2
∆εύτερον, ὅτι τὸ δουλικὸν γένος οὐ δεῖ ἀπογινώσκειν, κἂν εἰς ἐσχάτην ἐλάσῃ κακίαν. Εἰ γὰρ ὁ κλέπτης, ὁ δραπέτης οὕτως ἐγένετο ἐνάρετος, ὡς θέλειν τὸν Παῦλον κοινωνὸν αὐτὸν καταστῆσαι, καὶ γράφων ἔλεγεν· Ἵνα ὑπὲρ σοῦ διακονῇ μοι· πολλῷ μᾶλλον ἐλευθέρους ἀπογινώσκειν οὐ χρή. Τρίτον, ὅτι τοὺς δούλους ἀποσπᾷν τῶν δεσποτῶν οὐ προσήκει. Εἰ γὰρ Παῦλος, ὁ οὕτω θαῤῥῶν τῷ Φιλήμονι, τὸν Ὀνήσιμον, τὸν οὕτως εὔχρηστον καὶ χρήσιμον αὐτῷ πρὸς διακονίαν, οὐκ ἠθέλησε κατασχεῖν παρὰ γνώμην τοῦ δεσπότου· πολλῷ μᾶλλον ἡμᾶς τοῦτο ποιεῖν οὐ χρή. Εἰ γὰρ θαυμαστός ἐστιν ὁ οἰκέτης, ταύτῃ μάλιστα μένειν αὐτὸν χρὴ ἐν τῇ δουλείᾳ, καὶ τὴν δεσποτείαν ἐπιγινώσκειν, ἵνα αἴτιος πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ ὠφελείας γένηται. Τί τὸν λύχνον ἀπὸ τῆς λυχνίας ἐπὶ τὸν μόδιον ἄγεις; Εἴθε τοὺς ἔξωθεν εἰς τὰς πόλεις εἰσωθεῖν ἐνῆν. Τί 62.704 οὖν, φησὶν, ἂν καὶ αὐτὸς φαῦλος γένηται; ∆ιὰ τί, εἰπέ μοι, παρακαλῶ; ὅτι πρὸς πόλιν εἰσῆλθεν; Ἀλλ' ἐννόει, ὅτι καὶ ἔξω ὢν φαυλότερος ἔσται· ὁ γὰρ ἔνδον φαῦλος γενόμενος, πολλῷ μᾶλλον ἔξω ὤν· ἐνταῦθα μὲν γὰρ καὶ τῆς ἀναγκαίας φροντίδος ἀπήλλακται, τοῦ δεσπότου μεριμνῶντος· ἐκεῖ δὲ ἡ περὶ τούτων φροντὶς ἴσως ἀπάξει αὐτὸν καὶ τῶν ἀναγκαιοτέρων καὶ πνευματικωτέρων.
∆ιὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος τὴν ἀρίστην αὐτοῖς εἰσάγων συμβουλὴν ἔλεγε· ∆οῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι· τουτέστι, Τῇ δουλείᾳ παράμενε. Τὸ δὲ πάντων ἀναγκαιότερον, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται, καθὼς καὶ αὐτὸς γράφων ἔλεγεν. Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται. Ἐροῦσι γὰρ καὶ Ἕλληνες, ὅτι δύναται καὶ δουλεύων εὐαρεστεῖν τῷ Θεῷ· ἐπεὶ εἰς ἀνάγκην καθίστανται πολλοὶ τοῦ βλασφημεῖν καὶ λέγειν, ἐπὶ ἀνατροπῇ τῶν πάντων ὁ Χριστιανισμὸς εἰς τὸν βίον εἰσενήνεκται, τῶν δεσποτῶν ἀφαιρουμένων τοὺς οἰκέτας, καὶ βίας τὸ πρᾶγμά ἐστιν. Εἴπω τι καὶ ἕτερον; ∆ιδάσκει ἡμᾶς μὴ ἐπαισχύνεσθαι τοὺς οἰκέτας, εἰ ἐνάρετοι εἶεν. Εἰ γὰρ Παῦλος, πάντων ἀνθρώπων θαυμασιώτερος, τοσαῦτα περὶ τούτου φησὶ, πολλῷ μᾶλλον ἡμεῖς περὶ τῶν ἡμετέρων. Τοσούτων οὖν ὄντων κατορθωμάτων, καίτοι οὔπω πάντα εἰρήκαμεν, περιττόν τις ἡγεῖται τὸ καὶ ταύτην τὴν ἐπιστολὴν ἐντετάχθαι; Καὶ πῶς οὐκ ἐσχάτης ἀνοίας ἂν εἴη; Προσέχωμεν τοίνυν, παρακαλῶ, τῇ παρὰ τοῦ Ἀποστόλου γραφείσῃ ἐπιστολῇ· τοσαῦτα γὰρ ἤδη κερδάναντες, πλείονα κερδανοῦμεν ἀπὸ τῆς ὑφῆς.
62.703 ΟΜΙΛΙΑ Αʹ.
Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν, καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ, καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν, καὶ τῇ κατ' οἶκόν σου Ἐκκλησίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
αʹ. Ὑπὲρ οἰκέτου πρὸς δεσπότην ἐστὶ ταῦτα. Εὐθέως ἀπὸ τοῦ προοιμίου τὸ
φρόνημα αὐτοῦ κατέσπασεν, οὐκ ἀφῆκεν ἐπαισχυνθῆναι, τὸν θυμὸν ἔσβεσε, δέσμιον ἑαυτὸν καλῶν κατένυξε καὶ συνέστειλεν, οὐδὲν τὰ παρόντα ἐποίησε δοκεῖν εἶναι πράγματα. Εἰ γὰρ δεσμὸς οὐκ αἰσχύνη διὰ τὸν Χριστὸν, ἀλλὰ καὶ καύχημα, πολλῷ μᾶλλον δουλεία οὐκ ἐπονείδιστον. Καὶ ταῦτα λέγει οὐκ ἐπαίρων ἑαυτὸν, ἀλλὰ συμφερόντως τοῦτο ποιῶν, καὶ τὸ ἀξιόπιστον ἐντεῦθεν δεικνὺς, οὐχ ἑαυτοῦ ἕνεκεν, ἀλλ' ὑπὲρ τοῦ τὴν χάριν ἑτοιμότερον λαβεῖν· ὡς ἂν εἰ ἔλεγε, ∆ι' ὑμᾶς τὸν δεσμὸν τοῦτον περίκειμαι· ὥσπερ οὖν καὶ εἶπεν ἀλλαχοῦ, ἐκεῖ μὲν τὴν κηδεμονίαν δεικνὺς, ἐνταῦθα δὲ τὸ ἀξιόπιστον. Οὐδὲν τοῦ καυχήματος τούτου μεῖζον τοῦ ἀκούειν, ὡς