1

 2

 3

 4

 5

 6

 7

 8

4

13 Προστεθείσης δὲ τῆς ἡλικίας καὶ τοῦ χρόνου προκόπτοντος, δειπνητὴς μὲν γίνεται τραπέζης τῆς οὐκ ἐχούσης ὀψοποιόν, οὐδὲ μισθούμενος μάγειρον· μέλι γὰρ αὐτῷ ἦν ἄγριον καὶ παντελῶς ἀνάρτυτον· ἀκρίδες δὲ ὄψα ὧν ἡ θυσία ἀσίδηρος, ἀμάχαιρος ἡ σφαγὴ λεβήτων οὐκ ἔχρῃζεν, ἀνθράκων οὐκ ἐδέετο. Οὐκ ἦν αὐτῷ χρεία καρυκείας τῆς ἔξωθεν, ἀλλὰ τὴν καρυκείαν ἐξ ἑαυτοῦ ἐκέκτητο. Καὶ καμήλων τρίχες τῷ βαπτιστῇ τὴν στολὴν κατ εσκεύαζον, ἵνα τὸ πνεῦμα θερμαίνῃ τρυχουμένου τοῦ σώματος, καὶ τηκομένης τῆς σαρκὸς νεκρωθῶσι τῶν ἡδονῶν οἱ σκώληκες. Ἀλλὰ καὶ ζώνῃ δερματίνῃ τὴν ὀσφῦν περιέκειτο. Ἔλαμπε δὲ ὑπὲρ χρυσὸν ἡ τῶν ἡδονῶν νέκρωσις, ὁ ἁγιασμὸς ὑπὲρ ἤλεκτρον ἤστραπτεν, ἡ ἁγνεία τῶν πολυφεγγῶν λίθων τὰς ἀκτῖνας ἀπέ κρυπτεν. Οὕτω δὴ τὴν φιλοσοφίαν ἀσκηθεὶς ἀσκητὴς ἀληθινὸς ἀπήρτιστο καὶ δρομεὺς ἄκακος καὶ στρατιώτης ἄμεμπτος καὶ νυμφαγωγὸς δίκαιος καὶ κῆρυξ εὐσεβὴς καὶ μεσίτης καὶ πρό δρομος, «παντὸς οὑτινοσοῦν πονηροῦ πράγματος ἀπεχόμενος».

14 Ποσάκις αὐτὸν ὁ διάβολος φιλοσοφοῦντα τοιαῦτα θεω ρήσας ἐζήλωσεν; Ἀλλὰ γὰρ ὅμως διαβάλλειν οὐκ ἴσχυσεν. Καὶ τί σφόδρα διψῶν καὶ ποθῶν καὶ δεόμενος; Τί δὲ διαβάλλειν τοῦ ἀθλητοῦ, τί δὲ σκώπτειν τοῦ στρατιώτου, τί χλευάζειν ἔμελλεν τοῦ μηδὲν ἐν ταῖς χερσὶ κατέχοντος; Ποίαν εὐθηνίαν ἐξηγεῖσθαι τοῦ μηδεμίαν ἔχοντος πρὸς τὴν εὐπραγίαν τοῦ βίου συγγένειαν; Μὴ διαβάλλειν εἶχεν τοὺς παῖδας οὓς οὐκ ἔσπειρεν, μὴ θυγατέρας ὧν πατὴρ οὐκ ἐτύγχανεν, μὴ ἀγροὺς οὓς οὐκ ἔσχεν, οἴκους δὲ οὓς οὐκ ἤγειρεν, ὄνους ἢ βόας ἢ καμήλους ὧν οὐδὲν ἐκτήσατο, γυναῖκα ἣν οὐκ ἔγνω, οὐκ ἔσχεν, οὐκ ἔγημεν; Ὑμνείσθω τοίνυν Ἰωάννης, πάλιν ἐρῶ, ἐπειδὴ πᾶσιν ἐμέρισε προσφόρως τῆς σω τηρίας τὸ κήρυγμα. Τοὺς μὲν γὰρ στρατιώτας ἀρκεῖσθαι τοῖς ὀψωνίοις ἐκέλευσεν, τοὺς δὲ τελώνας μηδὲν πλέον τῶν φόρων τῶν τεταγμένων λαμβάνειν, τὸν λαὸν σύντομον ὁδὸν τῆς ζωῆς εἰς Χριστὸν ἐπιδείξασθαι, τὸν ἔχοντα διδόναι τῷ μὴ ἔχοντι, τὸν περιττεύοντα τῷ ὑστεροῦντι παρασχεῖν τὸ περιττεῦον, ἵνα τὸ σῶμα μὴ ὑστερῇ, τῶν μελῶν εἰσφερόντων ἀλλήλοις καὶ χορη γούντων τὰ δέοντα.

