1

 2

 3

 4

 5

 6

 7

 8

5

θορυβεῖς τῶν Ἰουδαίων τὴν ἀκοήν; Τί τοξεύεις τοῦ διαβόλου τὰ ὦτα; Τί φυγαδεύεις ἀπὸ τῆς γῆς πρὸ τοῦ σταυροῦ τοὺς δαίμονας; Τί δειλοὺς κατασκευάζεις τοὺς διακονεῖν τῇ θυσίᾳ τοῦ σταυροῦ καὶ παρὰ γνώμην μέλλοντας;»

17 «Ἄφες ἄρτι.» Τί σαυτὸν μεγάλα ζημιοῖς; Τί τὴν φύ σιν ὑπέρογκον ἀποστερεῖς; Ἐὰν μὴ βαπτισθῶ, πῶς φωνῆς ἀκούσει; Ἐὰν μὴ ἀκούσῃ φωνῆς, πῶς μαθήσει τοῦ Πατρὸς τὴν βουλήν, πῶς θαρρήσει τοῦ Υἱοῦ τὰ μυστήρια, πῶς τὴν ἄφι ξιν κατοπτεύσεις τοῦ Πνεύματος, πῶς τὸν οὐρανὸν θεωρήσεις ἀνοιγόμενον; Ἐὰν μὴ βαπτισθῶ, τίς ἁγιάσει τὸ ὕδωρ τοῦ βαπτίσματος, τίς συντρίψει τὰς κεφαλὰς τοῦ δράκοντος, πῶς λευκαίνεται τὰ στοιχεῖα, πῶς ἡ κτίσις καθαίρεται, πῶς τὰ ῥυ πωθέντα σκεύη τοῦ Ἀδὰμ ἀποπλύνεται; «Ἄφες ἄρτι· οὕτως γὰρ ἡμῖν πρέπον ἐστὶ πληρῶσαι πᾶσαν δικαιοσύνην», ἣν ὁ νό μος ἐντέλλεται καὶ οἱ προφῆται κηρύττουσι καὶ ἡ χάρις εἰσ ηγεῖται καὶ τὸ καινὸν τῆς βασιλείας ἐπιζητεῖται κήρυγμα. Ἐτέχθην ἐκ γυναικὸς καὶ τὸ χρέος τῆς Εὔας ἀποδέδοται· δούλου μορφὴν ἐφόρεσα καὶ τῆς ὀφειλῆς τὸν Ἀδὰμ ἠλευθέρωσα· ἐπὶ φάτνης ἐκάθισα καὶ ὁ γεγονὼς κτηνώδης τῆς ἀρᾶς ἐλύθη καὶ τῆς αἰσχύνης ἀπήλλακται· ἐνεδυσάμην σπάργανα καὶ τῆς γυμνώ σεως τὴν πληγὴν ἐθεράπευσα. Ἕνεκα τοῦ Ἰσραὴλ περιετμήθην· ἰδοὺ πάλιν διὰ τὰ ἔθνη βαπτίζομαι, καὶ οὕτως πᾶσα δικαιοσύνη τοῖς ἐμοῖς νόμοις ὁμοῦ καὶ τοῖς ἔργοις σφραγίζεται.»

