De velitatione bellica

 μάχιμον, οὐδ' ὅτι ταύτην ἐξαίρομεν τῶν λοιπῶν στρατηγημάτων καὶ ἐπιτηδευμάτων τῆς τακτικῆς, ἀλλ' ὅτι στρατηγῶν τοῖς ἀρίστοις αὕτη συνεργὸς ἀρίστη καθέ

 ἐξέλευσιν. 1.5 Ἀποστέλλειν τε πιστοὺς ἀνθρώπους καὶ ἐμπειροτάτους τοῦ ἐφορᾶν αὐτούς, εἴγε καλῶς καὶ ἀγρύπνως τὰ κατατόπια αὐτῶν διαφυλάττουσι. 1.6 Καὶ

 κρατεῖν καὶ ἀποφράττειν δι' ὁπλιτῶν ἀσπιδηφόρων καὶ ἀκοντιστῶν, ὄπισθεν δὲ τούτων τοὺς ἐκ χειρῶν λίθους βάλλοντας, σὺν αὐτοῖς δὲ καὶ τοξότας καὶ σφενδ

 ἀνεπιτηδειότερον μέν ἐστι, καὶ εἰς μάτην ἴσως τὸν κόπον συνέβῃ γίνεσθαι διὰ τὸ μὴ οὕτως συντόμως δι' ὀλίγων ἡμερῶν δύνασθαι τὸ πεζικὸν συναθροισθῆναι

 ὑποστάντες. 7.τ Περὶ συναθροίσεως καὶ κινήσεως φοσσάτου καὶ περὶ τοῦ παραχωρεῖν τοὺς πραγματευτὰς εἰσέρχεσθαι καὶ κατασκοπεῖν 7.1 Παρασκευὴν δὲ καὶ κί

 ὑψηλός, ἐν ᾧ ηὐλίσαντο οἱ πολέμιοι, ἐξ ἑνὸς μέρους ἢ καὶ ἐκ δύο πλησίον τοῦ ἀπλήκτου αὐτῶν, ἀπόνως τὴν παραμονὴν ἐν ἐκείνῳ τῷ τόπῳ φυλάξουσιν· ἀποβάντ

 τετράδια ὄπισθεν τῶν τριῶν ζευκτῶν ἀποκαταστήσει, ὁρᾶν τὸ πρῶτον τετράδιον τὸ τρίτον ζευκτόν, τὸ δὲ δεύτερον τετράδιον ὡσαύτως ὁρᾶν τὸ πρῶτον· τὸ δὲ τ

 ἱππέων ὄπισθεν ἔχειν βλέποντα καὶ ἀποσκοποῦντα τὴν τοῦ ἀμηρᾶ παράταξιν καὶ τὰ περὶ αὐτῆς, ὡς ἂν ὁδοιπορείῃ, καταμηνύειν αὐτῷ. 9.12 Εἰ δὲ καὶ φοῦλκον,

 εἰς λόχον καταστησάτω, χωρία φυλάττοντας τὰ πλησίον τῆς παρόδου τῶν πολεμίων διακείμενα. Καὶ αὐτὸν δὲ τὸν στρατηγὸν χρὴ ἐν ἐπιτηδείῳ τόπῳ μετὰ παντὸς

 εὔκλειαν· εἰ γὰρ καὶ μὴ τὴν νικῶσαν εὕρῃ εἰς τὸν κατ' αὐτῶν πόλεμον ὁ τῶν Ῥωμαίων στρατός, ἀλλ' οὗν οὐδεμίαν βλάβην ὑποστήσεται. 10.10 Εἰ δέ, ἐν ᾧ τόπ

 θανάτου καταφρονοῦντες εἰς ἁρπαγὴν τῶν λαφύρων διὰ τὴν τοῦ κέρδους ἐλπίδα· καὶ περιγένωνται τούτων τῇ τοῦ Χριστοῦ χάριτι ῥαδίως. Εἰ δὲ καὶ μὴ τελέως τ

 συνεργίᾳ εὐοδωθήσεται. 11.4 Εἰ δὲ συμβῇ τούτους ἐπιδιωχθῆναι παρὰ τῶν πολεμίων, δέον προαπαντῆσαι αὐτοῖς μετὰ τῶν ὑπολειφθέντων αὐτῷ τεσσαράκοντα, καὶ

 τελείως οὐδαμῶς ἐξελάσαι κατατολμήσουσι, καὶ τότε ὀλίγοι τινές· οἱ γὰρ πλείους τὸν παρὰ τοῦ στρατηγοῦ πόλεμον ὑφορώμενοι τῆς τοῦ ἀμηρᾶ παρατάξεως οὐκ

