De velitatione bellica

 μάχιμον, οὐδ' ὅτι ταύτην ἐξαίρομεν τῶν λοιπῶν στρατηγημάτων καὶ ἐπιτηδευμάτων τῆς τακτικῆς, ἀλλ' ὅτι στρατηγῶν τοῖς ἀρίστοις αὕτη συνεργὸς ἀρίστη καθέ

 ἐξέλευσιν. 1.5 Ἀποστέλλειν τε πιστοὺς ἀνθρώπους καὶ ἐμπειροτάτους τοῦ ἐφορᾶν αὐτούς, εἴγε καλῶς καὶ ἀγρύπνως τὰ κατατόπια αὐτῶν διαφυλάττουσι. 1.6 Καὶ

 κρατεῖν καὶ ἀποφράττειν δι' ὁπλιτῶν ἀσπιδηφόρων καὶ ἀκοντιστῶν, ὄπισθεν δὲ τούτων τοὺς ἐκ χειρῶν λίθους βάλλοντας, σὺν αὐτοῖς δὲ καὶ τοξότας καὶ σφενδ

 ἀνεπιτηδειότερον μέν ἐστι, καὶ εἰς μάτην ἴσως τὸν κόπον συνέβῃ γίνεσθαι διὰ τὸ μὴ οὕτως συντόμως δι' ὀλίγων ἡμερῶν δύνασθαι τὸ πεζικὸν συναθροισθῆναι

 ὑποστάντες. 7.τ Περὶ συναθροίσεως καὶ κινήσεως φοσσάτου καὶ περὶ τοῦ παραχωρεῖν τοὺς πραγματευτὰς εἰσέρχεσθαι καὶ κατασκοπεῖν 7.1 Παρασκευὴν δὲ καὶ κί

 ὑψηλός, ἐν ᾧ ηὐλίσαντο οἱ πολέμιοι, ἐξ ἑνὸς μέρους ἢ καὶ ἐκ δύο πλησίον τοῦ ἀπλήκτου αὐτῶν, ἀπόνως τὴν παραμονὴν ἐν ἐκείνῳ τῷ τόπῳ φυλάξουσιν· ἀποβάντ

 τετράδια ὄπισθεν τῶν τριῶν ζευκτῶν ἀποκαταστήσει, ὁρᾶν τὸ πρῶτον τετράδιον τὸ τρίτον ζευκτόν, τὸ δὲ δεύτερον τετράδιον ὡσαύτως ὁρᾶν τὸ πρῶτον· τὸ δὲ τ

 ἱππέων ὄπισθεν ἔχειν βλέποντα καὶ ἀποσκοποῦντα τὴν τοῦ ἀμηρᾶ παράταξιν καὶ τὰ περὶ αὐτῆς, ὡς ἂν ὁδοιπορείῃ, καταμηνύειν αὐτῷ. 9.12 Εἰ δὲ καὶ φοῦλκον,

 εἰς λόχον καταστησάτω, χωρία φυλάττοντας τὰ πλησίον τῆς παρόδου τῶν πολεμίων διακείμενα. Καὶ αὐτὸν δὲ τὸν στρατηγὸν χρὴ ἐν ἐπιτηδείῳ τόπῳ μετὰ παντὸς

 εὔκλειαν· εἰ γὰρ καὶ μὴ τὴν νικῶσαν εὕρῃ εἰς τὸν κατ' αὐτῶν πόλεμον ὁ τῶν Ῥωμαίων στρατός, ἀλλ' οὗν οὐδεμίαν βλάβην ὑποστήσεται. 10.10 Εἰ δέ, ἐν ᾧ τόπ

 θανάτου καταφρονοῦντες εἰς ἁρπαγὴν τῶν λαφύρων διὰ τὴν τοῦ κέρδους ἐλπίδα· καὶ περιγένωνται τούτων τῇ τοῦ Χριστοῦ χάριτι ῥαδίως. Εἰ δὲ καὶ μὴ τελέως τ

 συνεργίᾳ εὐοδωθήσεται. 11.4 Εἰ δὲ συμβῇ τούτους ἐπιδιωχθῆναι παρὰ τῶν πολεμίων, δέον προαπαντῆσαι αὐτοῖς μετὰ τῶν ὑπολειφθέντων αὐτῷ τεσσαράκοντα, καὶ

 τελείως οὐδαμῶς ἐξελάσαι κατατολμήσουσι, καὶ τότε ὀλίγοι τινές· οἱ γὰρ πλείους τὸν παρὰ τοῦ στρατηγοῦ πόλεμον ὑφορώμενοι τῆς τοῦ ἀμηρᾶ παρατάξεως οὐκ

