2
ἠκριβωμένον αὐτοῦ ποιῆσαι τὸ φιλοτέχνημα; ἢ ἵνα σοι δείξῃ ὅτι τέλειος εἶ παρὰ τῷ θεῷ; Ἔμαθες ὅτι δύο πρόσωπα, ὁ λέγων καὶ πρὸς ὃν ὁ λόγος. διὰ τί οὐκ εἶπε· ποιήσω, ἀλλά· Ποιήσωμεν ἄνθρωπον; ἵνα 7 νοήσῃς <ἴσην> τὴν δεσποτείαν, ἵνα μὴ τὸν πατέρα ἐπιγινώ σκων τὸν υἱὸν ἀπογνῷς, ἵνα εἰδῇς ὅτι πατὴρ ἐποίησε δι' υἱοῦ καὶ υἱὸς ἔκτισε τῷ πατρῴῳ θελήματι, καὶ δοξάσῃς πατέρα ἐν υἱῷ καὶ υἱὸν ἐν πατρί ἁγίῳ. οὕτω κοινὸν γέγονας ἔργον, ἵνα κοινὸς προσκυνητὴς ἀμφοτέρων ᾖς μὴ σχίζων τὴν προσκύνησιν ἀλλ' ἑνῶν τὴν θεότητα. ὅρα ἱστορίαν μὲν σχήματι, θεολογίαν δὲ δυνάμει. Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον.
Ποιήσωμεν· καὶ οὐκ εἶπε· καὶ ἐποίησαν, ἵνα μὴ πολυθεΐας λάβῃς ἀφορμάς. εἰ γὰρ πληθυντικὸν παρεισήχθη τὸ πρόσωπον, ἀφειδεῖς ἂν ἐγένοντο οἱ ἄνθρωποι πολλὰ πλήθη θεῶν ἑαυτοῖς ἐπισωρεύον τες. νῦν μέντοι· Ποιήσωμεν, ἵνα γνωρίσῃς πατέρα καὶ υἱόν καὶ ἅγιον πνεῦμα· Ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, ἵνα ἑνώσῃς τὴν θεότητα ἑνώσεις δὲ οὐ τὰς ὑποστάσεις ἀλλὰ 8 τὴν δύναμιν, ἵνα μίαν δόξαν ἔχῃς μὴ μεριζόμενος περὶ τὴν προσκύνησιν, μὴ μεριζόμενος εἰς πολυθεΐαν. οὐκ εἶπεν· ἐποίησαν οἱ θεοὶ τὸν ἄνθρωπον, ἀλλά· Ἐποίησεν ὁ θεός. ἰδία ὑπόστασις πατρὸς καὶ ἰδία υἱοῦ καὶ ἰδία πνεύματος ἁγίου. διὰ τί οὖν οὐ τρεῖς θεοί; ὅτι μία θεότης, ἣν γὰρ βλέπω ἐν πατρὶ θεότητα, ταύτην καὶ ἐν υἱῷ καὶ ἣν ἐν πνεύματι ἁγίῳ, ταύτην καὶ ἐν υἱῷ· διότι μορφὴ ἐν ἑκατέρῳ μία καὶ ἀρχὴ ἀπὸ πατρὸς ἐν υἱῷ ἡ αὐτή. διὰ τοῦτο καὶ παρ' ἡμῶν προσκύνησις καὶ δοξολογία μία. προοίμιον τῆς ἡμετέρας γενέσεως θεολογία ἀληθινή. Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν. Κατ' εἰκόνα θεοῦ γεγόναμεν. πῶς οὖν κατ' εἰκόνα θεοῦ; ἀποκαθάρωμεν καρδίαν ἰδιωτικήν, πρόληψιν ἀπαίδευτον, ἀμαθεῖς περὶ θεοῦ ὑπολήψεις. εἰ κατ' εἰκόνα θεοῦ γεγόναμεν, φησί, σύμμορφος ἡμῖν ἐστιν ὁ θεός; ὀφθαλμοὶ περὶ θεὸν 9 καὶ ὦτα, κεφαλή, χεῖρες, ἰσχίον ἐφ' οὗ ἵδρυται (λέγεται γὰρ ἐν τῇ γραφῇ θεὸς καθέζεσθαι), πόδες δι' ὧν περιπατεῖ; οὐκοῦν τοιοῦτος