1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

2

τῆς πανηγύρεως χάρισι, γοερὰ δὲ μέλη θρηνεῖν καὶ τὰ ἐκ τραγῳδίας κακὰ τῶν παστάδων κατολοφύρεσθαι, ἢ τὸ ἔμπαλιν ἐπιταχθεὶς ἑνὶ τῶν τετελευτηκότων τὰ νενομισμένα τελεῖν ἐπιλαθέσθαι μὲν τοῦ πάθους, φαιδρύνεσθαι δὲ πρὸς τὸν κατηφείας γέμοντα σύλλογον; εἰ δὲ ἐν τοῖς ἐγκοσμίοις καλὸν ἡ τάξις καὶ ἐπιστήμη, πολλῷ δήπου πλέον ἐν τοῖς μεγάλοις καὶ οὐρανίοις ἁρμοδιώ τερον. Χριστὸς τοίνυν ἀνέστη σήμερον ὁ θεός, ὁ ἀπαθής, ὁ 9.248 ἀθάνατος (καὶ μικρὸν ἐπίσχες ὁ ἐθνικὸς παρεὶς τὸν προπετῆ γέλωτα, μέχρις ἂν πάντων ἀκούσῃς), οὐ πρὸς ἀνάγκην παθὼν οὐδὲ τὴν ἐξ οὐρανῶν κάθοδον βιασθεὶς οὐδὲ τὴν ἀνάστασιν ὡς ἀπροσδόκητον εὐεργεσίαν παρ' ἐλπίδας εὑρών, ἀλλ' εἰδὼς πάντων τῶν πραγμάτων τὸ τέλος καὶ οὕτω τὴν ἀρχὴν ποιησάμενος. ἔχων ἐν ὀφθαλμοῖς τῆς θεότητος τῶν προκει μένων τὴν γνῶσιν καὶ πρὶν ἐξ οὐρανῶν κατελθεῖν βλέπων καὶ τῶν ἐθνῶν τὴν ταραχὴν καὶ τοῦ Ἰσραὴλ τὴν σκληρότητα καὶ Πιλάτον προκαθήμενον καὶ Καϊάφαν ἑαυτῷ τὴν ἐσθῆτα περισπαράσσοντα καὶ τὸν στασιώδη δῆμον φλεγμαίνοντα καὶ Ἰούδαν προδιδόντα καὶ Πέτρον ὑπερμαχόμενον καὶ μετ' ὀλίγον ἑαυτὸν τῇ ἀναστάσει εἰς δόξαν ἀφθαρσίας μεταμορφού μενον καὶ πᾶν τὸ μέλλον ἔχων ὑπογεγραμμένον τῇ γνώσει οὐκ ἀνεβάλετο τὴν εἰς τὸν ἄνθρωπον χάριν οὐδὲ ὑπερέθετο τὴν οἰκονομίαν, ἀλλ' ὥσπερ οἱ τὸν ἀσθενῆ παρὰ χαράδρας συρόμενον βλέποντες εἰδότες, ὡς ἔστι καὶ τῷ βορβόρῳ τοῦ χειμάρρου ἐνειληθῆναι καὶ τῆς πληγῆς ἀνασχέσθαι τῶν λίθων τῶν συνωθουμένων παρὰ τοῦ ὕδατος, ὅμως διὰ τὸ συμπαθὲς τὸ περὶ τὸν κινδυνεύοντα οὐκ ὀκνοῦσι τὴν εἴσοδον, οὕτω καὶ ὁ φιλάνθρωπος ἡμῶν σωτὴρ ἐθελοντὴς ὑβριστικὰ καὶ ἄτιμα κατεδέξατο, ἵνα τὸν ἐξ ἀπάτης ἀπολλύμενον σώσῃ. κατῆλθεν εἰς τὸν βίον, ἐπειδὴ προῄδει καὶ τὴν ἄνοδον ἔνδοξον, ἀποθανεῖν τῷ ἀνθρωπίνῳ ἑαυτοῦ συνεχώρησεν, ἐπειδὴ καὶ τὴν ἔγερσιν προεγίνωσκεν· οὐ γὰρ ὡς εἷς τῶν κοινῶν ἀνθρώπων ῥιψοκινδύνως ἐτόλμα τῇ ἀδηλίᾳ τοῦ μέλλοντος ἐπιτρέπων τὴν ἔκβασιν, ἀλλ' ὡς θεὸς ᾠκονόμει τὸ προκείμενον ἐπὶ ῥητῷ καὶ ἐγνωσμένῳ τῷ τέλει. 9.249

