1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

10

ταῖς κολάσεσι, καὶ ἐν ταῖς τιμωρίαις τὸ πᾶν αὐτῷ παραχωρεῖν. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ ἡμεῖς μὲν δεσπότας ἐῶμεν τύπτοντας τοὺς οἰκέτας, εἰδότες ὅτι φείδονται αὐτῶν, ἅτε αὐτῶν ὄντων ἐκείνων, ὁ δὲ Θεὸς κολάζων οὐ φείσεται; Τοῦτο καὶ ὁ Παῦλος ᾐνίξατο εἰπών· Ἐάν τε ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τοῦ Κυρίου ἐσμέν. Οὐ βούλεται αὐτῷ, φησὶ, τὸν πλοῦτον ἐλαττωθῆναι, οἶδε πῶς κολάζει, οἰκείους κολάζει παῖδας. Οὐδεὶς ἡμῶν μᾶλλον αὐτοῦ φείδεται τοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντος ἡμᾶς, τοῦ τὸν ἥλιον ἀνατέλλοντος, τοῦ βρέχοντος, τοῦ ψυχὴν ἐμπνέοντος, τοῦ τὸν Υἱὸν αὐτοῦ δεδωκότος ὑπὲρ ἡμῶν. Ἀλλ' ὅπερ ἔφην, καὶ δι' ὃ πάντα μοι ταῦτα εἴρηται, ταπεινοφρονῶμεν, ὡς χρὴ, μετριάζωμεν, ὡς χρή· μὴ ἀφορμὴ ἡμῖν τοῦτο γενέσθω ἐπάρσεως.

Ταπεινὸς εἶ, καὶ πάντων ἀνθρώπων ταπεινότερος; μὴ διὰ τοῦτο μέγα φρόνει, μηδὲ ἑτέροις ὀνείδιζε, μὴ ἀπολέσῃς τὸ καύχημα. ∆ιὰ τοῦτο ταπεινοφρονεῖς, ἵνα ἀπονοίας ἀπαλλαγῇς. Ἂν τοίνυν δι' αὐτῆς εἰς ἀπόνοιαν πέσῃς, κρεῖττον μὴ ταπεινοφρονεῖν. Ἄκουε γὰρ Παύλου λέγοντος· ∆ιὰ τοῦ ἀγαθοῦ μοι κατεργάζεται θάνατον, ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. Ὅταν εἰς ἔννοιαν ἔλθῃς θαυμάσαι ἑαυτὸν ἐπὶ ταπεινοφροσύνῃ, νόησον τὸν ∆εσπότην σου, ποῦ κατῆλθε, καὶ οὐκέτι θαυμάσεις σαυτὸν οὐδὲ ἐπαινέσεις, ἀλλὰ καὶ καταγελάσεις σαυτοῦ ὡς οὐδὲν πεποιηκότος. Πάντως ἑαυτὸν ὀφειλέτην εἶναι νόμιζε. Ἅπερ ἂν ποιήσῃς, ἐκείνην ἀναμιμνήσκου τὴν παραβολὴν, Τίς ἐξ ὑμῶν, φησὶν, ὃς ἔχει δοῦλον, μὴ εἰσελθόντι αὐτῷ, Ἀνάπεσον, λέγει; Οὐχὶ λέγω ὑμῖν, ἀλλὰ, Στῆθι, καὶ διακόνει μοι. Μὴ χάριν ἴσμεν τοῖς οἰκέταις ἡμῶν διακονουμένοις ἡμῖν; Οὐδαμῶς. Ἀλλ' ὁ Θεὸς ἡμῖν οἶδε χάριν οὐκ αὐτῷ διακονουμένοις, ἀλλὰ τὸ ἡμῖν συμφέρον ποιοῦσι. Πλὴν ἀλλὰ μὴ οὕτω διακεώμεθα, ὡς χάριν εἰδότος αὐτοῦ, ἵνα μᾶλλον εἰδῇ, ἀλλ' ὡς ὀφειλὴν ἐκπληροῦντες· καὶ γὰρ ὄντως ὀφειλὴ τὸ πρᾶγμα, καὶ ὀφειλῆς ἐστι πάντα, ἅπερ ἂν πράττωμεν.

