1

 2

 3

 4

 5

 6

 7

 8

2

οὐδεὶς δὲ τοῦ δορυφορουμένου τὴν ὄψιν εἶδεν ἢ τὸν χαρακτῆρα ἐπίσταται. Τρέμουσι πάντες ἐπὶ δόξαν αὐτοῦ λογιζόμενοι, ἐμβρόντητοι τὴν διάνοιαν γίνονται, στοχά σασθαι τὴν οὐσίαν ἢ τὴν δύναμιν φαντασθῆναι πειρώμενοι.»

5 Ὑμνείσθω τοίνυν Ἰωάννης, ὁ τῆς ἐρήμου πολίτης, ὁ τοῦ Ἰορδάνου τειχιστής, ὁ τῆς θεοπτέρου περιστερᾶς θεωρός, ὁ τῆς νεφέλης τῆς πατρῴας κατάσκοπος, ὁ φωνῆς ἀκροατὴς ἥτις τὴν τοῦ υἱοῦ ἀξίαν παρέστησεν, τοῦ Λόγου τὴν δόξαν ἐφανέρωσεν, τοῦ μονογενοῦς τὴν δόξαν ἀπεκάλυψεν. Ὑμνείσθω Ἰωάννης, ὁ τῆς ᾠδῆς αὐληστὴς ᾗ πάντες ἐπιτρέχουσιν. Τίς γὰρ ἀκούων <οὐ> μετανοεῖται, οὐ σπεύδει πλυθῆναι, οὐ ποθεῖ καθαρισθῆναι, οὐ προσφέρει τῇ πηγῇ κάδον ἀντλῆσαι καὶ πιεῖν καὶ τὸν καύσωνα καταψῦξαι βουλόμενος; Τίς, μαθὼν ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν, φθάσαι τὸν ἀδελφὸν οὐ ποθεῖ καὶ τὸν πλησίον προ λαβεῖν οὐκ ἐπείγεται; Ὑμνείσθω Ἰωάννης, οὗ τὰ πρῶτα θαύματα καὶ τὰ ἔσχατα μεγάλα καὶ ὑπέρλαμπρα.

6 Τὰ πρῶτα θαύματα· Γαβριὴλ αὐτῷ τὸν τόκον κατεμήνυσεν, ἄγγελος ἑρμηνεύει Ζαχαρίᾳ τὴν σύλληψιν. Ἐξ οὐρανοῦ τὸ δῶρον μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου ἑστηκὼς ὁ ἱερεὺς ἐλάμβανεν, καὶ δείλαιοι οἱ παῖδες τῶν Ἰουδαίων τοσοῦτον ἐτύγ χανον· ἔνθα γὰρ τὸν χρηματισμὸν ὁ ἱερεὺς τοῦ θεοῦ ἐδέξατο, ἐκεῖ τὸ ξίφος ἀκονοῦσι καὶ τὰς χεῖρας ὁπλίζουσι καὶ μελετῶσι τὸν φόνον καὶ τὸ δρᾶμα ἐργάζονται. Τί δὲ ὁ Γαβριὴλ πρὸς Ζα χαρίαν ἔλεγεν; «Μὴ φοβοῦ, Ζαχαρία, ὅτι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἰδοὺ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέ σεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. Καὶ ἔσται σοι χαρὰ καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. Ἔσται γὰρ μέγας ἐνώπιον κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ Πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν. Καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπι στρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον.»

7 Ἀκούεις πῶς πλοῦτον πηλίκον ὁ βαπτιστὴς Ἰωάννης πρὶν τεχθῆναι κομίζεται καὶ πρόξενος ἀγαθῶν ὅσων πρὶν συλληφθῆναι τοῖς ὀργάνοις τῆς γεννήσεως γίνεται. «Μὴ φοβοῦ, Ζαχαρία», φησίν, τουτέστιν ὁ λυτρωτὴς ἔρχεται καὶ ὁ λαὸς τοῦ ἁμαρτάνειν παύεται. «Εἰσηκούσθη ἡ δέησίς σου»· καιρὸς γὰρ κλιθῆναι τὸν οὐρανὸν καὶ τὴν γῆν τὸν δημιουργὸν ὑποδέξασθαι. «Καὶ ἰδοὺ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι»· ἡ στεῖρα τίκτει, ἵνα τῇ παρθένῳ καιρὸς πρὸς τὸ θαῦμα καὶ θεοτόκῳ γένηται. «Καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην»· ξένον εἰκότως τὸ ὄνομα, ἐπειδὴ καὶ τὸ πρᾶγμα ξένον ᾧ καὶ τὸ ὄνομα τίθεται· ἡ προσ ηγορία καινή· καινὸν γὰρ τὸ δι' αὐτοῦ μέλλον ὑπουργεῖσθαι μυστήριον. «Καὶ ἔσται σοι χαρὰ καὶ ἀγαλλίασις»· χαρὰ μὲν ὅτι γεννᾷς τοῦτον οὗ «μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγή γερται», ἀγαλλίασις δὲ ὅτι τέλος ἔσται τοῦ νόμου καὶ προφη τῶν ὁ παρὰ σοῦ τικτόμενος.

8 «Καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται», οἵτινες αὐτοῦ τῆς μετανοίας δέχονται τὰ κηρύγματα καὶ καθαίρονται τῷ λουτρῷ τοῦ βαπτίσματος· γραμματεῖς δὲ οὐ χαίρουσι καὶ Φαρισαῖοι μετ' ἐκείνων πενθοῦσι· τούτοις δὲ προλέγει τὸ πτύον καὶ τὴν ἀξίνην ἀπειλεῖ καὶ τὴν ἐκτομὴν κηρύττει, ἀνθ' ὧν αὐτοῖς ὁ δρυμὼν ὑπῆρξεν ἀκανθώδης, ὑλομανής, θηριώδης, ἀνήμερος. Τί δὲ τὸν βαπτιστὴν ἕτερον σεμνύνων ὁ Γαβριὴλ ἀπ ήγγειλεν· «Ἔσται μέγας ἐνώπιον κυρίου»; «Ἔσται μέγας», ἐπειδὴ τὸν ἀμνὸν δείκνυσι τὸν ὅλου τοῦ κόσμου τὴν ἁμαρτίαν αἴροντα, ἀλλ' «ἐνώπιον κυρίου»· οὐ πολλὴ γὰρ τῶν οὐρανίων τοῖς ἀνθρώποις