1

 2

 3

 4

 5

 6

 7

 8

6

παλαιὰν πατρίδα ἐπάνοδον· Ἰδόντες αὐτὸν, φησὶν, οὐκ ἤκουσαν αὐτοῦ ἀπὸ τῆς ὀλιγοψυχίας, καὶ τῶν ἔργων τῶν σκληρῶν. Ἐκεῖνοι τὸν κομίζοντα εὐαγγέλια τοσαῦτα ἰδόντες ἐπεστράφησαν· αὕτη δὲ ἰδοῦσα τὸν προφήτην ἐλθόντα, οὐχὶ ὥστε λῦσαι τὸν λιμὸν, ἀλλ' ὥστε καὶ αὐτῇ γενέσθαι βαρὺν, οὐδὲν τοιοῦτον ἔπαθε. Κἀκεῖνοι μὲν οὕτως ἦσαν δυσχερεῖς διὰ τὸν τῶν ἔργων πόνον· αὕτη δὲ οὐχὶ πόνου, ἀλλὰ λιμοῦ σφοδρῶς ἐπικειμένου (πολὺ δὲ πόνου καὶ λιμοῦ τὸ μέσον), οὐ μόνον οὐκ ἀπεστράφη τὸν ἄνδρα, ἀλλὰ καὶ πᾶσαν αὐτῆς τὴν πενίαν ἐκένωσεν, ὥστε ὑποδέξασθαι τὸν ἐπαγαγόντα αὐτοῖς τὸν λιμόν. Καὶ ἐπορεύθη, φησὶ, λαβεῖν ὕδωρ, καὶ ἐβόησεν ὁ προφήτης καὶ εἶπε, Λάβε δή μοι καὶ ἄρτον, καὶ φάγομαι. Τί οὖν ἡ γυνή; Οὐδὲ ἐνταῦθα δυσχεραίνει, ἀλλὰ τί φησι; Ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ' ἢ ὅσον δρὰξ ἀλεύρου. Τίνος ἕνεκεν ὄμνυσιν; Ἄρτον ᾔτησεν ὁ προφήτης, αὐτὴ δὲ ἄρτον οὐκ εἶχεν. Ἔδεισεν οὖν μή ποτε πεπτούσης αὐτῆς, ὀπτώσης, καὶ παρασκευαζούσης, εἶτα βραδυνούσης, οὐκ ἀναμείνας τὴν ἀναβολὴν ὁ προφήτης ἀποπηδήσῃ, καὶ φύγῃ τῆς φιλοξενίας τὸ θήραμα. ∆ιὰ τοῦτο αὐτὸν ὅρκῳ προκατέλαβε λέγουσα, οὐχ ὅτι Οὐκ ἔστι μοι ἄλευρον, ἀλλ' ὅτι Ἐγκρυφίας μὲν οὐκ ἔστιν, ἄλευρον δέ ἐστι. Καὶ οὐ διὰ τοῦ ὅρκου μόνον αὐτὸν πιστοῦται, ἀλλὰ καὶ δι' αὐτῆς τῶν πραγμάτων τῆς ἀποδείξεως. Ἰδοὺ γὰρ, φησὶ, δύο συλλέγω ξυλάρια, καὶ εἰσελεύσομαι, καὶ ποιήσω αὐτὰ τοῖς τέκνοις μου, καὶ φαγόμεθα, καὶ ἀποθανούμεθα. Ἀκουέτωσαν οἱ τὰς λαμπρὰς οἰκίας οἰκοδομούμενοι, καὶ τοὺς πολυτελεῖς ἀγροὺς ὠνούμενοι, καὶ οἰκετῶν ἀγέλας ἐπὶ τῆς ἀγορᾶς περιφέροντες· μᾶλλον δὲ καὶ εὔποροι καὶ πένητες ἀκουέτωσαν πάντες· οὐδενὶ γὰρ μετὰ τὴν χήραν ταύτην ἀπολογία ἔσται λοιπόν.

