οὗ ἐπ' αὐτῷ λεγόμενον.Ὅτε εἰς αὐτὸν τὸν ἀγῶνα ἀπήντησεν ὥστε πεῖσαι μὴ ἀπ' ἀνθρώπων ὀνομάζεσθαι αὐτούς, ἀπ' αὐτῆς τῆς ἀρχῆς τῶν ἀγώνων τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ μέμνηται, ἀφ' οὗ προσήκει πάντας καλεῖσθαι. οὐ περὶ δογμάτων δὲ τὸ νῦν λεγόμενον, οὐδὲ περὶ τούτου μέμφεται αὐτοῖς, ἀλλὰ περὶ οὗ προείπομεν καὶ τὰ ἑξῆς δείκνυσιν. 1 Kor 1,13. 17α Μὴ συγκληρονόμους, φησίν, ἔχει Χριστὸς μεθ' ὧν ἐμερίσατο ὑμᾶς πιστεύοντας; οὐ γὰρ εἶπεν «ἐμερίσθη Χριστός;» ἀλλὰ μὴ ἐμερίσατο Χριστὸς μεθ' ὑμῶν; καὶ τοῦτο ἡ ἐπαγωγὴ δείκνυσιν· λέγει γάρ· μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ἡμῶν; ὁ ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἀποθανὼν Χριστός, ἡμῶν δὲ οὐδείς.Ἀπὸ τούτου δείκνυσιν ὅτι τινὲς ἀπὸ τοῦ βαπτίσαντος αὐτοὺς ὀνομάζεσθαι ἐβούλοντο. τοῦτο τὸ καλὸν ὃ καὶ προσέταξεν ὁ σωτήρ, καὶ σωτηρίαν φέρει, ἐμοί, φησί, βάρος ἐγίνετο, εἰ ἐμέλλετε ἀπ' ἐμοῦ τοῦ βαπτίσαντος καλεῖσθαι. πῶς δὲ νοήσομεν τὸ οὐκ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλ' εὐαγγελίζεσθαι; ἐπεὶ βαπτίζει μὲν καὶ ὁ μὴ ἀπόστολος, τὸ δὲ τῆς ἀποστολῆς ἀξίωμα εἶχον ὀλίγοι, καὶ ἄνευ τοῦ εὐαγγελισθῆναι καὶ βαπτισθῆναι οὐκ ἐνῆν βαπτισθῆναι, φησίν· εὐαγγελίσασθαι ἀπεστάλην· τοῦτο γὰρ τὸ προηγούμενον, οὐ τὸ βαπτίσαι. λείπει οὖν ἐνταῦθα τὸ προηγουμένως οὐκ ἀπεστάλην βαπτίσαι. οὕτως καὶ ἀλλαχοῦ ὅταν λέγῃ· μὴ τῶν βοῶν μέλει τῷ θεῷ; οὐκ ἐπειδὴ οὐ μέλει· καὶ γὰρ ἐν τῷ νόμῳ περὶ βοῶν λέγει Μωϋσῆς, ἀληθῶς περὶ τῶν ὑπηρετουμένων τοῖς γεωργοῖς. φησὶ δὲ καὶ ὁ ∆αυίδ· ἀνθρώπους καὶ κτήνη σώσεις κύριε, ὡς ἐπλήθυνας τὸ ἔλεός σου ὁ θεός. λέγει δὲ καὶ Σολομῶν· οἰκτείρει δίκαιος ψυχὰς κτηνῶν αὐτοῦ, πόσῳ δὲ μᾶλλον ὁ θεός; ἀλλ' ὅ φησιν, τί ἐστιν; ὅτι προηγουμένως τῶν βοῶν οὐ μέλει τῷ θεῷ. καὶ ἐνταῦθα κατ' ἔλλειψιν ὡς καὶ τὸ οὐκ ἀπέστειλέν με Χριστὸς βαπτίζειν. 