Fragmenta in epistulam i ad Corinthios (in catenis)

 οὗ ἐπ' αὐτῷ λεγόμενον.Ὅτε εἰς αὐτὸν τὸν ἀγῶνα ἀπήντησεν ὥστε πεῖσαι μὴ ἀπ' ἀνθρώπων ὀνομάζεσθαι αὐτούς, ἀπ' αὐτῆς τῆς ἀρχῆς τῶν ἀγώνων τοῦ ὀνόματος Ἰη

 δυνάμεως τὴν ὑπερβολήν, οὓς οὐκ ἔπεισε κτίσις ἀλλὰ καὶ ἔπληξε, διὰ τῆς ὁμολογουμένης ἀσθενείας τοῦ σταυροῦ κόσμον ἐφώτισεν. 1 Kor 1,22-25 ∆εικνὺς γὰρ

 αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν. εἰ τοίνυν ἐξ αὐτοῦ, πῶς καυχησώμεθα ἐν ἰδίοις πλεονεκτήμασιν; τὸ δὲ ἐν ΧριστῷἸησοῦ, ὃς ἐγεν

 παράκλητος οὐκ ἔστιν μέρος τοῦ θεοῦ, ὡς μέρος δὲ τῆς κτίσεως ὁ διάβολος κατὰ τὸ γεγενῆσθαι. τὸ δὲ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ θεοῦ. 1 Kor 2,11-13 Οὐχ ἵνα δ

 ἡδονῶν δοῦλον. οὕτως οὖν ὁ ψυχικὸς οὐ δύναται δεκτικὸς εἶναι τῆς ἀληθείας, ἀλλ' οὕτως κεκάκωται τὴν ψυχὴν ὡς μωρίαν ἡγεῖσθαι τὴν οἰκονομίαν τοῦ θεοῦ κ

 τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, γενέσθω μωρός. διὰ τί οὖν φθείρει τὸν ναὸν ὁ θαρσῶν τῇ ἔξωθεν σοφίᾳ; εἰ θεοῦ ναὸς εἶ, ἐκεῖνον ὀφείλει

 τὰ πρόσωπα τῶν ἀπαιτούντων τιμᾶσθαι καὶ ἀπ' αὐτῶν ὀνομάζεσθαι τοὺς μαθητάς, ἵνα τύπον καὶ ἀκολουθίαν ἀφ' ἡμῶν λάβητε μετρίως προσφέρεσθαι τοῖς διδασκά

 δι' ὧν φησιν καὶ ἐλέγχει ἰσχυρῶς, καὶ μαρτυρεῖ αὐτὸς ἐπιτηδειότητα πρὸς ἐπανόρθωσιν τῷ τὴν παρουσίαν ἑαυτοῦ ἀπειλεῖν· ὡς γὰρ εἰ φανείη ταπεινουμένων,

 ἐκείνῳ, οὐ τῇ ἀτοπίᾳ τοῦ πταίσματος προσέχοντες, ἀλλ' ὑπὸ τῆς ἐλλογιμότητος αὐτοῦ φυσιούμενοι.Ἐκαυχῶντο γὰρ ἐπ' αὐτῷ, οὐ τῷ πταίσματι αὐτοῦ προσέχοντε

 ἀλλήλων. 1 Kor 6,11 Μίαν τὴν ἐνέργειαν τῆς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος εἶπεν ἐν τοῖς δικαίοις, τὸ ἓν τῆς οὐσίας διδάσκων. 1 Kor 6,

 ἐμόλυνεν. ταῦτα δὲ λέγει, ἐπειδή τινες καταφρονήτως ἐπόρνευον, μικρόν τι πταῖσμα ἢ οὐδὲ 249,ξολ2 πταῖσμα ἡγούμενοι τὴν πορνείαν, μηδὲ Μωϋσέως ἐν τῇ δε

 ὡς ἐλεύθερος ὁρᾶται καὶ παρ' αὐτῷ ἠλευθέρωται. τοῦτο γὰρ δηλοῖ τὸ ἀπελεύθερος κυρίου ἐστίν, τοῦτ' ἔστι παρ' αὐτοῦ ἠλευθέρωται τοῦ κυρίου, καὶ ὁ κληθεὶ

