2
οὐδαμόθεν ἑτέρωθεν γίνεται ἢ ἐξ ἀδικίας. Ὅτι γὰρ ἀδικία τοῦτο, σκόπει ἐντεῦθεν. Καὶ σὲ ὁ Θεὸς κἀκεῖνον ἐποίησε, καὶ πάντα σοι κοινὰ καὶ ἴσα δέδωκε πρὸς αὐτόν. Πῶς οὖν αὐτὸν ἐκβάλλεις καὶ ἀποστερεῖς τῆς τιμῆς, ἧσπερ ἔδωκεν ὁ Θεὸς, καὶ οὐκ ἀφίης εἶναι κοινωνὸν, ἀλλὰ τὸ πᾶν σὸν ποιῶν, οὐκ ἐν χρήμασι μόνον, ἀλλὰ καὶ ἐν δόξῃ ποιεῖς αὐτὸν πένητα; Μίαν ἑκατέροις ὁ Θεὸς οὐσίαν ἐχαρίσατο· τῆς αὐτῆς ἠξίωσε προεδρίας, τῆς ἴσης πλάσεως. Τὸ γὰρ, Ποιήσωμεν ἄνθρωπον, κοινὸν τοῦ γένους παντός. Πῶς οὖν αὐτὸν τῆς πατρῴας ἐκβάλλεις οὐσίας, εἰς ἐσχάτην εὐτέλειαν κατάγων, καὶ τὸ κοινὸν ἰδιοποιούμενος; Ἀλλ' οὐχ ὁ μακάριος Προφήτης τοιοῦτος· διὸ καὶ μετὰ παῤῥησίας ἔλεγεν· Εἰσήκουσε τῆς δικαιοσύνης μου. Οὕτω καὶ Παῦλος παράγει πολλάκις ἑαυτὸν εἰς τὸ μέσον, οὐκ ἐπαίρων, οὐδὲ φυσῶν, ἀλλὰ τοῖς ἄλλοις ὑπόδειγμα γινόμενος; ὡς ὅταν λέγῃ, Θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν ἐν ἐγκρατείᾳ. Οὕτω καὶ ὁ ∆αυῒδ ἐν καιρῷ καλοῦντι, τὴν ἀνδρείαν τὴν ἑαυτοῦ, τὴν ἐκ τῆς τοῦ Θεοῦ γινομένην ῥοπῆς εἰς μέσον ἄγει λέγων, ὅτι καὶ ἄρκτους ἔπνιγε, καὶ λέοντας ἠγκαλίζετο, οὐκ ἐπαίρων ἑαυτὸν οὐδὲ οὗτος, μὴ γένοιτο, ἀλλ' οἰκονομῶν ἑαυτῷ ἐντεῦθεν τὸ ἀξιόπιστον. Καὶ εἰ ἔχω δικαιοσύνην, φησὶν, ἴσως ἐρεῖ τις, τίς χρεία εὐχῆς, ἀρκοῦντος τοῦ πράγματος ἅπαντα κατορθοῦν, καὶ τοῦ μέλλοντος διδόναι εἰδότος ὧν δεόμεθα; Ὅτι οὐ μικρὸς σύνδεσμος τῆς πρὸς Θεὸν ἀγάπης ἡ εὐχὴ, συνήθειαν ἡμῖν ἐμποιοῦσα τῆς πρὸς αὐτὸν ὁμιλίας, καὶ εἰς φιλοσοφίαν ἄγουσα. Εἰ γὰρ ἀνθρώπῳ τις συγγινόμενος θαυμαστῷ, πολλὰ καρποῦται ἐκ τῆς συνουσίας, πολλῷ μᾶλλον ὁ Θεῷ διηνεκῶς ὁμιλῶν. Ἀλλ' οὐκ ἴσμεν τῆς εὐχῆς τὸ κέρδος ὡς χρὴ, ἐπειδὴ μηδὲ προσέχομεν αὐτῇ μετὰ ἀκριβείας, μηδὲ χρώμεθα κατὰ τοὺς τοῦ Θεοῦ νόμους. Ἀλλ' ἀνθρώποις μὲν μέλλοντες διαλέγεσθαί τισι τῶν ὑπὲρ ἡμᾶς, καὶ σχῆμα, καὶ βάδισμα, καὶ στολὴν, καὶ πάντα ῥυθμίσαντες εἰς τὸ δέον, οὕτω διαλεγόμεθα· Θεῷ δὲ προσιόντες