μάχιμον, οὐδ' ὅτι ταύτην ἐξαίρομεν τῶν λοιπῶν στρατηγημάτων καὶ ἐπιτηδευμάτων τῆς τακτικῆς, ἀλλ' ὅτι στρατηγῶν τοῖς ἀρίστοις αὕτη συνεργὸς ἀρίστη καθέστηκεν, ἵν', ὅτε μὴ κατὰ πρόσωπον τοῖς πολεμίοις ἀντιτάττεσθαι δύναιντο, ταύτῃ τῇ μεθόδῳ χρώμενοι ἀβλαβεῖς τε ἑαυτοὺς καὶ τὴν ἰδίαν συντηροῖεν χώραν. προλ.5 Ταύτην Βάρδας ὁ μακαρίτης καῖσαρ, ὅσα ἐμὲ γινώσκειν, εἰς ἄκρον κατώρθωκε καὶ παντελῶς ἀφανισθεῖσαν ἀνενεώσατοἵνα μὴ τοὺς παλαιοὺς τῶν στρατηγῶν ἀπαριθμῶμεν καθ' ἕκαστον, μόνους δὲ τοὺς πᾶσι γνωρίμους καὶ καθ' ἡμᾶς, ὃς ἐν τοῖς γειτονοῦσι τῇ Ταρσῷ θέμασι, τῇ τε Καππαδοκίᾳ καὶ τῷ Ἀνατολικῷ στρατηγῶν, μυριάκις τὰς τῶν Ταρσέων καὶ λοιπῶν Κιλίκων δυνάμεις ἐτραυμάτισε καὶ μέγιστα κατ' αὐτῶν ἀνεστήσατο τρόπαια· παρ' οὗ καὶ ἡμεῖς ταύτην γυμνασθέντες τὴν μέθοδον, τὴν ταύτης κἂν ποσῶς παρειλήφαμεν πεῖραν. προλ.6 Πρὸς τούτῳ καὶ Κωνσταντῖνος πατρίκιος, ᾧ Μαλεῗνος ἐπίκλησις, χρόνους πλείστους Καππαδοκῶν στρατηγήσας καὶ ταύτην συνεργὸν ἔχων, οὐκ ἐλάχιστα ἀπειργάσατο κατορθώματα. προλ.7 Σὺν τούτοις καὶ ὁ κύρις Νικηφόρος, ὁ ἀοίδιμος βασιλεύς, ταύτην ἄκρως μετῆλθεν, ὃς δήπου στρατηγῶν καὶ ταύτῃ χρώμενος πάμπολλα καὶ ἀξιάγαστα ἔργα πεποίηκε, μυριάκις ὡς εἰπεῖν τοὺς πολεμίους τρεψάμενος καὶ μέγιστα τούτων στρατεύματα κατακόψας· οὗ τὰς ἀριστείας, καθ' ὃν ἐστρατήγει καιρόν, συγγράφειν ἢ ἀπαριθμεῖσθαι ὀχληρὸν ἔσται τοῖς ἐντυγχάνουσι διά τε τὸ ὑπερβάλλον πλῆθος καὶ τὸ παρὰ πολλῶν γινώσκεσθαι. προλ.8 Ὃς ταύτην ἔργῳ μεμαθηκὼς εὔχρηστον οὖσαν, ἐγγράφως πρὸς κοινὴν λυσιτέλειαν ὅπως δεῖ χρῆσθαι ταύτῃ ἐξέθετο, κἀμοὶ παρηγγύησε καθ' ὅσον οἷόν τε ἀκριβῶς περὶ αὐτῆς συγγράψαι καὶ παραδοῦναι τοῖς μεθεξῆς· μὴ μόνον δὲ περὶ ταύτης τῆς τῇ ἕῳ προσηκούσης, ἀλλὰ καὶ περὶ τῆς τῇ ἑσπέρᾳ ὠφελίμου καθεστηκυίας, διὰ τὸ ἐν αὐτῇ πλεῖστά τε στρατηγῆσαι καὶ πεῖραν, ὅσον οἷόν τε ἦν φύσει τῇ ἡμετέρᾳ, ἀθροῖσαι. Ἀλλὰ περὶ ἐκείνης μὲν ἰδίᾳ καὶ ἐν ἄλλοις εἰρήσεται, νυνὶ δὲ σκοπὸς ἡμῖν περὶ τῆς ἑτέρας διαλαβεῖν. Ὅθεν καὶ τὴν ἐκείνου τηρῶν ἐντολήν, συνεργῷ τῇ τοῦ Θεοῦ χάριτι χρώμενος, ἥτις ἐν ἅπασι συνεπιλαμβάνεται τοῖς καλοῖς, ὧδέ πως ἀπάρχομαι τῆς ὑποθέσεως. 