1

 2

 3

 4

 5

 6

 7

 8

6

ὅμως ἀγομένοις τοῦ βλάψαντος τὰ γένη καὶ τὴν βασιλικὴν ἐξυβρί σαντος γέννησιν, «ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος εἰς τὸ μέσον καὶ ἤρεσε τῷ Ἡρῴδῃ· ὅθεν μεθ' ὅρκου ὤμοσεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς· «∆ός μοι», φησίν, «ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.» Καὶ ἐλυπήθη ὁ βασιλεύς· διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους, ἐκέλευσε δοθῆναι καὶ πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ. Καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ· καὶ ἤνεγκε τῇ μητρὶ αὐτῆς. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα καὶ ἔθαψαν, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.»

21 Φεῦ, κακῶν ὅσων αἱ γυναῖκες τὸν βίον τοῖς ἀνθρώποις ἐπλήρωσαν, ὅσας ἀκάνθας ἡμῖν ἔσπειραν καὶ τριβόλους ἐγεώρ γησαν. Γυνὴ τῷ πρωτοπλάστῳ τὸν παράδεισον ἔκλεισεν, γυναῖκες τὸν κατακλυσμὸν τῷ γένει τῶν γιγάντων ἐπήγαγον· «Ἰδόντες γάρ», φησίν, «οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν», εἰσῆλθον πρὸς αὐτὰς καὶ ὠργίσθη θυμῷ ὁ κύ ριος καὶ εἶπεν· «Μεταμεμέλημαι ὅτι ἐποίησα τὸν ἄνθρωπον καὶ ἐξαλείψω πᾶν τὸ ἀνάστημα ἀπὸ προσώπου τῆς γῆς.» Γυνὴ τὸν μέγαν πατριάρχην τὸν Ἰωσὴφ ἐπείρασεν, καὶ δεσμοῖς ὁμιλῆσαι τὸν προφήτην πεποίηκεν, καὶ τὸν θεοφόρον παρεσκεύασεν ὡς μοιχὸν ἐν τῇ φυλακῇ καθέζεσθαι, ὡς φθορέα βαρὺν κλοιὸν ἐν τῷ τραχήλῳ περιφέρειν. Γυνὴ τὸν Σαμψὼν αἰχμάλωτον τοῖς ἀλλοφύλοις παρέδωκεν. Γυνὴ τὸν Ἠλίαν δραπέτην τῆς γῆς ὅλης τοῦ Ἰσραὴλ γενέσθαι ἠνάγκασεν.

22 Γυνὴ νῦν ὀρχεῖται καὶ τυφλοῖ τὸ συμπόσιον καὶ καροῖ τῇ παρανόμῳ θεωρίᾳ τὸν τύραννον. Ἦν γὰρ αὐτῇ πλοκὴ τρι χῶν τοὺς νέους σαγηνεύουσα, ὀφθαλμῶν ὑπογραφὴ τοὺς ὁρῶν τας ὑποσκελίζουσα. Φυκίαν ταῖς ἀρεταῖς ἐπέπαττεν, καὶ τοῖς συναντῶσι τὸ ἄγκιστρον φορητὸν οὐκ ἐτύγχανεν. Ἤνοιγε τὸ στόμα, καὶ θάνατον ἐκ τῆς γλώττης ἠρεύγετο. Ἀνέκλα τὸν τρά χηλον, καὶ φθορᾶς ἡ θεωρία ἦν πρόξενος. Ἐγύμνου τὰ στέρνα, καὶ ᾅδου προπύλαια παρεῖχεν ὁρᾶν τοῖς περιέργως βλέπουσιν. Ἐγύμνου τοὺς μηροὺς ἀναστέλλουσα τῶν ποδῶν τῆς ποικίλης θεωρίας τὸ χιτώνιον, καὶ δράκοντες ἐκ τῶν λαγόνων συρίζοντες εἰς φθορὰν τῷ θεάτρῳ προήρχοντο. Καὶ ἦν τὸ νεῦμα δολερόν, τὸ βλέμμα ῥυπαρόν, φθοροποιὸν τὸ φθέγμα, ψυχοβλαβὲς τὸ κίνημα, θανατηφόρον τὸ φίλημα.

23 Πλὴν ὁ Ἡρῴδης ἁλοὺς δώσειν ὅπερ ἂν αἰτήσῃ τὸ πονηρὸν ὀρχήστριον ὤμοσεν. «Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς· ∆ός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.» Ὁρᾷς ἡλίκον ἡ θηλυμανὴς ἡδονή. Αἰσθάνει πόσον ἡ φθορὰ τὸν ἁλόντα δουλοῖ, πῶς ὁ χαυνωθεὶς τῇ μέθῃ οὐκέτι τὸ σκῆπτρον οἶδεν, τῆς ἐξουσίας οὐ μέμνηται, πᾶσι πρό κειται παίγνιον. Τί γὰρ πρὸς αὐτὸν ἡ ὀρχήστρια ἐφθέγξατο; «∆ός μοι ὧδε ἐξαυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.» Ταῦτα δὲ οὐ παρακαλούσης, ἀλλ' ἐπιταττούσης τὰ ῥήματα· οὐ γὰρ ὡς κόρη τῷ βασιλεῖ μετὰ φόβου ἢ αἰδοῦς ἤ τινος ὑποστολῆς προσέρχεται, ἀλλ' ὡς οἰκέτῃ δέσποινα, ὡς δεσμώτῃ ἡ δεσμῶν ἐξουσίαν ἔχουσα. «∆ός μοι, φησίν, ἐπὶ πί νακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.» Μὴ ἀναβάλῃ τὴν αἴτησιν. Ὧδε χρῄζω τῆς τοῦ προφήτου σφαγῆς, ἐνταῦθα πρα χθῆναι τὸν φόνον τοῦ τὴν μοιχείαν ἐλέγχοντος. Ὅπου τὴν ἐμὴν ἐθεώρησας γύμνωσιν, ὧδε τὸν ταύτης θριαμβευτὴν τιμωρίαν εἰσπράττομαι.»

24 «∆ός μοι τὴν Ἰωάννου κεφαλὴν ἐπὶ πίνακι»· Ἡρῳδιὰς γὰρ ἐκέλευσεν, ἡ μοιχαλὶς προσέταξεν· «Εἰ μὴ δῷς, οὐκ ἔχεις τὴν ἅμα σοὶ μοιχεύουσαν· ἡ κοίτη μετὰ τὸν οἶνόν σοι χηρεύσει. Ἀναχωρῶν ἀπὸ τῆς στιβάδος, τίνι συνέρχεσθαι; Ἀισχύνεται τὴν φθορὰν ἡ μήτηρ, Ἰωάννου σαλπίζοντος, αἰδεῖται τοὺς οἰκέ τας, τοὺς δορυφόρους ἐντρέπεται. Πᾶσιν ἡ βασιλὶς θρύλημα διὰ τὴν Ἰωάννου παρρησίαν