2
ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ. Τί τοῦτο, ὦ ἅγιε καὶ πατριάρχα; περιορᾷς τὸ γύναιον ὑβριζόμενον, καὶ τὴν εὐνὴν ἀδικουμένην, καὶ τὸν γάμον διορυττόμενον; οὕτω δέδοικας, εἰπέ μοι, τὸν θάνατον; οὐ περιορᾷς δὲ μόνον, ἀλλὰ καὶ πλέκεις δόλον μετὰ τῆς γυναικὸς, καὶ συνυποκρίνῃ τὸ δρᾶμα τῆς ὕβρεως, καὶ πῶς μὴ γένηται κατάδηλος ὁ βασιλεὺς τῶν Αἰγυπτίων ἐπιχειρῶν τῇ μοιχείᾳ πάντα πράττεις, καὶ περιελὼν αὐτὴν τὸ ὄνομα τῆς γυναικὸς, περιέθηκας αὐτῇ τὸ προσωπεῖον τῆς ἀδελφῆς; Ἀλλὰ γὰρ δέδοικα μὴ θανάτου σπουδάζοντες παραλῦσαι δύναμιν, φανῶμεν τοῦ δικαίου κατηγοροῦντες· διόπερ ἀμφότερα ποιῆσαι πειράσομαι, καὶ τοῦ θανάτου δεῖξαι τὴν ἀσθένειαν, καὶ τοῦτον τῆς κατηγορίας ἐξαρπάσαι ταύτης. Πρότερον δὲ αὐτὸν ἀναγκαῖον δεῖξαι δεδοικότα τὸν θάνατον, καὶ τότε ἀπαλλάξαι τῶν ἐγκλημάτων. Ἴδωμεν τοίνυν ὅσον πρᾶγμα ὑπέμεινεν ἀφόρητον καὶ δεινόν· τὸ γὰρ γυναῖκα ὑβριζομένην ἰδεῖν, καὶ μοιχευομένην θεάσασθαι μυρίων 50.631 θανάτων ἀφορητότερόν ἐστι. Καὶ τί λέγω μοιχευομένην; κἂν ψιλήν τινα ἔννοιαν ὑποψίας περὶ αὐτῆς ἐν τῇ ψυχῇ κέκτηται, ἀβίωτος ὁ βίος αὐτῷ ἅπας γίνεται. Πῦρ γὰρ αὐτῷ καὶ φλόξ ἐστιν ἀκαταγώνιστος τὸ τῆς ζηλοτυπίας πάθος· καὶ τὸ τυραννικὸν αὐτοῦ καὶ ἀπαραίτητον δηλῶν τις ἔλεγε· Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς· οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδὲ μὴ φείσηται ἐν ἡμέρᾳ κρίσεως, οὐδ' οὐ μὴ διαλυθῇ πολλῶν δώρων. Καὶ πάλιν ἀλλαχοῦ· Σκληρὸς ὡς ᾅδης ζῆλος· ὥσπερ γὰρ οὐκ ἔστι, φησὶ, τὸν ᾅδην χρήμασι πεῖσαι, οὕτως οὐδὲ τὸν ζηλοτυποῦντα παραμυθήσασθαι καὶ καταλλάξαι.
Πολλοὶ γοῦν πολλάκις καὶ τὴν ψυχὴν προήκαντο τὴν ἑαυτῶν, ὥστε τὸν μοιχὸν εὑρεῖν· καὶ τοῦ αἵματος δὲ αὐτοῦ ἡδέως ἂν ἀπογεύσαιντο τοῦ τὴν γυναῖκα ὑβρικότος ἀνδρὸς, καὶ πάντα ἂν ἕλοιντο καὶ ποιῆσαι καὶ παθεῖν διὰ τοῦτο· ἀλλ' ὅμως τοῦτο τὸ ἀφόρητον πάθος, τοῦτο τὸ τυραννικὸν καὶ ἀπαραίτητον ὑπέμεινεν ὁ δίκαιος μετὰ πλείονος ὑπερβολῆς, καὶ περιορᾷ τὴν γυναῖκα ὑβριζομένην διὰ τὸν φόβον τοῦ θανάτου καὶ τῆς τελευτῆς.