 ἡμέρας τὸ φοσσᾶτον καὶ εἰς τὰ τετράδια ἱσταμένους, καθὼς ἀνωτέρω εἰρήκαμεν, δύο ἐξ αὐτῶν ἐμπειροτάτους καὶ ἀνδρείους τῶν εἰς τὴν παραμονὴν ἀπερχομένων

 ἀποσταλέντων, ἐν ᾧ τόπῳ ἡ παράταξίς ἐστι τῶν πολεμίων ἡ τὸν ἀρχηγὸν αὐτῶν ἔχουσα, ὀλίγους τινὰς μεθ' ἑαυτοῦ λαβὼν ὁ στρατηγὸς καὶ εἰς ὑψηλὴν σκοπιὰν ἀ

 παρ' αὐτοῖς δεσμώτας τῶν ἡμετέρων ἢ καὶ αὐτομόλους γενέσθαι καὶ παρ' αὐτῶν μαθεῖν ἐν ποίῳ τόπῳ αὐλίζῃ. 15.2 Ἵν' οὖν μὴ νυκτὸς τὰς ἱππικὰς δυνάμεις αὐτ

 ἐπακολουθοῦντος τῷ κούρσῳ καταμελήσαντος καὶ μὴ τοὺς λόχους καλῶς ἐρευνήσαντος, ἀδοκήτως τῷ ἐγκρύμματι περιπέπτωκε. Καὶ ἵνα μὴ τοιοῦτον γένηται, δεῖ σ

 αὐτοὺς ἀδοκήτως σπεύδουσι διῶξαί τε καὶ καταγωνίσασθαι, ὀφείλεις καὶ αὐτὸς πᾶσαν ἀσφάλειαν ἐπιδείκνυσθαι τοῦ μὴ ἀδοκήτως εὑρεθῆναι παρ' αὐτῶν, ἀντιμηχ

 παρασκευάσωσιν· εἴθ' οὕτως ἐπιδιδόντες τοὺς χαλινοὺς τῶν ἵππων μετ' ἐλασίας μακρυνθῶσι μικρὸν τῶν διωκόντων, ἵνα καὶ τοῦ βάρους τοῦ ἐπικειμένου αὐτοῖς

 μακροῦ χρόνου ἐμπειρία, συνεγραψάμεθα. Σοὶ δὲ πρὸς τὴν εἰκὸς ἐπερχομένην περίστασιν προσήκει διαγενέσθαι· οὐ γὰρ ὡς αἱ τῶν ἀνθρώπων βουλαί, ἀλλ' ὡς ἡ

 ἵνα, ἐὰν πλήθη τῶν πολεμίων ἐπίθωνται τοῖς ἐν τῇ ἐνέδρᾳ, ἡ νὺξ καταλαβοῦσα καὶ τὸν πόλεμον διαλύσασα, ἀβλαβῆ τὸν ὑπὸ σὲ λαὸν διατηρήσῃς. 19.τ Περὶ κατ

 θέματος ἐξουσίαν ὁ στρατηγὸς ἐκέκτητο, κρίνων τοὺς ἐγκαλοῦντας ἐπὶ τοῖς στρατιωτικοῖς πράγμασι καὶ διοικῶν τὰ ἐν τῷ θέματι ἀνακύπτοντα, ἔχων συνεργὸν

 ἐν ταῖς χώραις αὐτῶν εἰσερχόμενοι, ποτὲ μὲν αὐτοὶ ἐκεῖνοι, ποτὲ δέ τινας τοῦ λαοῦ αὐτῶν ἀποστέλλοντες, κατὰ τὸ ἐγχωροῦν τούτους κατετραυμάτιζον. 20.7

 ἄλλων πάντων, ὅσα πολιορκουμένους ἐκδικεῖν καὶ βοηθεῖν δύνανται. Ταῦτα γὰρ διὰ τὸ πλῆθος τῇ παρούσῃ γραφῇ ἐκθεῖναι κατὰ μέρος ἐάσομεν· περὶ γὰρ τῶν το

 τῶν χωρίων πολίτας, καὶ τὰ αὐτῶν ἅπαντα παρακελεύσασθαί τε καὶ παρασκευάσασθαι ἐν κάστροις καὶ ὀχυροῖς τόποις διασώσασθαι, τοὺς δὲ τῶν πολεμίων πρὸς λ

 αὐτοῦ χάριτι. 23.2 Ἡνίκα δὲ πρὸ τεσσάρων σταθμῶν, ἤτοι ἀπλήκτων, ἐπιγνῷς τὴν ὁδόν, δι' ἧς ὥρμησαν οἱ πολέμιοι, σοὶ μέν, τῷ τοῦ παντὸς λαοῦ ἡγεμόνι, τά

