1

 2

 3

 4

 5

 6

 7

 8

2

κοινοί. Ἐγένετο τοίνυν κατὰ τοὺς ταύτης χρόνους λιμὸς χαλεπός· οὐχὶ ἡ γῆ δὲ καμοῦσα παρῃτήσατο τὴν φορὰν, ἀλλὰ τῶν ἀνθρώπων τὰ ἁμαρτήματα τοῦ Θεοῦ τὴν δωρεὰν ἀπεκρούσαντο. Ἐγένετο τοίνυν λιμὸς χαλεπὸς, καὶ λιμῶν ἁπάντων πικρότατος· καὶ τοῦτον ἤγαγε τὸν λιμὸν ὁ μέγας Ἠλίας, καθάπερ τινὰ φοβερὸν οἰκέτην καλέσας, ὥστε τοὺς συνδούλους τὸν ∆εσπότην ὑβρίζοντας σωφρονίσαι· μᾶλλον δὲ ἐκάλεσεν αὐτὸν τῶν Ἰουδαίων τὰ ἁμαρτήματα· ἐκόμισε δὲ αὐτὸν τοῦ προφήτου τὸ στόμα, Ζῇ γὰρ, φησὶ, Κύριος ὁ Θεὸς, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου. Ἦν τοίνυν ἀφόρητον κακόν· οὐδὲ γὰρ τὴν γαστέρα τῆς γῆς ἄγονον ἐποίησε μόνον ἡ φοβερὰ τοῦ προφήτου φωνὴ, ἀλλὰ καὶ αὐτὰ τῶν ποταμῶν τὰ ῥεῖθρα ἀνέστειλε, καὶ οἱ χείμαῤῥοι τότε ἐξηραίνοντο πάντες. Καὶ καθάπερ πυρετὸς λάβρος καὶ διακαὴς εἰς σώματος φύσιν ἐμπεσὼν, οὐχὶ τὴν ἐπιφάνειαν ξηραίνει μόνον, ἀλλὰ καὶ πρὸς αὐτὸ χωρήσας τὸ βάθος, αὐτὴν τῶν ὀστῶν καταφρύγει τὴν φύσιν· οὕτω καὶ ὁ τότε γενόμενος αὐχμὸς, οὐχὶ τὴν ὄψιν τῆς γῆς κατέκαυσε μόνον, ἀλλὰ καὶ πρὸς αὐτὰς τὰς λαγόνας ἐλθὼν, πᾶσαν κάτωθεν ἀνέσπασε τὴν νοτίδα.

Τί οὖν ὁ Θεὸς πρὸς τὸν προφήτην; Ἀνάστηθι, φησὶ, καὶ πορεύθητι εἰς Σαρεφθὰ τῆς Σιδῶνος· ἐκεῖ ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διαθρέψαι σε. Τί τοῦτο; ἐπὶ τῆς οἰκείας οὐδεμιᾶς ἀπέλαυσε φιλοφροσύνης, καὶ εἰς τὴν ἀλλοτρίαν αὐτὸν πέμπεις, καὶ πρὸς γυναῖκα χήραν; Εἰ γὰρ εὔπορος ἦν, εἰ γὰρ πλουσιωτάτη, εἰ γὰρ αὐτοῦ τοῦ βασιλεύοντος γυνὴ, εἰ γὰρ ταμιεῖα πολλῶν εἶχεν ἐμπεπλησμένα γεννημάτων, οὐκ ἂν αὐτῆς μᾶλλον τῆς γῆς τὴν προαίρεσιν ἀπεστείρωσεν ὁ τοῦ λιμοῦ φόβος; Ἵνα οὖν μὴ ταῦτα ὁ προφήτης λέγῃ, μηδὲ διαλογίζηται, διὰ τοῦτο αὐτὸ, πρότερον διὰ τῶν κοράκων ἔθρεψε, μονονουχὶ πρὸς αὐτὸν λέγων διὰ τῶν γενομένων, ὅτι Εἰ τὴν ἄλογον φύσιν ξενοδοχῆσαί σε παρεσκεύασα, πολλῷ μᾶλλον ἡ λογικὴ πεισθήσεται τοῦτο ποιῆσαι.