Τοσαῦτα ἦν αὐτῇ τὰ κωλύματα, ἀλλ' ὅμως πάντα ἐκεῖνα διέκοψε καὶ ὑπερέβη. Ἄκουε δέ. Ἀλλόφυλος ἦν· ἓν τοῦτο τὸ κώλυμα. Σιδωνία· δεύτερον κώλυμα. Οὐδὲ γὰρ ἴσον ἀλλόφυλον εἶναι ἁπλῶς, καὶ Σιδώνιον τῆς πονηροτάτης πόλεως· ὡς γὰρ ἔσχατον κακίας 51.345 ὑπόδειγμα, τὴν πόλιν ἐκείνην ἐν τοῖς Εὐαγγελίοις παρήγαγεν ὁ Χριστός. Ἦν τοίνυν καὶ ἀλλόφυλος, καὶ Σιδωνία, καὶ γυνὴ, τὸ ἀσθενὲς γένος καὶ πάντοθεν δεόμενον τῆς ἀντιλήψεως. Προσῆν καὶ χηρεία, τέταρτον κώλυμα· πέμπτον, ἐκείνων ἁπάντων μεῖζον, παιδοτροφίας ἐπιμέλεια. Ἀκουέτωσαν αἱ χῆραι καὶ παῖδας τρέφουσαι, ὡς οὐκ ἦν ἱκανὴ ἡ σκῆψις αὕτη πρὸς τὸ μὴ ποιεῖν ἐλεημοσύνην, μηδὲ ὑποδέχεσθαι ξένους· καὶ δρὰξ ἀλεύρου ὑπελέλειπτο μόνον, καὶ μετ' ἐκείνην θάνατος προσεδοκᾶτο. Σὺ μὲν γὰρ κἂν ἅπαντα κενώσῃς τὰ χρήματα, κἂν γυμνώσῃς τῆς περιουσίας σαυτὸν, δύνασαι πρὸς τὰς ἑτέρων θύρας ἀπελθεῖν καὶ τυχεῖν παραμυθίας· τότε δὲ οὐδὲ ἐπαιτεῖν δυνατὸν ἦν, οὕτως ἅπαντας τοὺς λιμένας ἔχωσεν ὁ λιμός. Ἀλλ' οὐδὲν τούτων ἐκώλυσεν. Εἴπω καὶ ἕβδομον κώλυμα, αὐτὸν τὸν μέλλοντα ἐπιξενίζεσθαι τῇ γυναικί. Οὐδὲ γὰρ οἰκεῖος, οὐδὲ γνώριμος ἦν, ἀλλὰ ξένος καὶ ἀλλότριος, καὶ κατ' αὐτὸν τῆς εὐσεβείας λόγον κεχωρισμένος αὐτῆς. Οὐ μόνον δὲ ξένος καὶ ἀλλότριος, ἀλλὰ καὶ αὐτὸς ἦν ὁ τὸν λιμὸν ἐπαγαγών. θʹ. Ἀλλ' οὐδὲν τούτων ἀπέτρεψε τὴν γυναῖκα, ἀλλ' ἐδίδου τροφὴν στόματι τῷ πᾶσαν αὐτῆς δαπανήσαντι τὴν τροφὴν, καὶ τὸν αἴτιον τοῦ λιμοῦ τοῖς λειψάνοις ἔτρεφε τοῦ λιμοῦ. ∆ιὰ σὲ, φησὶν, ἡ ἅπασά μοι περιουσία εἰς τὴν δράκα περιέστη ταύτην· ἀλλ' οὐδὲ τῆς δρακὸς ταύτης φείδομαι διὰ σὲ, ἀλλὰ καὶ ἐμαυτὴν καὶ τὰ παιδία ἐπιδώσω θανάτῳ, ἵνα σὺ, φησὶν, ὁ τῆς στενοχωρίας αἴτιος μηδὲ μικρὰν τῆς στενοχωρίας αἴσθησιν λάβῃς. Ποίαν τις ὑπερβολὴν ἐπινοήσειε φιλοξενίας ἑτέραν; Οὐκ ἔστιν οὐδεμίαν εὑρεῖν. Εἶδε ξένον, καὶ τῆς φύσεως εὐθέως ἐπελάθετο, καὶ τὰς ὠδῖνας ἠγνόησε, καὶ πρὸς τὸν τῶν παίδων βλέπουσα χορὸν, οὐ κατεκλάσθη.

Καὶ οἶδα μὲν ἀκούσας πολλάκις λεγόντων πολλῶν, ὅτι Ὁ δεῖνα πτωχὸν ἰδὼν, τὸν χιτωνίσκον, ὃν περιεβέβλητο μόνον, τοῦτον ἀποδυσάμενος, τὸν γυμνὸν περιέβαλεν, αὐτὸς δὲ παρ' ἑτέρου δανεισάμενος ἱμάτιον, οὕτως ἀπῆλθε· καὶ μέγα