De velitatione bellica

 μάχιμον, οὐδ' ὅτι ταύτην ἐξαίρομεν τῶν λοιπῶν στρατηγημάτων καὶ ἐπιτηδευμάτων τῆς τακτικῆς, ἀλλ' ὅτι στρατηγῶν τοῖς ἀρίστοις αὕτη συνεργὸς ἀρίστη καθέ

 ἐξέλευσιν. 1.5 Ἀποστέλλειν τε πιστοὺς ἀνθρώπους καὶ ἐμπειροτάτους τοῦ ἐφορᾶν αὐτούς, εἴγε καλῶς καὶ ἀγρύπνως τὰ κατατόπια αὐτῶν διαφυλάττουσι. 1.6 Καὶ

 κρατεῖν καὶ ἀποφράττειν δι' ὁπλιτῶν ἀσπιδηφόρων καὶ ἀκοντιστῶν, ὄπισθεν δὲ τούτων τοὺς ἐκ χειρῶν λίθους βάλλοντας, σὺν αὐτοῖς δὲ καὶ τοξότας καὶ σφενδ

 ἀνεπιτηδειότερον μέν ἐστι, καὶ εἰς μάτην ἴσως τὸν κόπον συνέβῃ γίνεσθαι διὰ τὸ μὴ οὕτως συντόμως δι' ὀλίγων ἡμερῶν δύνασθαι τὸ πεζικὸν συναθροισθῆναι

 ὑποστάντες. 7.τ Περὶ συναθροίσεως καὶ κινήσεως φοσσάτου καὶ περὶ τοῦ παραχωρεῖν τοὺς πραγματευτὰς εἰσέρχεσθαι καὶ κατασκοπεῖν 7.1 Παρασκευὴν δὲ καὶ κί

 ὑψηλός, ἐν ᾧ ηὐλίσαντο οἱ πολέμιοι, ἐξ ἑνὸς μέρους ἢ καὶ ἐκ δύο πλησίον τοῦ ἀπλήκτου αὐτῶν, ἀπόνως τὴν παραμονὴν ἐν ἐκείνῳ τῷ τόπῳ φυλάξουσιν· ἀποβάντ

 τετράδια ὄπισθεν τῶν τριῶν ζευκτῶν ἀποκαταστήσει, ὁρᾶν τὸ πρῶτον τετράδιον τὸ τρίτον ζευκτόν, τὸ δὲ δεύτερον τετράδιον ὡσαύτως ὁρᾶν τὸ πρῶτον· τὸ δὲ τ

 ἱππέων ὄπισθεν ἔχειν βλέποντα καὶ ἀποσκοποῦντα τὴν τοῦ ἀμηρᾶ παράταξιν καὶ τὰ περὶ αὐτῆς, ὡς ἂν ὁδοιπορείῃ, καταμηνύειν αὐτῷ. 9.12 Εἰ δὲ καὶ φοῦλκον,

 εἰς λόχον καταστησάτω, χωρία φυλάττοντας τὰ πλησίον τῆς παρόδου τῶν πολεμίων διακείμενα. Καὶ αὐτὸν δὲ τὸν στρατηγὸν χρὴ ἐν ἐπιτηδείῳ τόπῳ μετὰ παντὸς

 εὔκλειαν· εἰ γὰρ καὶ μὴ τὴν νικῶσαν εὕρῃ εἰς τὸν κατ' αὐτῶν πόλεμον ὁ τῶν Ῥωμαίων στρατός, ἀλλ' οὗν οὐδεμίαν βλάβην ὑποστήσεται. 10.10 Εἰ δέ, ἐν ᾧ τόπ

 θανάτου καταφρονοῦντες εἰς ἁρπαγὴν τῶν λαφύρων διὰ τὴν τοῦ κέρδους ἐλπίδα· καὶ περιγένωνται τούτων τῇ τοῦ Χριστοῦ χάριτι ῥαδίως. Εἰ δὲ καὶ μὴ τελέως τ

