1

 2

 3

 4

 5

 6

 7

 8

3

αἴσθησις, Ἰουδαίοις δὲ καὶ γέλως ὑπάρχει τοῦ Χριστοῦ τὰ μυστήρια, καὶ τοὺς κήρυκας τῆς ἀληθείας κωμῳδοῦ σιν, ἐχθροὺς ἡγούμενοι τοὺς τῆς χάριτος ῥήτορας.

9 «Οἶνον καὶ σίκερα οὐ μὴ πίῃ», ἵνα μὴ στενοχωρηθῇ τὸ πνεῦμα τὸ ἐν αὐτῷ κατοικεῖν ἐκλεξάμενον. «Πνεύματος ἁγίου πλησθήσεται ἐκ κοιλίας μητρός», φησίν, οὐχ ἁπλῶς οὐδὲ μάτην προλαμβάνων τὴν δωρεὰν καὶ φθάνων τὰ χαρίσματα, ἀλλ' ἵνα κηρύξῃ τὸ φῶς πρὶν ὁμιλῆσαι τῷ φωτί, καταγγείλῃ τὸν ποιητὴν πρὶν αὐτὸν τὰ στοιχεῖα θεάσασθαι, καταμηνύσῃ τὸν ἥλιον πρὶν τῆς ἡμέρας τὸν δρόμον ἰδεῖν, τῆς νυκτὸς κατοπτεῦσαι τὰ τέρ ματα. «Καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει πρὸς κύριον τὸν θεὸν αὐτῶν.» Αὐτὸς γὰρ Ἀνδρέου τοῦ μεγάλου παιδευτής, οὗτος ὑπῆρχεν Ἰωάννου τοῦ θεολόγου διδάσκαλος, πρὶν ἑαυτοὺς τῇ σαγήνῃ προσενέγκωσιν. Παρ' αὐτοῦ μαθόντες οἱ ἀπόστολοι τό· «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», «Ῥαββί, ποῦ μένεις;» πρὸς αὐτὸν ἀκολουθοῦντες λέγουσιν, εἰσελθεῖν τοῦ ἀχωρήτου τὴν σκηνὴν ἐπειγόμενοι.

10 «Αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνά μει Ἠλίου», οὐκ ἐν ψυχῇ καὶ σώματι. Ἄπαγε γάρ, ἄπαγε τῆς ἀτοπίας. Ταῦτα οἱ παῖδες Ἑλλήνων ληροῦσι καὶ μυθεύονται τὰς ψυχὰς προϋπάρχειν καὶ μεταβαίνειν ἐκ σωμάτων εἰς σώματα, καθάπερ ἐκεῖνοι φρενοβλαβοῦντες λέγουσιν, ὄχλον ἐπ' αὐτοῖς ῥημάτων περιττῶν καὶ ἀγελαίων εἴροντες. Ἑκάστῃ δὲ ψυχῇ ἴδιον σῶμα ὁ δημιουργὸς ἔδωκεν, ὅθεν Ἰωάννης, εἰ καὶ δεύτε ρος Ἠλίας καὶ διὰ ζῆλον τὸν πρὸς ἐκεῖνον λέγεται, ὅμως οὐκ ἐν ψυχῇ καὶ σώματι· ἀλλ' ὁ ἐν πνεύματι δεδωκὼς ἐκείνῳ τὴν ἐνέργειαν, οὗτος καὶ Ἰωάννῃ τῷ βαπτιστῇ καὶ προδρόμῳ δίδωσι μέτρον δωρεᾶς, οἷον ἐκεῖνος ἐδέξατο. Ὁ τῷ ἀρχαίῳ χορηγήσας τὴν δύναμιν, οὗτος τῷ νέῳ χορηγεῖν ἐπαγγέλλεται.