 ἡμέρας τὸ φοσσᾶτον καὶ εἰς τὰ τετράδια ἱσταμένους, καθὼς ἀνωτέρω εἰρήκαμεν, δύο ἐξ αὐτῶν ἐμπειροτάτους καὶ ἀνδρείους τῶν εἰς τὴν παραμονὴν ἀπερχομένων

 ἀποσταλέντων, ἐν ᾧ τόπῳ ἡ παράταξίς ἐστι τῶν πολεμίων ἡ τὸν ἀρχηγὸν αὐτῶν ἔχουσα, ὀλίγους τινὰς μεθ' ἑαυτοῦ λαβὼν ὁ στρατηγὸς καὶ εἰς ὑψηλὴν σκοπιὰν ἀ

 παρ' αὐτοῖς δεσμώτας τῶν ἡμετέρων ἢ καὶ αὐτομόλους γενέσθαι καὶ παρ' αὐτῶν μαθεῖν ἐν ποίῳ τόπῳ αὐλίζῃ. 15.2 Ἵν' οὖν μὴ νυκτὸς τὰς ἱππικὰς δυνάμεις αὐτ

 ἐπακολουθοῦντος τῷ κούρσῳ καταμελήσαντος καὶ μὴ τοὺς λόχους καλῶς ἐρευνήσαντος, ἀδοκήτως τῷ ἐγκρύμματι περιπέπτωκε. Καὶ ἵνα μὴ τοιοῦτον γένηται, δεῖ σ

 αὐτοὺς ἀδοκήτως σπεύδουσι διῶξαί τε καὶ καταγωνίσασθαι, ὀφείλεις καὶ αὐτὸς πᾶσαν ἀσφάλειαν ἐπιδείκνυσθαι τοῦ μὴ ἀδοκήτως εὑρεθῆναι παρ' αὐτῶν, ἀντιμηχ

 παρασκευάσωσιν· εἴθ' οὕτως ἐπιδιδόντες τοὺς χαλινοὺς τῶν ἵππων μετ' ἐλασίας μακρυνθῶσι μικρὸν τῶν διωκόντων, ἵνα καὶ τοῦ βάρους τοῦ ἐπικειμένου αὐτοῖς

 μακροῦ χρόνου ἐμπειρία, συνεγραψάμεθα. Σοὶ δὲ πρὸς τὴν εἰκὸς ἐπερχομένην περίστασιν προσήκει διαγενέσθαι· οὐ γὰρ ὡς αἱ τῶν ἀνθρώπων βουλαί, ἀλλ' ὡς ἡ

 ἵνα, ἐὰν πλήθη τῶν πολεμίων ἐπίθωνται τοῖς ἐν τῇ ἐνέδρᾳ, ἡ νὺξ καταλαβοῦσα καὶ τὸν πόλεμον διαλύσασα, ἀβλαβῆ τὸν ὑπὸ σὲ λαὸν διατηρήσῃς. 19.τ Περὶ κατ

 θέματος ἐξουσίαν ὁ στρατηγὸς ἐκέκτητο, κρίνων τοὺς ἐγκαλοῦντας ἐπὶ τοῖς στρατιωτικοῖς πράγμασι καὶ διοικῶν τὰ ἐν τῷ θέματι ἀνακύπτοντα, ἔχων συνεργὸν

 ἐν ταῖς χώραις αὐτῶν εἰσερχόμενοι, ποτὲ μὲν αὐτοὶ ἐκεῖνοι, ποτὲ δέ τινας τοῦ λαοῦ αὐτῶν ἀποστέλλοντες, κατὰ τὸ ἐγχωροῦν τούτους κατετραυμάτιζον. 20.7

 ἄλλων πάντων, ὅσα πολιορκουμένους ἐκδικεῖν καὶ βοηθεῖν δύνανται. Ταῦτα γὰρ διὰ τὸ πλῆθος τῇ παρούσῃ γραφῇ ἐκθεῖναι κατὰ μέρος ἐάσομεν· περὶ γὰρ τῶν το

 τῶν χωρίων πολίτας, καὶ τὰ αὐτῶν ἅπαντα παρακελεύσασθαί τε καὶ παρασκευάσασθαι ἐν κάστροις καὶ ὀχυροῖς τόποις διασώσασθαι, τοὺς δὲ τῶν πολεμίων πρὸς λ

 αὐτοῦ χάριτι. 23.2 Ἡνίκα δὲ πρὸ τεσσάρων σταθμῶν, ἤτοι ἀπλήκτων, ἐπιγνῷς τὴν ὁδόν, δι' ἧς ὥρμησαν οἱ πολέμιοι, σοὶ μέν, τῷ τοῦ παντὸς λαοῦ ἡγεμόνι, τά