βʹ. Ὅτι μὲν οὖν ἐδεδοίκει τὸν θάνατον ἐκ τούτου δῆλον· ὥρα δὲ λοιπὸν
αὐτὸν ἀπαλλάξαι τῶν ἐγκλημάτων καὶ τῆς κατηγορίας τῆς ἐπὶ τούτῳ, πρότερον αὐτὴν εἰπόντα τὴν κατηγορίαν. Τίς οὖν ἐστιν ἡ κατηγορία; Ἔδει, φησὶν, αὐτὸν ἀποθανεῖν μᾶλλον, ἢ περιιδεῖν τὴν γυναῖκα ὑβριζομένην· καὶ τοῦτό ἐστιν ὃ κατηγοροῦσί τινες· ὅτι εἵλετο μᾶλλον τὴν ἑαυτοῦ διασῶσαι ζωὴν, ἢ τὴν σωφροσύνην τῆς γυναικός. Τί λέγεις; ἔδει μᾶλλον αὐτὸν ἀποθανεῖν, ἢ τὴν γυναῖκα περιιδεῖν ὑβριζομένην; Καὶ τί πλέον ἐγίγνετο; εἰ μὲν γὰρ ἔμελλεν ἀποθνήσκων ἐξαρπάζειν τὴν γυναῖκα τῆς ὕβρεως, καλῶς ταῦτά φατε· εἰ δὲ ἀποθανὼν οὐδὲν ὠφελεῖ τὴν γυναῖκα πρὸς τὴν τῆς ὕβρεως ἀπαλλαγὴν, τίνος ἕνεκεν εἰκῆ καὶ ἁπλῶς τὴν ἑαυτοῦ προδίδωσι σωτηρίαν; Ἵνα γὰρ μάθῃς, ὅτι οὐδὲ ἀποθανὼν ἔμελλεν ἐξαρπάζειν αὐτὴν τῆς μοιχείας, ἄκουσον τί φησι· Καὶ ἔσται ὡς ἄν σε ἴδωσιν οἱ Αἰγύπτιοι, σὲ μὲν περιποιήσονται, ἐμὲ δὲ ἀποκτενοῦσι. ∆ύο τοίνυν ἔμελλε γίνεσθαι ἄτοπα, μοιχεία, καὶ φόνος· οὐ τῆς τυχούσης δὲ ἦν συνέσεως ἐκ τῶν δύο τούτων ἓν γοῦν κερδᾶναι. Εἰ μὲν γὰρ ἔμελλε πάλιν γὰρ τὸ αὐτὸ ἐρῶ τὴν ψυχὴν ἐπιδοὺς τὴν ἑαυτοῦ ἀπαλλάττειν ἐκείνην τῆς ὕβρεως, καὶ ἀποκτείναντες ἐκεῖνοι τὸν δίκαιον τῆς Σάῤῥας οὐχ ἥπτοντο, καλῶς ἐνεκάλεις· εἰ δὲ καὶ ἀποθανόντος αὐτοῦ, ὁμοίως ἔμελλεν ὑβρίζεσθαι ἡ γυνὴ, τίνος ἕνεκεν τοῦ δικαίου κατηγορεῖς, ὅς γε δύο μελλόντων συμβαίνειν δεινῶν μοιχείας καὶ φόνου, θάτερον διὰ τῆς αὐτοῦ σοφίας ἐκώλυσε, τὸ τῆς ἀνδροφονίας λέγω; Ὑπὲρ γὰρ τούτου καὶ ἐπαινεῖσθαι αὐτὸν ἔδει, ὅτι καθαρὰν ἐτήρησεν αἵματος τὴν τοῦ μοιχοῦ χεῖρα. Οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοις εἰπεῖν, ὅτι τῷ εἰπεῖν αὐτὴν, ὅτι ἀδελφὴ αὐτοῦ εἰμι, τούτῳ ἐπεσπάσατο τὸν Αἰγύπτιον πρὸς τὴν ὕβριν· καὶ γὰρ εἰ εἶπεν, ὅτι γυνὴ αὐτοῦ εἰμι, οὐδὲ οὕτως ἔμελλεν