 συνεργίᾳ εὐοδωθήσεται. 11.4 Εἰ δὲ συμβῇ τούτους ἐπιδιωχθῆναι παρὰ τῶν πολεμίων, δέον προαπαντῆσαι αὐτοῖς μετὰ τῶν ὑπολειφθέντων αὐτῷ τεσσαράκοντα, καὶ

 τελείως οὐδαμῶς ἐξελάσαι κατατολμήσουσι, καὶ τότε ὀλίγοι τινές· οἱ γὰρ πλείους τὸν παρὰ τοῦ στρατηγοῦ πόλεμον ὑφορώμενοι τῆς τοῦ ἀμηρᾶ παρατάξεως οὐκ

 ἡμέρας τὸ φοσσᾶτον καὶ εἰς τὰ τετράδια ἱσταμένους, καθὼς ἀνωτέρω εἰρήκαμεν, δύο ἐξ αὐτῶν ἐμπειροτάτους καὶ ἀνδρείους τῶν εἰς τὴν παραμονὴν ἀπερχομένων

 ἀποσταλέντων, ἐν ᾧ τόπῳ ἡ παράταξίς ἐστι τῶν πολεμίων ἡ τὸν ἀρχηγὸν αὐτῶν ἔχουσα, ὀλίγους τινὰς μεθ' ἑαυτοῦ λαβὼν ὁ στρατηγὸς καὶ εἰς ὑψηλὴν σκοπιὰν ἀ

 παρ' αὐτοῖς δεσμώτας τῶν ἡμετέρων ἢ καὶ αὐτομόλους γενέσθαι καὶ παρ' αὐτῶν μαθεῖν ἐν ποίῳ τόπῳ αὐλίζῃ. 15.2 Ἵν' οὖν μὴ νυκτὸς τὰς ἱππικὰς δυνάμεις αὐτ

 ἐπακολουθοῦντος τῷ κούρσῳ καταμελήσαντος καὶ μὴ τοὺς λόχους καλῶς ἐρευνήσαντος, ἀδοκήτως τῷ ἐγκρύμματι περιπέπτωκε. Καὶ ἵνα μὴ τοιοῦτον γένηται, δεῖ σ

 αὐτοὺς ἀδοκήτως σπεύδουσι διῶξαί τε καὶ καταγωνίσασθαι, ὀφείλεις καὶ αὐτὸς πᾶσαν ἀσφάλειαν ἐπιδείκνυσθαι τοῦ μὴ ἀδοκήτως εὑρεθῆναι παρ' αὐτῶν, ἀντιμηχ

 παρασκευάσωσιν· εἴθ' οὕτως ἐπιδιδόντες τοὺς χαλινοὺς τῶν ἵππων μετ' ἐλασίας μακρυνθῶσι μικρὸν τῶν διωκόντων, ἵνα καὶ τοῦ βάρους τοῦ ἐπικειμένου αὐτοῖς

 μακροῦ χρόνου ἐμπειρία, συνεγραψάμεθα. Σοὶ δὲ πρὸς τὴν εἰκὸς ἐπερχομένην περίστασιν προσήκει διαγενέσθαι· οὐ γὰρ ὡς αἱ τῶν ἀνθρώπων βουλαί, ἀλλ' ὡς ἡ

 ἵνα, ἐὰν πλήθη τῶν πολεμίων ἐπίθωνται τοῖς ἐν τῇ ἐνέδρᾳ, ἡ νὺξ καταλαβοῦσα καὶ τὸν πόλεμον διαλύσασα, ἀβλαβῆ τὸν ὑπὸ σὲ λαὸν διατηρήσῃς. 19.τ Περὶ κατ

 θέματος ἐξουσίαν ὁ στρατηγὸς ἐκέκτητο, κρίνων τοὺς ἐγκαλοῦντας ἐπὶ τοῖς στρατιωτικοῖς πράγμασι καὶ διοικῶν τὰ ἐν τῷ θέματι ἀνακύπτοντα, ἔχων συνεργὸν

 ἐν ταῖς χώραις αὐτῶν εἰσερχόμενοι, ποτὲ μὲν αὐτοὶ ἐκεῖνοι, ποτὲ δέ τινας τοῦ λαοῦ αὐτῶν ἀποστέλλοντες, κατὰ τὸ ἐγχωροῦν τούτους κατετραυμάτιζον. 20.7

