De velitatione bellica

 μάχιμον, οὐδ' ὅτι ταύτην ἐξαίρομεν τῶν λοιπῶν στρατηγημάτων καὶ ἐπιτηδευμάτων τῆς τακτικῆς, ἀλλ' ὅτι στρατηγῶν τοῖς ἀρίστοις αὕτη συνεργὸς ἀρίστη καθέ

 ἐξέλευσιν. 1.5 Ἀποστέλλειν τε πιστοὺς ἀνθρώπους καὶ ἐμπειροτάτους τοῦ ἐφορᾶν αὐτούς, εἴγε καλῶς καὶ ἀγρύπνως τὰ κατατόπια αὐτῶν διαφυλάττουσι. 1.6 Καὶ

 κρατεῖν καὶ ἀποφράττειν δι' ὁπλιτῶν ἀσπιδηφόρων καὶ ἀκοντιστῶν, ὄπισθεν δὲ τούτων τοὺς ἐκ χειρῶν λίθους βάλλοντας, σὺν αὐτοῖς δὲ καὶ τοξότας καὶ σφενδ

 ἀνεπιτηδειότερον μέν ἐστι, καὶ εἰς μάτην ἴσως τὸν κόπον συνέβῃ γίνεσθαι διὰ τὸ μὴ οὕτως συντόμως δι' ὀλίγων ἡμερῶν δύνασθαι τὸ πεζικὸν συναθροισθῆναι

 ὑποστάντες. 7.τ Περὶ συναθροίσεως καὶ κινήσεως φοσσάτου καὶ περὶ τοῦ παραχωρεῖν τοὺς πραγματευτὰς εἰσέρχεσθαι καὶ κατασκοπεῖν 7.1 Παρασκευὴν δὲ καὶ κί

 ὑψηλός, ἐν ᾧ ηὐλίσαντο οἱ πολέμιοι, ἐξ ἑνὸς μέρους ἢ καὶ ἐκ δύο πλησίον τοῦ ἀπλήκτου αὐτῶν, ἀπόνως τὴν παραμονὴν ἐν ἐκείνῳ τῷ τόπῳ φυλάξουσιν· ἀποβάντ

 τετράδια ὄπισθεν τῶν τριῶν ζευκτῶν ἀποκαταστήσει, ὁρᾶν τὸ πρῶτον τετράδιον τὸ τρίτον ζευκτόν, τὸ δὲ δεύτερον τετράδιον ὡσαύτως ὁρᾶν τὸ πρῶτον· τὸ δὲ τ

 ἱππέων ὄπισθεν ἔχειν βλέποντα καὶ ἀποσκοποῦντα τὴν τοῦ ἀμηρᾶ παράταξιν καὶ τὰ περὶ αὐτῆς, ὡς ἂν ὁδοιπορείῃ, καταμηνύειν αὐτῷ. 9.12 Εἰ δὲ καὶ φοῦλκον,

 εἰς λόχον καταστησάτω, χωρία φυλάττοντας τὰ πλησίον τῆς παρόδου τῶν πολεμίων διακείμενα. Καὶ αὐτὸν δὲ τὸν στρατηγὸν χρὴ ἐν ἐπιτηδείῳ τόπῳ μετὰ παντὸς

 εὔκλειαν· εἰ γὰρ καὶ μὴ τὴν νικῶσαν εὕρῃ εἰς τὸν κατ' αὐτῶν πόλεμον ὁ τῶν Ῥωμαίων στρατός, ἀλλ' οὗν οὐδεμίαν βλάβην ὑποστήσεται. 10.10 Εἰ δέ, ἐν ᾧ τόπ

 θανάτου καταφρονοῦντες εἰς ἁρπαγὴν τῶν λαφύρων διὰ τὴν τοῦ κέρδους ἐλπίδα· καὶ περιγένωνται τούτων τῇ τοῦ Χριστοῦ χάριτι ῥαδίως. Εἰ δὲ καὶ μὴ τελέως τ

 συνεργίᾳ εὐοδωθήσεται. 11.4 Εἰ δὲ συμβῇ τούτους ἐπιδιωχθῆναι παρὰ τῶν πολεμίων, δέον προαπαντῆσαι αὐτοῖς μετὰ τῶν ὑπολειφθέντων αὐτῷ τεσσαράκοντα, καὶ

 τελείως οὐδαμῶς ἐξελάσαι κατατολμήσουσι, καὶ τότε ὀλίγοι τινές· οἱ γὰρ πλείους τὸν παρὰ τοῦ στρατηγοῦ πόλεμον ὑφορώμενοι τῆς τοῦ ἀμηρᾶ παρατάξεως οὐκ