γʹ. ∆ιὰ τοῦτο μετὰ τοὺς κόρακας ἡ χήρα. Καὶ ἦν ἰδεῖν τὸν προφήτην

ὑπόδικον γενόμενον γυναικὸς, τὴν οὐρανομήκη καὶ θείαν ψυχὴν ἐκείνην, τὸν γενναῖον καὶ ὑψηλὸν Ἠλίαν, ὥσπερ ἀλήτην τινὰ καὶ προσαίτην πρὸς τὰς θύρας τῆς χήρας ἐρχόμενον, καὶ τὸ στόμα, ὃ τὸν οὐρανὸν ἔκλεισε, τὰς τῶν προσαιτούντων φθεγγόμενον φωνάς· ∆ός μοι ἄρτον, δός μοι ὕδωρ· ἵνα σὺ μάθῃς ὅτι οὐδὲν οὕτως ἐπιτήδειον, ὡς γυναικὸς οἰκία χήρας, καὶ σκηνὴ πενίας γέμουσα, καὶ πλούτου καὶ τῶν ἀπὸ τοῦ πλούτου κακῶν ἀπηλλαγμένη. Καθαρὸν γὰρ θορύβων ἦν τὸ χωρίον, καὶ πάσης φιλοσοφίας μεστὸν, καὶ λιμένος παντὸς εὐδιώτερον.

Τοιαῦτα δὴ μάλιστα ἐνδιαιτήματα τῶν ἁγίων ἐπιζητοῦσιν αἱ ψυχαί. Ἀπῄει τοίνυν πρὸς τὴν χήραν ὁ προφήτης, τῆς Ἰουδαϊκῆς μισοξενίας ἔλεγχον ἐσομένην· ἀπῄει πρὸς τὴν χήραν, διδάσκων ἅπαντας ὅτι δικαίως ἐκείνην τὴν κόλασιν ὑπομένουσιν Ἰουδαῖοι. Καὶ γὰρ ὅταν μέλλῃ τινὰς κολάζειν ὁ Θεὸς, οὐχ ἁπλῶς ἐπάγει τὴν τιμωρίαν, οὐδὲ τῇ τῆς οἰκείας κρίσεως ἀρκεῖται ψήφῳ, ἀλλὰ καὶ τοῖς ἀνθρώποις διὰ τῶν πραγμάτων ἀπολογεῖται, ὥσπερ ἐν κοινῷ δικαστηρίῳ κρινόμενος ταῖς τῶν πολλῶν ὑπονοίαις. Καὶ καθάπερ οἱ δικάζοντες, ὅταν μέλλωσί τινα τὴν ἐπὶ θάνατον ἄγειν ὁδὸν, ἐφ' ὑψηλοῦ τοῦ βήματος προκαθίσαντες, καὶ τὰ παραπετάσματα συνελκυσθῆναι κελεύσαντες, καὶ τὴν πόλιν αὐτοῖς περιστήσαντες ἅπασαν, οὕτω καθάπερ ἐν θεάτρῳ κοινῷ δικάζοντες πρὸς τὸν κατάδικον, ὑπὸ ταῖς ἁπάντων ὄψεσι καὶ ἀκοαῖς τὰς πεύσεις ποιούμενοι, καὶ τὰ ὑπομνήματα τῶν ἐκείνοις τετολμημένων ἀναγνωσθῆναι κελεύοντες, καὶ αὐτὸν τὸν ὑπεύθυνον τῶν αὐτῷ τετολμημένων γενέσθαι κατήγορον παρασκευάζοντες, τότε τὴν ψῆφον ἐπάγουσιν· οὕτω καὶ ὁ Θεὸς, καθάπερ ἐφ' ὑψηλοῦ τοῦ βήματος, τοῦ τῶν Γραφῶν κηρύγματος προκαθίσας, καὶ τὴν οἰκουμένην ἅπασαν περιστήσας, ὑπὸ ταῖς ἁπάντων ὄψεσι καὶ ἀκοαῖς ποιεῖται τῶν ἁμαρτημάτων τὴν ἐξέτασιν, οὐχ ὑπομνήματα ἀναγνωσθῆναι κελεύων, οὐδὲ