 ἄλλων πάντων, ὅσα πολιορκουμένους ἐκδικεῖν καὶ βοηθεῖν δύνανται. Ταῦτα γὰρ διὰ τὸ πλῆθος τῇ παρούσῃ γραφῇ ἐκθεῖναι κατὰ μέρος ἐάσομεν· περὶ γὰρ τῶν το

 τῶν χωρίων πολίτας, καὶ τὰ αὐτῶν ἅπαντα παρακελεύσασθαί τε καὶ παρασκευάσασθαι ἐν κάστροις καὶ ὀχυροῖς τόποις διασώσασθαι, τοὺς δὲ τῶν πολεμίων πρὸς λ

 αὐτοῦ χάριτι. 23.2 Ἡνίκα δὲ πρὸ τεσσάρων σταθμῶν, ἤτοι ἀπλήκτων, ἐπιγνῷς τὴν ὁδόν, δι' ἧς ὥρμησαν οἱ πολέμιοι, σοὶ μέν, τῷ τοῦ παντὸς λαοῦ ἡγεμόνι, τά

 κατὰ τὸ δοκοῦν αὐτοῖς λυσιτελοῦσαν, καί, ἡνίκα σε καταλαβόντα αἴσθονται, νυκτὸς καὶ ἀπληκεύσουσι τὰς σκηνὰς πηξάμενοι, τότε νυκτοπόλεμον κατ' αὐτῶν ἐρ

 αὐτὸν καταλύσουσι τὰς σκηνὰς πηξάμενοι, καὶ οὐκ εὐχερῶς ἐν τῷ τοιούτῳ τόπῳ τὸν ἐν νυκτὶ πόλεμον ἁρμόζει γενέσθαι, δεῖ τὸν στρατηγὸν μετὰ πασῶν τῶν πεζ