 ἡμέρας τὸ φοσσᾶτον καὶ εἰς τὰ τετράδια ἱσταμένους, καθὼς ἀνωτέρω εἰρήκαμεν, δύο ἐξ αὐτῶν ἐμπειροτάτους καὶ ἀνδρείους τῶν εἰς τὴν παραμονὴν ἀπερχομένων

 ἀποσταλέντων, ἐν ᾧ τόπῳ ἡ παράταξίς ἐστι τῶν πολεμίων ἡ τὸν ἀρχηγὸν αὐτῶν ἔχουσα, ὀλίγους τινὰς μεθ' ἑαυτοῦ λαβὼν ὁ στρατηγὸς καὶ εἰς ὑψηλὴν σκοπιὰν ἀ

 παρ' αὐτοῖς δεσμώτας τῶν ἡμετέρων ἢ καὶ αὐτομόλους γενέσθαι καὶ παρ' αὐτῶν μαθεῖν ἐν ποίῳ τόπῳ αὐλίζῃ. 15.2 Ἵν' οὖν μὴ νυκτὸς τὰς ἱππικὰς δυνάμεις αὐτ

 ἐπακολουθοῦντος τῷ κούρσῳ καταμελήσαντος καὶ μὴ τοὺς λόχους καλῶς ἐρευνήσαντος, ἀδοκήτως τῷ ἐγκρύμματι περιπέπτωκε. Καὶ ἵνα μὴ τοιοῦτον γένηται, δεῖ σ

 αὐτοὺς ἀδοκήτως σπεύδουσι διῶξαί τε καὶ καταγωνίσασθαι, ὀφείλεις καὶ αὐτὸς πᾶσαν ἀσφάλειαν ἐπιδείκνυσθαι τοῦ μὴ ἀδοκήτως εὑρεθῆναι παρ' αὐτῶν, ἀντιμηχ

 παρασκευάσωσιν· εἴθ' οὕτως ἐπιδιδόντες τοὺς χαλινοὺς τῶν ἵππων μετ' ἐλασίας μακρυνθῶσι μικρὸν τῶν διωκόντων, ἵνα καὶ τοῦ βάρους τοῦ ἐπικειμένου αὐτοῖς

 μακροῦ χρόνου ἐμπειρία, συνεγραψάμεθα. Σοὶ δὲ πρὸς τὴν εἰκὸς ἐπερχομένην περίστασιν προσήκει διαγενέσθαι· οὐ γὰρ ὡς αἱ τῶν ἀνθρώπων βουλαί, ἀλλ' ὡς ἡ

 ἵνα, ἐὰν πλήθη τῶν πολεμίων ἐπίθωνται τοῖς ἐν τῇ ἐνέδρᾳ, ἡ νὺξ καταλαβοῦσα καὶ τὸν πόλεμον διαλύσασα, ἀβλαβῆ τὸν ὑπὸ σὲ λαὸν διατηρήσῃς. 19.τ Περὶ κατ

 θέματος ἐξουσίαν ὁ στρατηγὸς ἐκέκτητο, κρίνων τοὺς ἐγκαλοῦντας ἐπὶ τοῖς στρατιωτικοῖς πράγμασι καὶ διοικῶν τὰ ἐν τῷ θέματι ἀνακύπτοντα, ἔχων συνεργὸν

 ἐν ταῖς χώραις αὐτῶν εἰσερχόμενοι, ποτὲ μὲν αὐτοὶ ἐκεῖνοι, ποτὲ δέ τινας τοῦ λαοῦ αὐτῶν ἀποστέλλοντες, κατὰ τὸ ἐγχωροῦν τούτους κατετραυμάτιζον. 20.7

 ἄλλων πάντων, ὅσα πολιορκουμένους ἐκδικεῖν καὶ βοηθεῖν δύνανται. Ταῦτα γὰρ διὰ τὸ πλῆθος τῇ παρούσῃ γραφῇ ἐκθεῖναι κατὰ μέρος ἐάσομεν· περὶ γὰρ τῶν το

 τῶν χωρίων πολίτας, καὶ τὰ αὐτῶν ἅπαντα παρακελεύσασθαί τε καὶ παρασκευάσασθαι ἐν κάστροις καὶ ὀχυροῖς τόποις διασώσασθαι, τοὺς δὲ τῶν πολεμίων πρὸς λ

 αὐτοῦ χάριτι. 23.2 Ἡνίκα δὲ πρὸ τεσσάρων σταθμῶν, ἤτοι ἀπλήκτων, ἐπιγνῷς τὴν ὁδόν, δι' ἧς ὥρμησαν οἱ πολέμιοι, σοὶ μέν, τῷ τοῦ παντὸς λαοῦ ἡγεμόνι, τά