ὁ θεός; ἀποσκεύασον τῆς καρδίας φαντά σματα ἀπρεπῆ. ἔκβαλε ἀπὸ σοῦ διάνοιαν ἀφαρμόζουσαν τῷ μεγέθει τοῦ θεοῦ. ἀσχημάτιστος ὁ θεός, ἁπλοῦς· μὴ φαντα σθῇς μορφὴν περὶ αὐτόν. μὴ σμικρύνῃς Ἰουδαϊκῶς τὸν μέγαν, μὴ περιλάβῃς τὸν θεὸν σωματικαῖς ἐννοίαις, μὴ περιγράψῃς αὐτὸν τῷ σῷ νῷ. ἀπερίληπτός ἐστι τῷ μεγέθει. κατανόησον τὸν μέγαν καὶ τῷ μεγάλῳ πρόσθες πλεῖον τοῦ νενοημένου καὶ τῷ πλείονι τὸ πλεῖον καὶ τὸν σεαυτοῦ λογισμὸν πεῖσον, ὅτι τῶν ἀπεράντων οὐκ ἐφίξεται. σχῆμα μὴ νοήσῃς, ἀπὸ 10 δυνάμεως θεὸς νοεῖται. ἁπλότητι φύσεως μέγεθος πόσον; πανταχοῦ ἐστι καὶ ὑπὲρ τὸ πᾶν περισσεύει καί ἐστιν ἀναφές, ἀόριστον, ὑπὲρ τὴν σὴν ἐκπῖπτον κατάληψιν· οὔτε μεγέθει περιορίζεται οὔτε σχήματι περιλαμβάνεται οὔτε δυνάμει ἐκμετρεῖται οὔτε χρόνοις περισφίγγεται οὔτε πέρασιν ὁρίζεται. οὐδέν ἐστι περὶ θεὸν οἷον περὶ ἡμᾶς. Πῶς οὖν ἡ γραφὴ εἶπεν ἡμᾶς κατ' εἰκόνα θεοῦ γεγενῆσθαι; τὰ περὶ θεοῦ διδαχθῶμεν, τὰ περὶ ἡμῶν αὐτῶν νοήσωμεν, ὅτι οὐκ ἔχομεν τὸ Κατ' εἰκόνα ἐν μορφῇ σώματος. φθειρο μένου γὰρ σώματος μορφή, οὐκ ἐν φθαρτῷ δὲ τὸ ἄφθαρτον σχηματίζεται, οὐ φθαρτόν ἐστι τοῦ ἀφθάρτου εἰκών. τὸ σῶμα αὔξεται, μειοῦται, γηρᾷ, ἀλλοιοῦται· ἄλλο ἐστὶν ἐν νεότητι καὶ ἄλλο ἐν γήρᾳ, ἄλλο ὅταν εὐεκτῇ καὶ ἄλλο ὅταν 11 ἐν πάθεσιν ᾖ, ἄλλο φοβούμενον καὶ ἄλλο εὐφραινόμενον, ἄλλο ἐν ἐνδείᾳ καὶ ἄλλο ἐν πλησμονῇ, ἄλλο ἐν εἰρήνῃ καὶ ἄλλο ἐν μάχῃ. ἄλλο χρῶμα ἐγρηγορότος καὶ ἄλλο καθεύδον τος· τοῦ μὲν ἐξανθεῖ τὸ ἐρυθρότερον τοῦ θερμοῦ ἐπὶ τὸ ἔξω χωροῦντος, τοῦ δὲ κατέψυκται ἐπὶ τὸ βάθος ἡ θερμότης. διὸ καὶ ὕπωχρα τῶν κοιμωμένων τὰ σώματα. πῶς οὖν δύναται τὸ ἀλλοιούμενον τῷ ἀναλλοιώτῳ ἐοικέναι; τῷ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχοντι τὸ μηδέποτε ἑστηκός; ἐκφεύγει ἡμᾶς ὡς τὰ ῥευστά, πρὶν θεαθῆναι ὑπέδρα, ἄλλο ἐξ ἄλλου φαίνεται τὸ ἀνθρώπινον σῶμα. Κατ' εἰκόνα ἡμετέραν. τῆς ἀκινήτου φύσεως ἡ ῥευστὴ εἰκών; τῆς ἀμόρφου ἡ μεμορφωμένη; Πῶς οὖν ζητήσωμεν τὸ Κατ' εἰκόνα; ἐν οἷς αὐτὸς εἶπεν 12 ὁ κύριος. ἐὰν ἐμόν τι εἴπω, μὴ