11 Οὗτος «ἐπιστρέψει καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπει 11 θεῖς ἐν φρονήσει δικαίων». «Πατέρες» ὁ Ἰσραήλ, «τέκνα» τὰ ἔθνη διὰ τὸν χρόνον λέγονται, ἀλλὰ πρὸς τοὺς παῖδας οἱ πατέρες ἐπιστρέφουσιν, ἐπειδὴ τὴν πηγὴν τῆς ζωῆς οἱ παῖδες προσλαμ βάνουσιν, καὶ τὸ δεῖπνον τῆς χαρᾶς ὡς εὐγνώμονες καὶ πιστοὶ σφετερίζονται, καὶ τὴν τράπεζαν προλαβόντες τοῦ φωτὸς περικά θηνται. Ὅθεν ἐκεῖνοι μὲν κληθέντες «πατέρες» «ἀπειθεῖς» εἰκότως χρηματίζουσι· περὶ γὰρ αὐτῶν Ἠσαΐᾳ τῷ προφήτῃ κεκήρυκται· «Γινώσκω ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν», ἵνα τὸ τῆς συνα γωγῆς ἀκαμπὲς καὶ τῶν ταύτης κληρονόμων τὸ λίαν ἀπειθὲς ἐξηγήσηται. «∆ίκαιοι» δὲ οἱ ἐξ ἐθνῶν· εἰ γὰρ καὶ τὴν δικαιο σύνην πρὸς ὀλίγον ἠγνόησαν, ἀλλὰ νῦν αὐτὴν μετὰ σπουδῆς παι δεύονται· εἰ καὶ τῆς θεοσεβείας τὴν θύραν οὐκ ἠπίσταντο, ἀλλ' ἑαυτοὺς <νῦν> εἰς τὸν νυμφῶνα τρέχοντες μετὰ χαρᾶς εἰσά γουσιν· εἰ καὶ μακρὰν ὑπῆρχον τοῦ φωτός, ἀλλὰ νῦν αὐτὸν ὅλον τὸν ἥλιον καθαροῖς ὀφθαλμοῖς κατοπτεύουσιν.

12 Τί δὲ τὸν Ἰωάννην ὁ Γαβριὴλ κατορθοῦν ἕτερον ἐπαγγέλ λεται, «ἑτοιμάσαι τῷ κυρίῳ λαὸν κατεσκευασμένον»; Ὃν τίς κατεσκεύασεν, ἀλλ' ἢ πάντως ὁ Χριστός; Ὁ γὰρ πλάσας ἀνέ πλασεν, ὁ τὸν τροχὸν ἐξ ἀρχῆς κυλίσας, οὗτος αὐτὸν ἀνεκύλισεν ὕστερον· ὁ εἰπών· «Ἔστω ἄνθρωπος εἰς ψυχὴν ζῶσαν», οὗτος εἶπεν· «Τὸν ἁμαρτωλὸν οὐ βούλομαι ἀποθανεῖν.» Καὶ ταῦτα μὲν ὁ Γαβριήλ, καταβὰς ἐξ οὐρανῶν, ἀπήγγειλεν· ἐν τούτοις δὲ τοῖς λόγοις ὁ Ἰωάννης σπαρεὶς ἔσω τῆς κοιλίας τῆς Ἐλισάβετ ἐγένετο, καὶ τὸν ἐν γαστρὶ προλαβὼν ἀπὸ γαστρὸς ἀσπάζεται, καὶ τὸν ἐν κοιλίᾳ θεολογεῖ ἔτι δεσμοῖς τῆς κοιλίας καὶ ταῦτα μὲν κατεχόμενος· τεχθεὶς δὲ εἰς τὴν ἔρημον πέμπεται, ἵνα τοῖς ἀγ γέλοις ὁμοιωθῇ, ἵνα τῷ θεῷ συλλαλῇ, ἵνα τῶν βιωτικῶν καπνῶν καὶ θορύβων γένηται ἐλεύθερος, ἵνα τὴν ἀνδρείαν ἀσκήσῃ, ἵνα τῶν αἰσθητῶν θηρίων μαθητευθῇ τίνα δεῖ τρόπον τοῖς κεκρυμμένοις πυκτεύειν καὶ πρὸς τοὺς λανθάνοντας μάχεσθαι.