Αὕτη τοίνυν ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ· μὴ μέθαις καὶ κώμοις, μὴ χοροῖς καὶ παροινίαις, ἀλλὰ ταῖς θεοειδέσιν ἐννοίαις. σήμερον ἅπασαν τὴν οἰκουμένην ἔστιν ἰδεῖν ὡς μίαν οἰκίαν εἰς συμφω νίαν ἑνὸς † πράγματος συναχθεῖσαν καὶ παντὸς ἀμελήσασαν τοῦ κατὰ συνήθειαν πράγματος, μετασκευασθεῖσαν δὲ ἑνὶ συνθήματι εἰς τὴν σπουδὴν τῆς εὐχῆς. αἱ λεωφόροι τοὺς ὁδοιπόρους οὐκ ἔχουσιν, ἡ θάλασσα σήμερον ναυτῶν καὶ πλωτήρων ἔρημος, ὁ γεωργὸς τὴν σκαπάνην καὶ τὸ ἄροτρον ῥίψας εἰς τὸ τοῦ ἑορτάζοντος σχῆμα ἐκαλλωπίσατο, αἱ καπηλεῖαι τῆς ἐμπορίας σχολάζουσιν, αἱ ὀχλήσεις ἐλύθησαν ὡς χειμὼν ἐπιφανέντος ἔαρος, θόρυβοι καὶ ταραχαὶ καὶ ζάλαι τοῦ βίου τῇ εἰρήνῃ τῆς ἑορτῆς ὑπεξέστησαν, ὁ πένης ὡς πλούσιος καλλωπίζεται, ὁ πλούσιος τῆς συνηθείας περιφανέστερος δείκνυται, ὁ πρεσβύτης ὡς νέος τρέχει πρὸς τὴν μετουσίαν τῆς εὐφροσύνης, ὁ ἀσθενὴς καὶ τὴν νόσον βιάζεται, τὸ παιδίον τῇ ἐξαλλαγῇ τῆς ἐσθῆτος αἰσθητῶς ἑορτάζει, ἐπειδὴ νοητῶς οὐδέπω δύναται, ἡ παρθένος ὑπερ γάνυται τὴν ψυχήν, ὅτι τῆς ἰδίας ἐλπίδος λαμπρὰν καὶ οὕτω τιμωμένην τὴν ὑπόμνησιν βλέπει, ἡ ἔγγαμος ὅλῳ τῷ πληρώ ματι τῆς οἰκίας ἑορτάζουσα χαίρει· νῦν γὰρ αὐτῇ καὶ ὁ σύνοικος καὶ οἱ παῖδες καὶ οἱ οἰκέται καὶ πάντες ἐφέστιοι ἀγάλλονται. καὶ ὥσπερ τὸ σμῆνος τῶν μελισσῶν τὸ νέον καὶ ἀρτίτοκον πρῶτον τῆς καταδύσεως ἢ τῶν καλαθίσκων πρὸς τὸν ἀέρα καὶ τὸ φῶς ἐξιπτάμενον ἄθρουν ὁμοῦ καὶ συνημμένον 9.250 ἑνὶ κλάδῳ δένδρου προσπλάσσεται, οὕτως ἐπὶ ταύτης τῆς ἑορτῆς ὁλόκληρα τὰ γένη πρὸς τὰς ἑστίας συντρέχει. καὶ ἀληθῶς τῇ μιμήσει πρὸς τὴν μέλλουσαν ἡμέραν ἡ παροῦσα καλῶς ἀναφέρεται· ἀθροιστικαὶ γὰρ ἀνθρώπων ἀμφότεραι, ἐκείνη τῶν καθόλου, αὕτη τῶν ἐπὶ μέρους. ἵνα δὲ τὸ ἀλη θέστερον εἴπωμεν, ὅσον εἰς φαιδρότητα φέρει καὶ