αὐτὸν καταλύσουσι τὰς σκηνὰς πηξάμενοι, καὶ οὐκ εὐχερῶς ἐν τῷ τοιούτῳ τόπῳ τὸν ἐν νυκτὶ πόλεμον ἁρμόζει γενέσθαι, δεῖ τὸν στρατηγὸν μετὰ πασῶν τῶν πεζικῶν τε καὶ ἱππικῶν δυνάμεων ἔμπροσθεν πάλιν γενέσθαι καὶ τὰ ὑψηλότερα τῶν ὀρῶν κατασχεῖν καὶ τὴν διάβασιν τῆς ὁδοῦ ὁμοίως ἀσφαλίσασθαι. Καὶ ἐπεὶ πᾶσαι, ὡς ἔφημεν, αἱ ὁδοὶ αἱ πρὸς τὴν πολεμίαν εἰσάγουσαι, διὰ τῶν ὅλων ὧν ἀπηριθμησάμην θεμάτων καὶ οἰκείοις ὀφθαλμοῖς ἐθεασάμην, δύσβατοι τυγχάνουσιν ἐν ὄρεσι τοῖς διορίζουσι τὰς ἄμφω χώρας, σπεῦδε προκαταλαβεῖν τὴν διάβασιν αὐτῶν καὶ τὸν κατὰ πρόσωπον αὐτῶν ἀδιστάκτως διατίθεσο πόλεμον, καὶ χάριτι Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ὑπερισχύσεις αὐτῶν καὶ τούτους καταβαλὼν τελείῳ παραδώσεις ἀφανισμῷ. 25.τ Περὶ ἑτέρας κατασχέσεως ὁδοῦ τῆς εἰς τὴν κατάβασιν δυσχωρίαν ἀποτελούσησ 25.1 Εἰ δέ γε ἡ ὁδός, ἣν ὑποστρέφουσιν, εὑρεθῇ φέρουσα τοῖς πολεμίοις ἐκ τῶν ἄνωθεν καὶ ἐφόμαλός ἐστι, μὴ ἔχουσα δυσχωρίαν τοῦ κατὰ πρόσωπον αὐτῶν ἀντιστῆναι, ἀλλ' ἡνίκα πρὸς τὸ καταφερὲς ἐπικλίνει, τότε στενὴ καὶ δύσβατός ἐστι, συγχέουσα τὰς παρατάξεις αὐτῶν καὶ ὀλίγους διέρχεσθαι ἀναγκάζουσα καὶ τοὺς ἄλλους ὁμοίως παρασκευάζειν ἐπακολουθεῖν καὶ διέρχεσθαι, ἐν ἐκείνοις τοῖς στενωποῖς δέον πεζικὰς τάξεις καταστῆσαι ἔνθεν κἀκεῖθεν τῶν πολεμίων, δύο μὲν κατὰ τὸ δεξιόν, δύο δὲ κατὰ τὸ εὐώνυμον, ἀπ' ἀλλήλων διακεκριμένας. Ἀλλὰ καὶ ἐκ τῶν ὄπισθεν εἰς λόχον καταστῆσαι πεζικὴν λαοῦ δύναμιν μεθ' ἱππέων καὶ ἄρχοντος ἀνδρείου καὶ ἐμπειροτάτου, εἴπερ τὸ λεγόμενον σάκα αὐτῶν ἄνωθεν κατέλιπον ἵστασθαι καὶ τὴν ὁδὸν φυλάσσειν, ἀλλὰ μὴ σύνεγγυς, πρὸς τὸ μὴ διαγνωσθῆναι. 25.2 Καὶ εἰ μὲν οἱ εἰς τὸν λόχον ἱστάμενοι ἄνωθεν πρόθυμοί εἰσι παρασυνάψαι πόλεμον, ἡνίκα αἱ κάτωθεν παρατάξεις ἡμῶν ἱστάμεναι κατὰ τῶν ἔμπροσθεν διερχομένων πολεμίων τὴν προσβολὴν ποιήσονται, ἐξερχέσθωσαν καὶ οἱ εἰς τὸν λόχον ἱστάμενοι πεζοί τε καὶ ἱππεῖς καὶ συναπτέτωσαν πόλεμον μετ' αὐτοὺς κατὰ τῶν πολεμίων. Εἰ δὲ οὐ θαρρήσουσιν οἱ εἰς τὸν λόχον ἱστάμενοι κατ' αὐτοῦ ἐπελθεῖν κάτωθεν, σάκα εἰς ἐφόμαλον τόπον ἱσταμένου, καρτερήσουσιν εἰς τὸν λόχον, καί, ἐπεὶ αὐτὸ διελθεῖν κατεπείγεται καὶ τοὺς ἰδίους καταλαβεῖνοὐ γάρ ἐστι τῶν ἐνδεχομένων ἐκεῖσε ἐπὶ πολὺ ἵστασθαι, ἡνίκα τῆς εἰς κατάβασιν φερούσης ὁδοῦ ἐπιλάβωνται, καὶ ἐξερχέσθωσαν οἱ ἐν τῷ λόχῳ, καὶ τὴν ὁδὸν κατασχόντες καὶ ἐκ τῶν ἄνωθεν γενόμενοι κατ' αὐτῶν ὁρμησάτωσαν. 25.3 Καὶ οὐ δυνήσονται ἀντιστῆναι καὶ ἀμύνασθαι, παρ' αὐτῶν βαλλόμενοι, τοῦ τόπου αὐτοῖς ἐναντιουμένου· ἀλλὰ σπεύσουσι τοὺς ἰδίους καταλαβεῖν πολεμούμενοι ἐν τοῖς στενώμασι παρὰ τῶν κάτωθεν ἡμῶν ἱσταμένων παρατάξεων, ἐπ' ἐλπίδι διελθεῖν καὶ τὴν ἰδίαν καταλαβεῖν. Ἀλλ' οὐδαμῶς τούτου ἐπιτύχωσιν, εἴπερ δὴ ὡς ἐξεθέμεθα ὁ κατ' αὐτῶν παρασκευασθῇ πόλεμος, μᾶλλον δὲ κατὰ κράτος ἡττηθήσονται χάριτι τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.