1.τ Περὶ βιγλῶν καὶ πόσον διάστημα ὀφείλουσιν ἀπ' ἀλλήλων μία ἑκάστη διίστασθαι 1.1 Τοὺς τῶν μεγάλων ἀκριτικῶν θεμάτων τὴν πρόνοιαν ἀναδεχομένους καὶ ὑπὸ τὴν αὐτῶν ἐπικράτειαν τὰς κλεισούρας ἔχοντας πάσῃ μηχανῇ καὶ προθέσει καὶ ἀγρύπνῳ ἐπιμελείᾳ προσήκει σπουδάζειν καὶ ἀγωνίζεσθαι τὰς τῶν Ῥωμαίων χώρας διαφυλάττειν τῆς τῶν πολεμίων ἐπιδρομῆς ἀσινεῖς καὶ ἀνεπηρεάστους, βιγλάτορας ἐφιστῶντας ῥωμαλέους καὶ ἐπιτηδείους καὶ τὰς ὁδοὺς εἰς ἄκρον ἐπισταμένους. 1.2 Καὶ εἰ μὲν ὄρη εἰσὶν ὑψηλὰ καὶ δύσβατα διορίζοντα τὴν πολεμίαν, ἐν τούτοις τὰς βίγλας ἵστασθαι· ἀπέχειν δὲ τὰς στάσεις τῶν βιγλατόρων ἄχρι μιλίων γʹ ἢ δʹ. Καὶ ἡνίκα τοὺς ἐχθροὺς ἐξερχομένους θεάσονται, δρομαίως ἀπέρχεσθαι εἰς τὸ ἔτερον στασίδιον καὶ ἀπαγγέλλειν ἃ ἐθεάσαντο, κἀκείνους πάλιν πρὸς τὸ ἕτερον στασίδιον σπουδῇ πολλῇ· καὶ οὕτως καθεξῆς μηνύεσθαι τὰ τῶν καβαλλαρίων στασίδια εἰς τοὺς ἐφομάλους τόπους ἱστάμενα καὶ δι' αὐτῶν ἀναμανθάνειν τὸν στρατηγὸν τὴν τῶν ἐθνῶν ἔφοδον. 1.3 Καρτερεῖν δὲ αὐτοὺς ἡμέρας πεντεκαίδεκα ἐν τῇ τῶν ὁδῶν φυλακῇ, ἐπιφερομένους καὶ τὴν διαρκοῦσαν αὐτοῖς τροφὴν τῶν αὐτῶν ἡμερῶν· εἴθ' οὕτως ἀπέρχεσθαι ἑτέρους εἰς τὴν τούτων ὑπαλλαγήν, καλῶς ἀδνουμιαζομένους καὶ εὐτρεπιζομένους παρὰ τῶν ἀρχόντων, καὶ σῴους καὶ ἀνελλιπεῖς κατὰ τὸν τυπωθέντα ἀριθμὸν ἀποστελλομένους, καὶ μὴ δι' αἰσχρὸν κέρδος οἴκοι καθέζεσθαι παρὰ τῶν ἀρχόντων αὐτῶν ἐαθῶσιν. 1.4 Ἔξεστι δὲ τοὺς βιγλάτορας ἀφορᾶν ἐν οἷς ἄπληκτα τῶν πολεμίων ἁρμόζει γίνεσθαι· ἐκεῖ γὰρ τὰ ἄπληκτα ὡς ἐπίπαν εἴωθε γίνεσθαι ἐν οἷς ὕδωρ ἐστὶ διαρκὲς καὶ τόπος ἐφόμαλος. Ἑτέρους δὲ βλέπειν ἐν οἷς ἡ ὁδὸς ἀποτελεῖ στένωμα, ἄλλους δὲ ὅπου ποταμὸς ὑπάρχει δυσπέρατος. Καὶ τούτων οὕτως ἀσφαλῶς φυλαττόντων οὐ δυνήσονται οἱ πολέμιοι λάθρα ποιήσασθαι τὴν