 κατὰ τὸ δοκοῦν αὐτοῖς λυσιτελοῦσαν, καί, ἡνίκα σε καταλαβόντα αἴσθονται, νυκτὸς καὶ ἀπληκεύσουσι τὰς σκηνὰς πηξάμενοι, τότε νυκτοπόλεμον κατ' αὐτῶν ἐρ

 αὐτὸν καταλύσουσι τὰς σκηνὰς πηξάμενοι, καὶ οὐκ εὐχερῶς ἐν τῷ τοιούτῳ τόπῳ τὸν ἐν νυκτὶ πόλεμον ἁρμόζει γενέσθαι, δεῖ τὸν στρατηγὸν μετὰ πασῶν τῶν πεζ

ἄλλων πάντων, ὅσα πολιορκουμένους ἐκδικεῖν καὶ βοηθεῖν δύνανται. Ταῦτα γὰρ διὰ τὸ πλῆθος τῇ παρούσῃ γραφῇ ἐκθεῖναι κατὰ μέρος ἐάσομεν· περὶ γὰρ τῶν τοιούτων καὶ ἑτέρων πολιορκητικῶν μηχανημάτων καὶ τὸ πῶς χρῆ τοὺς ἔνδον τοῖς ἔξωθεν ἀντιμάχεσθαι ἀκριβῶς πρὸ ἡμῶν καὶ λελογισμένως οἱ τὰ τακτικὰ καὶ στρατηγικὰ ἀναγραψάμενοι ἐξέθεντο. Ἡμεῖς δὲ περὶ παραδρομῆς καὶ κατασχέσεως κλεισουρῶν προσταχθέντες εἰπεῖν, τὰ ταύτῃ συντελοῦντα καὶ ἐφαρμόζοντα κατὰ τὸ ἑνὸν ἐκθεῖναι κατεπειγόμεθα. 21.2 Τῶν πολεμίων τοίνυν τὸ κάστρον περικαθισάντων καὶ πρὸς πολιορκίαν χωρούντων, εἰ μένὡς ἔθος ἐστὶ τοῖς βουλομένοις στενοχωρεῖν τοὺς πολιορκουμένους ἀπληκεύσουσι δηλονότι τοῦ κάστρου κύκλοθεν, πρὸς τὸ μὴ δύνασθαί τινας τῶν ἡμετέρων μήτε εἰσέρχεσθαι μήτε ἐξέρχεσθαι, ἐπεὶ ἐν ὀχυροῖς τόποις καὶ δυσβάτοις σχεδὸν τὰ πλείω ἡμῶν ἵδρυνται κάστρα, εὐχερῶς τούτοις οὕτως ἀπληκεύουσι χάρακος καὶ ἀσφαλείας ἄνευ ἰσχύσεις, ὦ στρατηγέ, καθ' ἓν μέρος νυκτὸς μετὰ πεζικοῦ στρατεύματος ἐπιθέσθαι· μετὰ συνθήματος ὁμοῦ καὶ τοὺς ἔνδον ἐξελθεῖν παρασκευάσεις ἐν αὐτῇ τῇ ὥρᾳ καὶ συνάψαι καὶ αὐτούς, εἰ δυνατόν, πόλεμον. Καὶ τὴν ἀπὸ τοῦ τόπου ἔχων βοήθειαν τούτους καταγωνίσῃ, ἔργον τοῦτο προνοίας Θεοῦ. 21.3 Εἰ δὲ διὰ τὴν τοῦ χώρου δυσχέρειαν καὶ σκληρότητα οὐ θαρρήσουσιν οὕτως κύκλοθεν διεσπαρμένως ἀπληκεῦσαι, ἀλλ' ἐκ δύο μερῶν ἢ ἐξ ἑνὸς ἅπας ὁ λαὸς αὐτῶν στρατοπεδεύσει, δέον πρότερον πᾶσαν τροφὴν ἀνθρώπων τε καὶ ἀλόγων πυρπολῆσαι καὶ τελείως ἐξαφανίσαι καὶ μηδὲν εἰς χρείαν ἀλόγων ἢ ἀνθρώπων πλησίον τοῦ κάστρου ἢ πόρρω καταλιπεῖν ἐν τοῖς χωρίοις. Εἰ δὲ καὶ ξύλον ἐπιλείπει, ἐπὶ τοῦ τόπου ὄρους μὴ ὄντος, καὶ αὐτὰ τὰ στέγη τῶν οἰκημάτων πυρπολῆσαι. Εἰ γὰρ καὶ ξύλου ἐν χρείᾳ γένωνται οἱ πολέμιοι καὶ τροφῶν ἐνδεεῖς εἰσιν, ἀνάγκη τὸν λαὸν αὐτῶν ἐξέρχεσθαι μακρότερον πρὸς συλλογὴν τῶν χρειῶν. Σοῦ δὲ ἐμπείρως καὶ στρατηγικῶς διατιθεμένου δυνήσῃ τούτους μετὰ ἐγκρυμμάτων τραυματίζειν καὶ κατατροποῦσθαι· καὶ ὡς ἐκ τούτου τῇ τῶν τροφῶν ἐνδείᾳ ἀναγκαζόμενοι τὴν πολιορκίαν λύσουσιν. 