 κατὰ τὸ δοκοῦν αὐτοῖς λυσιτελοῦσαν, καί, ἡνίκα σε καταλαβόντα αἴσθονται, νυκτὸς καὶ ἀπληκεύσουσι τὰς σκηνὰς πηξάμενοι, τότε νυκτοπόλεμον κατ' αὐτῶν ἐρ

 αὐτὸν καταλύσουσι τὰς σκηνὰς πηξάμενοι, καὶ οὐκ εὐχερῶς ἐν τῷ τοιούτῳ τόπῳ τὸν ἐν νυκτὶ πόλεμον ἁρμόζει γενέσθαι, δεῖ τὸν στρατηγὸν μετὰ πασῶν τῶν πεζ

ἐν ταῖς χώραις αὐτῶν εἰσερχόμενοι, ποτὲ μὲν αὐτοὶ ἐκεῖνοι, ποτὲ δέ τινας τοῦ λαοῦ αὐτῶν ἀποστέλλοντες, κατὰ τὸ ἐγχωροῦν τούτους κατετραυμάτιζον. 20.7 Ὁ δέ γε τὴν ἡγεμονίαν τῆς Λυκανδοῦ καὶ τῶν ἐκεῖσε ἀκριτικῶν θεμάτων ἐγκεχειρισμένος ἐν τοῖς αὐτοῖς χρόνοις, ὁσάκις ἂν Ἀλὴμ ὁ υἱὸς τοῦ Χαμβδᾶ κατὰ Ῥωμανίας τὴν ἐξέλευσιν ἐποιήσατο ἢ ἐν τῇ ἰδίᾳ χώρᾳ χρείας ἀναγκαίας αὐτὸν κατεπειγούσης μετέβη, κατὰ τῆς χώρας τοῦ Χάλεπε καὶ τῆς Ἀντιοχείας ἐπιτιθέμενος, μεγάλην ἐν αὐτοῖς βλάβην εἰργάζετο· καὶ τοὺς συγγενεῖς αὐτοῦ καὶ ἀρχηγοὺς τῶν φοσσάτων, μεγάλους καὶ περιφανεῖς, δορυαλώτους εἷλε, καὶ τοὺς τούτων μαχίμους ἄνδρας καὶ πλεῖστα φρούρια. Τὸ αὐτὸ δὲ καὶ ἐν τῇ τῶν Κιλίκων χώρᾳ διεπράττετο, ὡς τῇ Λυκανδῷ συνορούσῃ. 20.8 Καὶ αὐτὸς τοίνυν, ὦ στρατηγέ, ὅτε μετ' ἐπιτηδεύσεως καὶ ἐνέδρας τραυματίζειν τοὺς πολεμίους ἀπορήσεις, διὰ τὸ ἑαυτοὺς ἐπιμελῶς ἀσφαλίζεσθαι καὶ παραφυλάττειν, οὔτε δ' αὖ πάλιν ἀξιόλογον ἔχεις δύναμιν πρὸς τὸ φανερῶς αὐτοῖς ἀντιμάχεσθαι, τοῦτο δεῖ σε διαπράττειν, καὶ εἴτε αὐτὸν σὲ κατὰ τῆς χώρας τῶν πολεμίων ἐπείγεσθαι, καταλιμπάνοντα ἄνδρα τῶν ἄλλων στρατηγῶν ἀξιολογώτερον μετὰ καὶ στρατεύματος τοῦ πρὸς παραδρομὴν καὶ πρόνοιαν τῶν θεμάτων ἐξικανοῦντος, εἴτε, σοῦ τὴν παραδρομὴν ποιοῦντος, τὸν κρείττονα τῶν στρατηγῶν καὶ ἐπ' ἀνδρείᾳ καὶ πολυπειρίᾳ ὀνομαστὸν καὶ ἐπαινούμενον μετὰ ἱππικῆς καὶ πεζικῆς ἀξιολόγου δυνάμεως κατὰ τῆς τῶν πολεμίων ἀποστέλλειν χώρας καὶ χρονίζειν ἐν αὐταῖς καὶ πυρπολεῖν καὶ ἀφανίζειν καὶ κάστρα πολιορκεῖν· ἵνα τοῦτο ἀκούοντες οἱ πολέμιοι, καὶ μὴ βουλομένου τοῦ ἀρχηγοῦ αὐτῶν, ἀναγκάσουσιν αὐτὸν ἐπαναζεῦξαι πρὸς τὴν τῆς ἰδίας χώρας ἐκδίκησιν. 