Εἰ γὰρ ἀργυρίου παῖδας ὠνούμενοι, πάντα ἡμῖν αὐτοὺς ζῇν βουλόμεθα, καὶ ὅσα ἂν ἔχωσιν ἡμῖν ἔχειν, πόσῳ μᾶλλον ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, ὁ μετὰ ταῦτα τιμίῳ αἵματι ἡμᾶς πριάμενος; Τιμὴν κατέβαλεν ὑπὲρ ἡμῶν, ὅσην οὐδεὶς οὐδὲ ὑπὲρ τέκνου καταβαλεῖν ἂν ἀνάσχοιτο, τὸ αἷμα ἐξέχεε τὸ ἑαυτοῦ. Ἂν οὖν μυρίας ἔχοντες ψυχὰς, ταύτας πάσας κατα 62.714 θώμεθα, ἆρα τὴν ἴσην ἀποδώσομεν; Οὐδαμῶς. ∆ιὰ τί; Ὅτι αὐτὸς οὐκ ὀφείλων ἡμῖν τοῦτο πεποίηκεν, ἀλλὰ τὸ πᾶν χάριτος γέγονεν, ἡμεῖς δὲ λοιπὸν ὀφείλομεν. Καὶ αὐτὸς Θεὸς ὢν, δοῦλος γέγονε, καὶ οὐκ ὢν ὑπὸ θάνατον, ὑπὸ τὸν θάνατον γέγονεν ἐν σαρκί· ἡμεῖς δὲ, κἂν μὴ ὑπὲρ αὐτοῦ καταθώμεθα τὰς ψυχὰς, τῷ νόμῳ τῆς φύσεως πάντως καταθησόμεθα, καὶ ἄκοντες μικρὸν ὕστερον αὐτῆς ἀποστησόμεθα. Οὕτω καὶ ἐπὶ τῶν χρημάτων, κἂν μὴ δι' αὐτὸν αὐτὰ δῶμεν, διὰ τὴν τῆς τελευτῆς ἀνάγκην ἀποδωσόμεθα. Οὕτω καὶ ἐπὶ τῆς ταπεινοφροσύνης, κἂν μὴ δι' αὐτὸν ταπεινοφρονήσωμεν, διὰ τὰς θλίψεις, διὰ τὰς συμφορὰς, διὰ τὰς δυναστείας ταπεινωθησόμεθα. Ὁρᾷς οὖν, ὅση ἡ χάρις; Οὐκ εἶπε· Τί γὰρ μέγα ποιοῦσιν οἱ μάρτυρες; κἂν μὴ δι' ἐμὲ ἀποθάνωσι, τεθνήξονται πάντως· ἀλλὰ πολλὴν αὐτοῖς οἶδε χάριν, ὅτι ἑκόντες ἀποτίθενται ὅπερ ὕστερον ἀπὸ τῆς φύσεως ἄκοντες ἔμελλον.

Οὐκ εἶπε· Τί γὰρ μέγα ποιοῦσιν οἱ τὰ χρήματα κενοῦντες; πάντως αὐτὰ ἀποθήσονται καὶ ἄκοντες, ἀλλὰ πολλὴν καὶ τούτοις οἶδε χάριν, καὶ οὐκ αἰσχύνεται ἐπὶ πάντων ὁμολογῶν, ὅτι ἐτράφη παρὰ τῶν δούλων ὁ δεσπότης. Καὶ γὰρ καὶ τοῦτο δόξα δεσπότου, τὸ οἰκέτας ἔχειν εὐγνώμονας· καὶ τοῦτο δόξα δεσπότου, τὸ οὕτω φιλεῖν αὐτὸν τοὺς δούλους· καὶ τοῦτο δόξα δεσπότου, τὸ οἰκειοῦσθαι τὰ ἐκείνων· καὶ τοῦτο δόξα δεσπότου, τὸ μὴ ἐπαισχύνεσθαι ἐπὶ πάντων ὁμολογεῖν. Αἰδεσθῶμεν τοίνυν τὴν τοσαύτην ἀγάπην τοῦ Χριστοῦ, διαθερμανθῶμεν τῷ φίλτρῳ. Κἂν ταπεινὸς ᾖ τις, κἂν εὐτελὴς, ἀκούωμεν δὲ ὅτι φιλεῖ ἡμᾶς, μάλιστα πάντων