1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

11

διαθερμαινόμεθα πρὸς αὐτὸν, καὶ εἰς τιμὴν αὐτὸν ἄγομεν σφοδράν· καὶ ἡμεῖς φιλοῦμεν, ὁ δὲ ∆εσπότης ἡμῶν ἡμᾶς φιλεῖ τοσοῦτον, καὶ οὐ διανιστάμεθα; Μὴ, παρακαλῶ, μὴ οὕτω ῥᾴθυμοι γινώμεθα περὶ τὴν σωτηρίαν τῶν ἡμετέρων ψυχῶν, ἀλλὰ καὶ ἀγαπῶμεν κατὰ δύναμιν τὴν ἡμετέραν, καὶ πάντα κενώσωμεν εἰς τὴν ἀγάπην αὐτοῦ, καὶ ψυχὴν, καὶ χρήματα, καὶ δόξαν, καὶ πᾶν ὁτιοῦν, μετὰ χαρᾶς, μετὰ εὐφροσύνης, μετὰ προθυμίας, μὴ ὡς ἐκείνῳ τι παρέχοντες, ἀλλ' ὡς ἡμῖν αὐτοῖς. Τοιοῦτος γὰρ τῶν φιλούντων ὁ νόμος. Εὖ πάσχειν ἡγοῦνται, ὅταν κακῶς πάσχωσι διὰ τοὺς φιλουμένους.

Οὕτω τοίνυν καὶ ἡμεῖς διακεώμεθα περὶ τὸν ∆εσπότην τὸν ἡμέτερον, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

62.713 ΟΜΙΛΙΑ Γʹ.

Εἰ οὖν ἐμὲ ἔχεις κοινωνὸν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. Εἰ δέ τι ἠδίκησέ σε, ἢ ὀφείλει, ἐμοὶ τοῦτο ἐλλόγει. Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρὶ, ἐγὼ

ἀποτίσω, ἵνα μὴ λέγω σοι, ὅτι καὶ σαυτόν μοι προσοφείλεις. αʹ. Οὐδὲν οὕτω πρᾶγμα παραινεῖν οἶδεν, ὡς τὸ μὴ πάντα ἀθρόον αἰτεῖν. Ὅρα

γὰρ μετὰ πόσα ἐγκώμια, μετὰ πόσην κατασκευὴν τὸ μέγα τοῦτο ἔθηκε. Μετὰ τὸ εἰπεῖν, ὅτι Τέκνον μου, ὅτι κοινωνὸς τοῦ εὐαγγελίου, ὅτι σπλάγχνα, ὅτι ἀδελφὸν αὐτὸν ἀπέχεις, ὅτι ὡς ἀδελφὸν ἔχε, τότε ἐπήγαγεν, Ὡς ἐμέ. Καὶ οὐκ ᾐσχύνθη τοῦτο Παῦλος. Ὁ γὰρ μὴ αἰσχυνόμενος δοῦλος κληθῆναι τῶν πιστῶν, ἀλλὰ καὶ ὁμολογῶν τοῦτο, πολλῷ μᾶλλον τοῦτο οὐκ ἂν παρῃτήσατο. Ὃ δὲ λέγει, τοῦτό 62.714 ἐστιν· Εἰ τὰ αὐτά μοι φρονεῖς, ἐπὶ τοῖς αὐτοῖς τρέχεις, εἰ φίλον ἡγῇ, προσλαβοῦ αὐτὸν, ὡς ἐμέ. Εἰ δέ τι ἠδίκησεν. Ὅρα, ποῦ τέθεικε καὶ πότε τὸ ἀδίκημα· ὕστερον, μετὰ τὸ πολλὰ ὑπὲρ τούτου προειπεῖν. Ἐπεὶ γὰρ μάλιστα ἡ τῶν χρημάτων ζημία δάκνειν εἴωθε τοὺς ἀνθρώπους, ἵνα μηδὲ ὑπὲρ τούτων ἐγκαλέσῃ (εἰκὸς γὰρ αὐτὰ καὶ κατηναλῶσθαι)· τότε τοῦτο τίθησι καί φησιν· Εἰ δέ τι ἠδίκησεν. Οὐκ εἶπεν· Εἴ τι ἔκλεψεν, ἀλλὰ τί; Εἴ τι ἠδίκησεν. Ἅμα καὶ τὸ ἁμάρτημα ὡμολόγησε, καὶ οὐχ ὡς δούλου ἁμάρτημα, ἀλλ' ὡς φίλου πρὸς φίλον, τῷ τῆς ἀδικίας μᾶλλον, ἢ τῷ τῆς κλοπῆς ὀνόματι χρησάμενος. Τοῦτο ἐμοὶ ἐλλόγει, φησί· τουτέστι, Πρὸς ἐμὲ ἔχε τὴν ὀφειλὴν, ἐγὼ ἀποτίσω. Εἶτα καὶ μετὰ 62.715 χάριτος τῆς πνευματικῆς· Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί· καὶ ἐντρεπτικῶς ἅμα καὶ χαριέντως, εἴ γε ὑπὲρ τούτου καὶ γραμματεῖον ἐκτελέσαι Παύλου μὴ παραιτησαμένου, τοῦτον αὐτὸς παραιτήσεται προσλαβεῖν. Τοῦτο σφόδρα καὶ αὐτὸν ἐδυσώπησε, καὶ τῆς ἐνοχλήσεως ἀπήλλαξε τὸν Ὀνήσιμον. Καὶ τῇ ἐμῇ χειρὶ, φησὶν, ἔγραψα.

Οὐδὲν τῶν σπλάγχνων θερμότερον τούτων, οὐδὲν σπουδαιότερον, οὐδὲν προθυμότερον. Ὑπὲρ ἑνὸς ἀνδρὸς ὅρα πόσην ποιεῖται πρόνοιαν. Ἵνα μὴ λέγω, φησὶ, σοὶ, ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. Εἶτα ἵνα μὴ δόξῃ εἶναι ὕβρις εἰς τὸν ἀξιούμενον, εἴ γε μὴ ἐθάῤῥησεν ὑπὲρ κλοπῆς ἀξιῶσαι καὶ τυχεῖν, καὶ τοῦτό πως παραμυθεῖται· Ἵνα μὴ λέγω, φησὶν, ὅτι καὶ σεαυτόν μοι προσοφείλεις· οὐ τὰ σαυτοῦ μόνον, ἀλλὰ καὶ σαυτόν. Καὶ τοῦτο ἀπὸ ἀγάπης καὶ κατὰ τὸν τῆς φιλίας λόγον, καὶ τοῦ σφόδρα θαῤῥεῖν ἦν. Ὅρα πῶς πανταχοῦ ἀμφοτέρων ἐπιμελεῖται, καὶ τοῦ μετὰ πολλῆς τῆς ἀσφαλείας ἀξιοῦν, καὶ τοῦ μὴ τοῦτο γενέσθαι τεκμήριον τοῦ σφόδρα θαῤῥεῖν αὐτῷ. Ναὶ, ἀδελφέ. Τί ἐστι, Ναὶ, ἀδελφέ; Προσλαβοῦ, φησὶν, αὐτόν· τοῦτο γὰρ ἔξωθεν δεῖ προσυπακούειν. Ἀφεὶς γὰρ τὸν χαριεντισμὸν, πάλιν ἔχεται τῶν προτέρων, τῶν σπουδαίων. Καίτοι καὶ ταῦτα σπουδαῖα· τὰ γὰρ παρὰ τῶν ἁγίων καὶ