18 Αὕτη μὲν οὖν ἦν καὶ τοιαύτη τῶν παρὰ τοῦ Λόγου καὶ θεοῦ ἐμφωνηθέντων ἡ δύναμις· αὐτὸς δὲ τῇ διακονίᾳ τοῦ μυστη ρίου θαρρήσας καὶ τῇ θεωρίᾳ τῆς περιστερᾶς γεγονὼς ὑψηλό τερος καὶ τῇ φωνῇ τοῦ πατρὸς ἔτι μᾶλλον λαμπροτέραν τὴν παρρησίαν κτησάμενος, καὶ κατὰ τυράννων τὴν γλῶσσαν ἐκίνει καὶ παρανομοῦντα τὸν Ἡρῴδην ἤλεγχεν, καὶ πρὸς τὸν βασιλέα φωνῇ μεγάλῃ φθέγγεται· «Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου.» Εἰ μὴ τὸν νόμον φυλάττεις, οὐ δυνήσει τὸ σκῆπτρον ἔχειν. Εἰ τὴν ἐντολὴν παραβαίνεις, τὴν πορφύραν ἀπόδυσαι. Εἰ τοῦ θεοῦ καταφρονεῖς, τοῦ θρόνου οὗ ἔλαβες παρ' αὐτοῦ κατάβηθι. Μὴ ἐπαίρου τοῖς ὅπλοις», φησίν· «οἱ γὰρ νόμοι τὸν βασιλέα φυλάττουσιν. Μὴ ἀμέλει τῆς ἀρετῆς· εὐπρεπεστέρα γὰρ ὑπάρχει τοῦ χρυσολίθου βήματος. «Οὐκ ἔξ εστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου.»

19 «Φεῖσαι τῆς τοῦ γένους διαδοχῆς», φησίν. «Μὴ διαφθεί ρῃς τὴν τάξιν τοῦ βασιλικοῦ σπέρματος. Τίνος, εἰπέ, βούλει καλεῖσθαι τὸν ἐξ Ἡρῳδιάδος παρὰ σοῦ μοιχευομένης τικτό μενον, τοῦ προτέρου νυμφίου ἢ τοῦ δευτέρου μοιχοῦ, τοῦ νομίμως τὴν κοίτην ἀναβάντος ἢ μᾶλλον τοῦ ταύτην παρανόμως ἁρπά σαντος; Φιλίππου καλέσομεν υἱὸν τὸν ἐξ αὐτῆς τικτόμενον; Ἀλλότριος αὐτοῦ ὁ τεχθείς. Ἡρῴδου τοίνυν ἔκγονον θέλεις ὀνομάζεσθαι; Ἀλλὰ γὰρ ὁ ἀγρὸς οὐκ ἔστι σός, ἀλλότριον τὸ παρὰ σοῦ παρανόμως σπειρόμενον γεώργιον.» Οὐ μὴν ὁ τύραννος τῆς συμβουλῆς ἀνέχεται, ἀλλὰ μισθὸν τὰ δεσμὰ τῷ διδασκάλῳ δίδωσιν. Καὶ τῇ φυλακῇ τὸν βαπτιστὴν παρέπεμψε καὶ τὸν φόνον ὤδινεν. Τὸ ξίφος ὠθῆσαι ἐβούλετο καὶ ἐμελέτα τὴν σφα γὴν καὶ τὸν λαὸν αἰσχυνόμενος ἀνεβάλλετο. Καιρὸν τοίνυν ὡς εἰκὸς ἐζήτει τοῦ παρανόμου δράματος καὶ τῆς ἀκαίρου τομῆς ἡμέραν εὔκαιρον ἐφαντάζετο.

20 Γενεσίοις δὲ γενομένοις Ἡρῴδου τοῦ τεχθῆναι εἰς τὸν κόσμον μηδαμῶς ὀφείλοντος μηδὲ προελθεῖν εἰς τὸ κοινὸν τῆς πολιτείας τοῦτο τῆς ἀνθρωπίνης στάδιον, μηδὲ τῶν στοιχείων ἀπολαῦσαι, μὴ τῆς κτίσεως εὐποιεῖσθαι, μὴ τῇ ἀσελγείᾳ κε χρῆσθαι τὴν σελήνην, μεταναλῶσαι τὸν ἥλιον, ὑβρίσαι τῶν ἄσ τρων τὸν δρόμον, διαβάλαι τὰ τῆς ἡμέρας μέτρα καὶ τῆς νυκτὸς τὰ τέρματα· οὐδὲ γὰρ τὴν ἡμέραν παρανομῶν ᾐσχύνετο, ἀσελ γαίνων τῆς νυκτὸς οὐκ ἐφείδετο, οὐκ ἐνετρέπετο τὸν ἡλιακὸν δρόμον, τὰ τοῦ ποιητοῦ παρερχόμενος ὅρια· γενεσίοις δὲ