15 Οὗτος ὁ λαὸς σωρηδὸν ἐπὶ τὴν πηγὴν τοῦ βαπτίσματος ἔσπευδεν καὶ μετ' αὐτοὺς ὁ λυτρωτὴς αὐτὸς ὡς προβάτοις ποιμὴν ἐπακολουθῆσαι βουλόμενος καὶ τῆς πηγῆς μετασχεῖν ἧς αὐτὸς τοῖς ἀμνοῖς ἐνεφάνισεν. Ἔπαλλον οἱ τοῦ βαπτιστοῦ δάκτυλοι, αἱ χεῖρες ἐνάρκων, ἕκαστον αὐτῷ τῶν μελῶν τῆς στολῆς ἀπὸ κεφαλῆς μέχρι ποδῶν ἔτρεμεν. Καὶ μήτε ἀντειπεῖν ὡς οἰκέτης δεσπότῃ δυνάμενος, μήτε διακονῆσαι χωρῶν τῷ τοσούτῳ προσ τάγματι, οὔτε παραιτεῖσθαι ἐτόλμα τῷ μεγάλα προστάττοντι. «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι καὶ σὺ ἔρχῃ πρός με.» Πῶς, φησίν, πλυνῶ τὸν καθαρόν; Τίνα δὲ τρόπον κρατήσω τὸν ἀχώρητον; Πῶς λευκανῶ τὸ φῶς; Πῶς ἀποσμύξω τὸν ἥλιον; Τί μου χρῄζει τῆς χειρός; Τί σοι δεῖ γλώττης ἣν αὐτὸς ἐκεράμω σας; Τί πρὸς σὲ βαπτίζων εἴπω; Τί πρὸς αὐτὸν τὸν Ἰορδάνην φθέγξομαι; Τί πρὸς τὴν περιστερὰν τὴν ἐξ οὐρανῶν αὐτομο λοῦσαν τοῦ πνεύματος; Τί πρὸς τὴν νεφέλην ᾗ τοῦ σοῦ πατρὸς ἐποχεῖται τὸ κήρυγμα; Ἆρα μὴ ἀγνοεῖς τί ὑπάρχω, δέσποτα; Ἆρα δὲ οὐκ οἶδας διὰ τί παραγέγονα;»

16 «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με.» Μὴ γὰρ «ἐν ἀνομίαις συνελήφθης», ὥσπερ ἐγώ; Μὴ γὰρ «ἐν ἁμαρτίαις ἐκίσσησέ σε ἡ μήτηρ σου» ἢ σπόρον ἔσχεν ὁ τό κος; Μὴ φθορὰν ἡ κύησις ἢ συμπλοκὴν ἡ σύλληψις; Μὴ νυμ φίον ἡ μήτρα ἢ γεωργὸν ἡ γαστήρ; Μὴ τὸ γάλα ἐξ ἀνδρός; Μὴ τῆς σῆς μητρὸς τὸν μασθόν τις ἐψηλάφησεν; Μὴ τῇ κατάρᾳ τῆς Εὔας ἡ παρθένος ὑπέπεσεν;» Ἀλλὰ τί πρὸς αὐτὸν ὁ λυτρωτὴς ἐπήγαγεν; «Ἄφες ἄρτι· οὕτως γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἄφες ἄρτι», τουτέστιν τί γυμνοῖς πρὸ καιροῦ τὰ λανθάνοντα; Τί ἐκκαλύπτεις τὰ δεόμενα τέως κρύπτεσθαι μέχρι καιροῦ; Τί