χασμώμεθα, κνώμεθα, περιστρεφόμεθα, ῥᾳθυμοῦμεν· τῶν γονάτων χαμαὶ κειμένων, ἐπὶ τῆς ἀγορᾶς πλανώμεθα. Εἰ δὲ μετὰ τῆς προσηκούσης εὐλαβείας, καὶ ὡς Θεῷ διαλέξεσθαι μέλλοντες, οὕτω προσῄειμεν, τότε ἂν ἔγνωμεν, καὶ πρὸ τοῦ λαβεῖν ἅπερ ᾐτοῦμεν, ἡλίκον κέρδος καρπούμεθα. Ἄνθρωπος γὰρ Θεῷ παιδευθεὶς διαλέγεσθαι, ὡς εἰκὸς τὸν 55.42 τῷ Θεῷ διαλεγόμενον, ἄγγελος ἔσται λοιπόν· οὕτως ἀπολύεται τῶν δεσμῶν τοῦ σώματος ἡ ψυχή· οὕτω μετάρσιος αὐτῷ γίνεται ὁ λογισμός· οὕτω μετοικίζεται πρὸς τὸν οὐρανόν· οὕτως ὑπερορᾷ τῶν βιωτικῶν· οὕτω παρ' αὐτὸν ἵσταται τὸν θρόνον βασιλικὸν, κἂν πένης ᾖ, κἂν οἰκέτης, κἂν ἰδιώτης, κἂν ἀμαθής. Οὐ γὰρ γλώττης ζητεῖ κάλλος ὁ Θεὸς, οὐδὲ ῥημάτων συνθήκην, ἀλλὰ ψυχῆς ὥραν· κἂν ἐκείνη φθέγγηται τὰ αὐτῷ δοκοῦντα, τὸ πᾶν ἀνύσας ἄπεισιν. Ὁρᾷς πόση εὐκολία; Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων τὸν προσιόντα τινὶ καὶ ῥητορικὸν εἶναι χρὴ, καὶ κολακεύσαι τοὺς περὶ τὸν ἄρχοντα πάντας ἱκανὸν, καὶ πολλὰ ἕτερα ἐπινοῆσαι, ὥστε γενέσθαι εὐπαράδεκτον. Ἐνταῦθα δὲ οὐδενὸς δεῖται, ἀλλὰ γνώμης μόνης νηφούσης, καὶ οὐδὲν τὸ κωλύον εἶναι ἐγγὺς τοῦ Θεοῦ. Θεὸς γὰρ ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν. Ὥστε τὸ μακρὰν γενέσθαι, ἀφ' ἡμῶν γίνεται· αὐτὸς γὰρ ἀεὶ πλησίον ἐστί. Καὶ τί λέγω ὅτι ῥητορείας οὐ δεόμεθα; Πολλάκις οὐδὲ φωνῆς δεόμεθα. Κἂν γὰρ ἐν τῇ καρδίᾳ φθέγξῃ, καὶ καλέσῃς αὐτὸν ὡς χρὴ, ῥᾳδίως ἐπινεύσει καὶ τότε. Οὕτω καὶ Μωϋσέως ἤκουσεν· οὕτω καὶ Ἄννης. Οὐ παρέστηκε στρατιώτης ἀποσοβῶν, οὐ δορυφόρος τὸν καιρὸν διακόπτων· οὐκ ἔστιν εἰπὼν, Νῦν οὐ δυνατὸν προσελθεῖν, μετὰ ταῦτα παραγενοῦ· ἀλλ' ὅταν ἔλθῃς, ἕστηκεν ἀκούων, κἂν ἐν καιρῷ ἀρίστου, κἂν ἐν καιρῷ δείπνου, κἂν ἐν αὐτῇ τῇ ἀωρίᾳ, κἂν ἐν ἀγορᾷ, κἂν ἐν ὁδῷ, κἂν ἐν θαλάμῳ, κἂν ἔνδον ἐν δικαστηρίῳ ἄρχοντι παραστῇς, καὶ καλέσῃς αὐτὸν, τὸ κωλύον οὐδὲν ἐπινεῦσαι τῇ αἰτήσει, ἂν ὡς χρὴ καλέσῃς. Οὐκ ἔστιν εἰπεῖν ∆έδοικα προσελθεῖν, καὶ δεηθῆναι· ὁ ἐχθρός μου παρέστηκεν· ἀλλὰ καὶ