 κατὰ τὸ δοκοῦν αὐτοῖς λυσιτελοῦσαν, καί, ἡνίκα σε καταλαβόντα αἴσθονται, νυκτὸς καὶ ἀπληκεύσουσι τὰς σκηνὰς πηξάμενοι, τότε νυκτοπόλεμον κατ' αὐτῶν ἐρ

 αὐτὸν καταλύσουσι τὰς σκηνὰς πηξάμενοι, καὶ οὐκ εὐχερῶς ἐν τῷ τοιούτῳ τόπῳ τὸν ἐν νυκτὶ πόλεμον ἁρμόζει γενέσθαι, δεῖ τὸν στρατηγὸν μετὰ πασῶν τῶν πεζ

κατὰ τὸ δοκοῦν αὐτοῖς λυσιτελοῦσαν, καί, ἡνίκα σε καταλαβόντα αἴσθονται, νυκτὸς καὶ ἀπληκεύσουσι τὰς σκηνὰς πηξάμενοι, τότε νυκτοπόλεμον κατ' αὐτῶν ἐργάσῃ. 24.2 Πλὴν οὕτως σε τὸν κατ' αὐτῶν χρὴ διαθεῖναι πόλεμον. Σὺ μὲν ἐκ τῶν ὄπισθεν μετὰ πεζικῆς παρατάξεως τὴν προσβολὴν ποιήσεις. Τὰς δὲ λοιπὰς πεζικὰς τάξεις διελεῖν εἰς ἓξ μερίδας, καὶ τρεῖς μὲν κατὰ τὸ δεξιὸν τῶν πολεμίων ἐκ πλαγίου αὐτῶν, τρεῖς δὲ κατὰ τὸ εὐώνυμον καταστῆσαι, εἴγε εἰς μῆκος ἡ τοῦ τόπου θέσις τὸ ἑαυτῶν ἄπληκτον καταστῆσαι καταναγκάσει, ἀπεχούσας ἀλλήλων ὡσεὶ τόξου βολήν, ἢ καὶ μικρὸν ἔλαττον, μόνην ἀνεῳγμένην καὶ ἀφύλακτον καταλιμπάνων τὴν ὁδὸν τὴν πρὸς τὰ οἰκεῖα τοὺς πολεμίους διασῴζουσαν, ὅπως σφοδροτάτου αὐτοῖς ἐπιτεθέντος τοῦ πολέμου καὶ τὴν ὁδὸν ἀνεῳγμένην ἐφευρηκόσι, ἀπάτῃ τοῦ διασωθῆναι καὶ τὸν πόλεμον διαφυγεῖν καὶ τὴν ἰδίαν καταλαβεῖν, ἐπιβῶσι τῶν ἵππων καὶ δι' αὐτῆς πρὸς φυγὴν ὁρμήσωσι, μόνην ἕκαστος τὴν ἰδίαν περιποιούμενος σωτηρίαν. 24.3 Εἰ δὲ οὐκ ἐπίμηκες πεποιήκεσαν τὸ ἑαυτῶν ἄπληκτον, ἀλλ' ἡ τοῦ τόπου θέσις κυκλοτερὲς αὐτὸ ἀπειργάσατο, χρή σε τὰς πεζικὰς ἱστῶν παρατάξεις γύροθεν παρασκευασθῆναι ταύτας προστάξαι πρὸς πόλεμον, μόνον δέ, ὡς ἔφημεν, τὴν ὁδὸν ἄφετον καὶ ἀνεῳγμένην καταλιπεῖν, τὴν πρὸς τὰ ἴδια τούτων φέρουσαν. 24.4 Μετὰ δὲ τὸ διατάξασθαι τοὺς πεζοὺς τοῦτον τὸν τρόπον, παραπληκεῦσαι τοῖς πολεμίοις προστάξεις καὶ πυρὰ εἰς πλῆθος ἀνάψαι πολλά. Ἐν μιᾷ δὲ ἑκάστῃ παρατάξει τῶν πεζῶν καὶ ἄρχοντα καταστήσεις τῶν χρησίμων καὶ ἀνδρείων· σὺν αὐτοῖς δὲ ἱππεῖς ἐν μιᾷ ἑκάστῃ παρατάξει, ἐκ τῶν ὄπισθεν ἱσταμένους, εἴγε καὶ ὁ χῶρος δίδωσιν, ἔχοντας ἀρχηγοὺς ἄνδρας ἀξιολόγους· πείθεσθαί τε αὐτοῖς προστάξεις καὶ ἅπαντα τὸν λαὸν τῶν πεζικῶν τάξεων. 