καὶ Μήδοις, καὶ Ἐλαμίταις, Αἰγυπτίοις, καὶ Λίβυσι, Κρησί τε καὶ Ἄραψι, Μεσοποταμίταις τε καὶ τοῖς ἐμοῖς Καππαδόκαις, ἐλάλουν αἱ γλῶσσαι, καὶ τοῖς ἐκ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανὸν Ἰουδαίοις (εἴ τῳ φίλον οὕτω νοεῖν), ἐκεῖσε συνειλεγμένοις, ἄξιον ἰδεῖν, τίνες ἦσαν οὗτοι, καὶ τῆς ποίας αἰχμαλωσίας. Ἡ μὲν γὰρ εἰς Αἴγυπτον καὶ Βαβυλῶνα περίγραπτός τε ἦν, καὶ πάλαι τῇ ἐπανόδῳ λέλυτο. Ἡ δὲ ὑπὸ Ῥωμαίων οὔπω γεγένητο, ἔμελλε δὲ, εἴσπραξις οὖσα τῆς κατὰ τοῦ Σωτῆρος θρασύτητος. Λείπεται δὴ τὴν ὑπ' Ἀντιόχου ταύτην ὑπολαμβάνειν, οὐ πολὺ τούτων οὖσαν τῶν καιρῶν πρεσβυτέραν. Εἰ δέ τις ταύτην μὲν οὐ προσίεται τὴν ἐξήγησιν, ὡς περιεργοτέραν (οὔτε γὰρ παλαιὰν εἶναι τὴν αἰχμαλωσίαν, οὔτ' ἐπὶ πολὺ τῆς οἰκουμένης χεθεῖσαν), ζητεῖ δὲ τὴν πιθανωτέραν, ἐκεῖνο ἴσως ὑπολαβεῖν ἄμεινον, ὅτι πολλάκις, καὶ ὑπὸ πλειόνων, τοῦ ἔθνους μεταναστάντος, ὡς τῷ Ἔσδρᾳ ἱστόρηται, αἱ μὲν τῶν φυλῶν ἀνεσώθησαν, αἱ δὲ ὑπελείφθησαν· ὧν εἰκὸς διασπαρεισῶν εἰς ἔθνη πλείονα, τηνικαῦτα παρεῖναί τινας, καὶ μετέχειν τοῦ θαύματος.

ΙΗʹ. Καὶ ταῦτα προεξήτασται τοῖς φιλομαθέσιν, ἴσως οὐ περιέργως. Καὶ ὅτι ἂν ἄλλο συνεισφέρῃ τις εἰς τὴν παροῦσαν ἡμέραν, καὶ ἡμῖν τοῦτο ἔσται συνειλοχώς. Ἡμῖν δὲ τὸν μὲν σύλλογον ἤδη διαλυτέον (ἱκανὸς γὰρ ὁ λόγος), τὴν δὲ πανήγυριν οὐδέποτε. Ἀλλ' ἑορταστέον, νῦν μὲν καὶ σωματικῶς, μικρὸν δὲ ὕστερον ὅλον πνευματικῶς· ἔνθα καὶ τοὺς λόγους τούτων εἰσόμεθα καθαρώτερον καὶ σαφέστερον, ἐν αὐτῷ τῷ Λόγῳ, καὶ Θεῷ, καὶ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, τῇ ἀληθινῇ τῶν σωζομένων ἑορτῇ, καὶ ἀγαλλιάσει· μεθ' οὗ ἡ δόξα καὶ τὸ σέβας τῷ Πατρὶ, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.