20.9 Ὁπόταν δὲ τὰς χώρας ἡμῶν καλῶς ἐκσπηλεύσῃς καὶ φυγαδεύσῃς καὶ τὸν ἐν αὐτοῖς οἰκοῦντα λαὸν καὶ τὰ τούτων θρέμματα ἐν ὄρεσιν ὑψηλοῖς καὶ δυσβάτοις, καὶ βουληθῶσιν οἱ πολέμιοι ψηλαφῆσαι καὶ ἀνερευνήσασθαι τὰ τοιαῦτα ὄρη κἀκεῖθεν τούτους ἀνδραποδίσασθαι, καὶ πανστρατὶ πλησιάσαι τοῖς τοιούτοις τόποις θελήσωσι καὶ τὰς σκηνὰς ἐκεῖσε πήξασθαι, ὀφείλεις καὶ αὐτὸς ἐν τοῖς μέρεσιν ἐκείνοις πλησίον γενέσθαι εἰς ἐκδίκησιν τῶν οἰκείων. 20.10 Καὶ εἴγε τὸν χῶρον θεάσῃ, ἐν ᾧ οἱ πολέμιοι αὐλίζονται, ὄρος ἔχων ἢ τόπον ὑψηλὸν καὶ ἐπιτήδειον πρὸς τὸ νυκτὸς κατ' αὐτῶν ἐπιθέσθαι, τοῦτο μελετήσεις, καί, διασκοπήσας καλῶς τὴν τοῦ τόπου θέσιν, καὶ βοήθειαν ἐκεῖθεν ἔχων, τὸν κατ' αὐτῶν παρασκευάσῃ πόλεμον νυκτὸς μετὰ πεζικῆς δυνάμεως σὺν ἱππέων, καθὼς περὶ νυκτοπολέμου κατωτέρω εἴρηται, καὶ μεγάλως αὐτοὺς τραυματίσεις καὶ ἐκθροήσεις καὶ παρασκευάσεις ἐκεῖθεν ὑποχωρῆσαι. 20.11 Καρτερούντων δὲ ἔτι ἐν ἐκείνῳ τῷ χώρῳ, καλῶς ἑαυτοὺς ἀσφαλιζόμενοι καὶ 20.11 παραφυλάττοντες, καὶ βουλομένων ἀνερευνῆσαι τὰ ὄρη ἐν οἷς τὰ καταφύγια τῶν χωριτῶν τυγχάνει, δέον φυλαχθῆναι καὶ προκατασχεθῆναι παρὰ σοῦ τὰς εἰσόδους διά τε ἀκοντιστῶν καὶ ψιλῶν. Καὶ τούτων καλῶς φυλαττομένων ἐν οἷς ἡ καταφυγὴ τῶν γεωργῶν σὺν τῶν φαμιλιῶν καὶ τῶν τέκνων αὐτῶν γέγονεν, εἰ βουληθῶσιν διὰ τῶν στενωπῶν καὶ δυσβάτων ἐκείνων ὁδῶν εἰσελθεῖν, ἡττηθήσονται, καὶ μάλιστα πεζικῆς δυνάμεως αὐτοῖς ἐπιθεμένης. Εἰ δ' αὐτοὶ μετὰ πεζικῆς βουληθῶσιν ἐπελθεῖν καὶ τὰ ὄρη διερευνήσασθαι, ἐν ἐνδοτέροις καὶ ὀχυρωτέροις καὶ ἀνεπιβουλεύτοις τόποις εἰσαγαγεῖν τοὺς τῶν χωρίων οἰκήτορας ἐπείχθητι, καὶ σοῦ μετὰ παντὸς τοῦ λαοῦ τὰς εἰσαγούσας κατ' αὐτῶν ὁδοὺς δηλαδὴ καταλαμβάνοντός τε καὶ ἀσφαλῶς διαφυλάττοντος. 21.τ Περὶ πολιορκίας κάστρου 21.1 Πρὸς πολιορκίαν δὲ κάστρου κατανοῶν εὐτρεπιζομένους τοὺς πολεμίους, δέον καὶ σέ, στρατηγέ, ὅσα πολιορκεῖσθαι δυνατόνεἰσὶ γὰρ καὶ πολλὰ κάστρα μὴ δεδιότα πολιορκίαν, ἐν τοῖς τοιούτοις πρὸ τῆς τῶν ἐχθρῶν ἐξελεύσεως παρασκευάσαι τὸν ἐν αὐτοῖς καταφεύγοντα λαὸν μηνῶν τεσσάρων τροφὰς καθένα ἕκαστον, εἰ δυνατὸν καὶ πλειόνων, καθ' ὅσον συνορᾷς ἔσεσθαι τὴν πολιορκίαν, ἀποτίθεσθαι, καὶ τῶν ἐν ταῖς κινστέρναις ὑδάτων ἐπιμελεῖσθαι καὶ τῶν