228 1 Kor 1,17 Μεταβαίνων ἐφ' ἕτερον ἔγκλημα καὶ ἐπ' ἄλλην διόρθωσιν ἐρχόμενος, οὐκ ἀποθέμενος τέλεον τὸ πρῶτον, προοιμίῳ κέχρηται τῷ δευτέρῳ· τὸ μὲν γὰρ οὐκ ἀπέστειλέν με Χριστὸς βαπτίζειν τοῦ πρώτου ἐγκλήματος ἦν, τοῦ ὅτι ἕκαστος ὑμῶν λέγει· ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲἈπολλώ, τὸ δὲ οὐκ ἐν σοφίᾳ λόγον ἀρχῆς ἑτέρας οἰκονομίας. τέθεικεν οὖν τὸ εὐαγγελίζεσθαι τέλος μὲν τοῦ πρώτου πράγματος, ἀρχὴν δὲ τοῦ δευτέρου. Ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ. ἐὰν γὰρ τῇ τῶν ἀνθρώπων συνέσει καὶ τῇ παιδεύσει τὸ κήρυγμα ἐπιγράφηται, ἡ δύναμις τοῦ σταυροῦ οὐ δείκνυται. 1 Kor 1,18-20 Ὁ λόγος ὁ τοῦ σταυροῦ. οὐ τὸ ῥῆμα λέγει οὐδὲ τὴν προφοράν, ἀλλὰ τὴν δύναμιν· τὸ μὲν γὰρ ἔργον ἀσθενὲς εἶναι φαίνεται, ἡ δὲ αἰτία ζητουμένη μέγα μυστήριον δείκνυται. Τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν. ἐπειδὴ τὸ Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία εἰς τὸν θεοῦ λόγον λαμβάνειν τινὲς βούλονται, ἐντεῦθεν παρατηρητέον ὅτι δύναμιν θεοῦ λέγει τοῦ σταυροῦ τὸν λόγον. Γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν. εἰ καὶ ἀξιόπιστος καθ' ἑαυτὸν διδάσκων ὁ ἀπόστολος-Χριστὸν γὰρ εἶχεν ἐν ἑαυτῷ λαλοῦντα-ἀλλ' οὖν κέχρηται καὶ τῇ μαρτυρίᾳ τῆς παλαιᾶς διαθήκης, ἰσχυροτέραν τὴν πληροφορίαν ἐργαζόμενος τῶν μαθητῶν. χρησάμενος δὲ τῇ μαρτυρίᾳ τῇ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, λοιπὸν ὡς ἐφ' ὡμολογημένοις ἐπεξέρχεται λέγων· ποῦ σοφός; ποῦ γραμματεύς; σοφὸςἙλλήνων, γραμματεὺς δὲ τῶνἸουδαίων. 1 Kor 1,21 ∆ύο σοφιῶν μέμνηται· μίας τῆς ἐν τοῖς δημιουργήμασι θεωρουμένης ἁρμονίας, ἑτέρας δὲ σοφίας καθ' ἣν λογικοὶ ὄντες οἱ ἄνθρωποι συνετοὶ τυγχάνοντες. ἐπειδὴ τοίνυν, φησί, διὰ τῆς προσούσης ἡμῖν συνέσεως οὐκ ἔγνωμεν τὸν θεόν, οὔτε διὰ τῆς ἐν τοῖς δημιουργήμασι θεωρουμένης σοφίας, εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. μέγα ἐστὶν ὃ λέγει, οὐ δεικνυόμενον τοῖς ἁπλῶς παρατρέχουσιν· τὸ γὰρ δυνατὸν τοῦ θεοῦ καὶ πάνσοφον δείκνυσιν οὕτως. τὸ μέγεθος καὶ τὸ κάλλος τοῦ κόσμου, φησίν, ἀμέτρητον ὂν καὶ ἀνέφικτον, οὐκ ἔπεισεν ὑμᾶς ἐπιγνῶναι 229 τὸν θεόν, ἀλλ' ἀφέντες τὸν ποιήσαντα προσεκυνήσατε τούτοις δι' ὧν ἐχρῆν ἐπιγνῶναι τὸν ποιητὴν αὐτῶν. δεικνὺς ὑμῖν ὁ θεὸς τῆς ἑαυτοῦ