24.5 Μετὰ δὲ τὸ οὕτως παρασκευασθῆναι, διαχωρίσαι τῶν ψιλῶν ἀνδρείους καὶ ταχεῖς τοῖς ποσί, καὶ ἔμπροσθεν ἀποστεῖλαι τοῦ σιγῇ κατελθεῖν καὶ ἔγγιστα τῶν πολεμίων γενέσθαι, καὶ διορίσασθαι αὐτοῖς ἵνα πρῶτον μὲν οἱ ἐν τῷ μέσῳ ἱστάμενοι τὴν προσβολὴν ποιήσονται, εἴθ' οὕτως οἱ ἔμπροσθεν. Καὶ εἰ μὲν ἐξ ἀμφοτέρων τῶν μερῶν ἡ τοῦ τόπου θέσις ὑψηλοτέρως φέρει τὰς πεζικὰς τάξεις κατὰ τῶν πολεμίων, βαλλόμενοι οἱ πολέμιοι τοῖς ἐκ χειρῶν καὶ σφενδονῶν λίθοις καὶ τόξοις ἄνωθεν ἐξ ἑκατέρων εὐχερῶς καταλυθήσονται. Εἰ δὲ μὴ οὕτως ἔχει ἡ τοῦ τόπου θέσις, ἀλλ' ἐξ ἑνὸς μέρους τὸ ὑψηλὸν ὑπέρκειται, καὶ ὡσαύτως ἐκεῖθεν εὐχερέστερον τῶν λίθων καὶ τόξων τὰς βολὰς κατ' αὐτῶν πεμπέτωσαν. Πλὴν ἐκ τοῦ ἐφομάλου ἐπιμελέστερον ἔχεσθαι δεῖ τῆς μάχης. Εἰ δὲ βουληθῶσιν οἱ πολέμιοι ἐπιβῆναι ἵππων καὶ κατ' αὐτῶν ὁρμῆσαι, οὐδὲν μὲν τοῖς ψιλοῖς δεινὸν ἐργάσονται, τοῦ τόπου βοηθοῦντος αὐτοῖς, ἑαυτοῖς δὲ μᾶλλον μεγάλην προξενήσουσι βλάβην. 24.6 Συγκαταβήτωσαν δὲ πᾶσαι αἱ πεζικαὶ τάξεις ἐξ ἀμφοτέρων τῶν μερῶν καὶ σαλπισάτωσαν ἅπασαι μετὰ κραυγῆς καὶ ἀλαλαγμοῦ. Ἔπειτα καὶ ὁ στρατηγὸς ἐκ τῶν ὄπισθεν ἰσχυρῶς ἀναψάτω τὸν πόλεμον. Καὶ εἰ ἔτι καρτεροῦσιν οἱ πολέμιοι καὶ μὴ πρὸς φυγὴν ὁρμήσουσιν, οἱ ταχεῖς ψιλοὶ καὶ οἱ ἔμπροσθεν ἀποσταλέντες παρορμηθήτωσαν παρὰ τῶν ἀρχόντων αὐτῶν ἔνδον εἰς τὰς σκηνὰς χωρῆσαι τῶν πολεμίων· εὐχερὲς γὰρ τοῦτο ἔσται αὐτοῖς ἀπὸ τῆς τοῦ τόπου σκληρότητος. Καὶ ἡνίκα ἄρξονται ἀναλαμβάνειν ἵππους ἢ ἡμιόνους καὶ πράγματα τῶν πολεμίων καὶ ἀνθρώπους ἀνδραποδίζειν, καὶ ἀρχὴ τοιαύτη γένηται, ὁρμήσουσιν ἅπαντες εἰς τὴν τοιαύτην διαρπαγὴν καὶ ἀφειδῶς ἔνδον χωρήσουσι τῶν σκηνῶν ξίφει αὐτοὺς κατακόπτοντες. 24.7 Καὶ τότε πρὸς φυγὴν ὁρμήσουσιν ἅπαντες, ὅσοι μὲν ἰσχύσουσιν ἐπιβῆναι ἵππων, οἱ δὲ καὶ πεζῇ, ὡς ἂν δυνηθῶσιν ὄρεσί τε καὶ φάραγξι κρυβῆναι καὶ σωτηρίας τυχεῖν. Καὶ εἰ τοιοῦτον τῇ βοηθείᾳ τοῦ Θεοῦ γένηται τὸ τοῦ πολέμου πέρας, διὰ πρεσβειῶν τῆς παναχράντου μητρὸς αὐτοῦ καὶ Θεοτόκου, δόξαν μὲν οἱ ἅγιοι βασιλεῖς λήψονται, καὶ κράτος ἅπαν τὸ ῥωμαϊκὸν στράτευμα, μηκέτι τῶν πολεμίων κατὰ πρόσωπον αὐτῶν στῆναι δυναμένων. 24.8 Εἰ δέ γε ὁμαλοῦ ἐπιτύχωσι χώρου τῆς ἡμέρας ἐπιφανούσης, καὶ εἰς