21.4 Εἰ δὲ ὁρᾷς αὐτοὺς ἔτι καρτεροῦντας καὶ τῇ πολιορκίᾳ ἐπιμένοντας καὶ τοὺς ἔνδον στενοχωρουμένους, δέον καὶ πρὸς νυκτοπολέμους δημοσίους χωρῆσαι, πεζικὸν συναγηοχὼς στράτευμα ἅμα ἱππεῦσιν. Ὃ ἁρμοζόντως κατὰ τὴν τοῦ τόπου θέσιν τούτοις συνταξάμενος, τὸν ἐν νυκτὶ πόλεμον παρασκευάσεις γενέσθαι, καθὼς παρακατιὼν περὶ νυκτοπολέμου δηλώσω, καὶ τούτῳ τῷ τρόπῳ καταγωνίσῃ αὐτούς, καὶ ἀναγκάσεις τὴν τοῦ κάστρου πολιορκίαν λιπεῖν. 21.5 Εἰ δέ τις αἰτία τὸν τῆς νυκτὸς πόλεμον διακωλύσει καὶ οἱ ἔνδον πολιορκούμενοι ἐνδεεῖς λαοῦ τοῦ βοηθοῦντός εἰσι, τροφῶν δὲ σπάνιν οὐκ ἔχουσι, δυνήσῃ καὶ ἑτέρων ἀνδρῶν προσθήκην ἐπαγαγεῖν, ὥσπερ καὶ τροφῆςεἴγε ἐνδεεῖς εἶεντρόπῳ τοιῷδε. Συναγαγὼν ἅπαν τὸ ὑπὸ σὲ στράτευμα καὶ διχῆ αὐτοὺς διελών, οἱ μὲν ἡμίσεις τούτων ἀναλαβέτωσαν καθεῖς ἀνὰ σίτου μοδίους τέσσαρας εἰς οὓς ἐποχοῦνται ἵππους, παρέχων αὐτοῖς καὶ εὐζώνους ἑτέρους ἱππεῖς μηδὲν ἐπιφερομένους πλὴν τὰ ὅπλα αὐτῶν καὶ πρὸς μόνην αὐτῶν φυλακὴν εἶναι. Σὺ δὲ μετὰ τοῦ λοιποῦ μαχίμου στρατεύματος ἐν ἑτέρῳ μέρει, κατὰ τὴν ὥραν ἣν οἱ τὸν σῖτον ἐπιφερόμενοι πλησίον τοῦ κάστρου μέλλουσι γενέσθαι, περὶ μέσην νύκτα ἀθρόως μετὰ κραυγῆς καὶ σαλπίγγων φάνηθι, ὡς ἤδη πολεμίσων αὐτούς. Τῶν δὲ πρὸς τὸν σὸν πόλεμον παρασκευαζομένων καὶ τὴν ὁρμὴν πρὸς σὲ ποιουμένων, ἄδειαν εὑρόντες οἱ τὸν σῖτον ἐπιφερόμενοι ἀποκομίσουσί τε αὐτὸν ἐν τῷ κάστρῳ καὶ ἀσινεῖς παλινοστήσουσι. Καὶ διὰ τῆς τοιαύτης μηχανῆς καὶ ἀνδρῶν ἐπιβολὴν καὶ τροφῆς παράσχῃς αὐτοῖς, εἴγε ἀμφοτέρων ἐν χρείᾳ εἰσί, καὶ σωτηρίας οἱ πολιορκούμενοι τύχωσιν. 22.τ Περὶ διαχωρισμοῦ λαοῦ τῶν ἡμισέων πολεμίων ἢ καὶ τοῦ τρίτου μέρουσ 22.1 Εἰ δὲ μὴ πρὸς πολιορκίαν κάστρων εὐτρεπίζοιντο οἱ πολέμιοι, ἀλλὰ μετὰ πολλῆς καὶ σφοδρᾶς δυνάμεως τὰς ἡμετέρας χώρας περινοστοῦσι, χρὴ τὸν στρατηγοῦντα τῶν ῥωμαϊκῶν δυνάμεων ἐπιμελῶς τοὺς γεωργούς, ἤτοι τοὺς