 παρθενία· οὐ παρὰ τὴν κοίτην ἢ τὴν ἀποχὴν τῆς κοίτης, ἀλλὰ παρὰ τὸ τὸν γάμον γέμειν φροντίδων τὸ κατὰ θεὸν ἀσχολεῖν εἰς τὴν εὐσέβειαν τὸν νοῦν. Θέλω ὑ

 πλήττεται. καὶ ἡ σὴ γνῶσις τὸν ἀσθενοῦντα βλάπτει· πολλοὶ γὰρ καὶ τῶν πεπιστευκότων οὔπω νενοήκασιν ὅτι οὐκ ἔστιν εἰδωλόθυτον, οὗτοι βλάπτονται ἐκ τοῦ

 στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. Τοῦτο οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ διορθούμενος τοὺς ἕνεκεν τοῦ 258 γαστρίζεσθαι φιλοσοφεῖν προσποιουμένους, ὅτι τὸ εἰδω

 ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ θεός. Εἰ ἀσεβῶς ἐκλαμβάνοι τις, κατὰ τὸν τῆς θεότητος λόγον, εἰ δὲ εὐσεβῶς, κατὰ τὸν τῆς οἰκονομίας· οὐ γὰρ περὶ τοῦ γεγενῆσ

 τὰ εἴδωλα ἀνήγεσθε δείκνυσι διαφορὰν προφητείας καὶ μαντείας μεγίστην. ἐν μὲν γὰρ τοῖς εἰδώλοις οὐ νήφουσιν οἱ κάτοχοι τῷ ἀκαθάρτῳ πνεύματι, ἀλλ' ἀνάγ

 τοῦ εὐσεβοῦς. ὁδὸν οὖν λέγει τὴν ἀγάπην τὴν ἄγουσαν ἡμᾶς ἐπὶ τὴν τῶν κρειττόνων ἀπόλαυσιν· τί γὰρ ἀνώτερον τοῦ χαρίσματος τῆς ἀγάπης τῆς πάντα πληρούσ

 ἀγάπης πληροῦται ὁ νόμος. 1 Kor 14,1-5 Ἐὰν γὰρ μὴ διερμηνεύῃ, μόνον δὲ λαλῇ γλώσσῃ καὶ τὴν δύναμιν μὴ σαφανίζῃ ὡς οὐκ ἔχων τοῦτο τὸ τῆς διερμηνείας χά

 ὅτε κατῆλθεν ἐπὶ τοὺς ἀποστόλους τὸ πνεῦμα, καὶ ἐλάλουν γλώσσαις καὶ ἐχλεύαζον Ἰουδαῖοι. ∆ηλονότι ὠφελοῦσιν αἱ γλῶσσαι, ὅταν ὁ ἀκούων γνῶ ὅτι ὁ λαλῶν

 ἐκείνων μὴ διωξάντων ἀλλὰ πιστευσάντων ἐγὼ ἐδίωξα. Κατὰ πρόγνωσιν θεοῦ διώκτης ὢν ἔτυχε τοσαύτης χάριτος, διὸ καὶ πλείω τῶν ἄλλων ἐκοπίασεν. 1 Kor 15,

 πιστοὺς λέγει ἀλλὰ πάντας, ὅτι πάντες εἰσὶ Χριστοῦ. ἐν δὲ τῇ παρουσίᾳ αὐτοῦ ἔσται πάντων ἡ ἀνάστασις, ὅτε καὶ τὸ τέλος, τὸ καταβαπτισθῆναι καὶ τὸν θάν

 οὐρανοῦ καὶ τοὺς ἐπουρανίους, μὴ συγχωρεῖν ἀνειληφέναι σῶμα, ἐπειδὴ οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οὕτως οὐδαμόθεν ἵσταται τοῦτο νοούμενον

πλήττεται. καὶ ἡ σὴ γνῶσις τὸν ἀσθενοῦντα βλάπτει· πολλοὶ γὰρ καὶ τῶν πεπιστευκότων οὔπω νενοήκασιν ὅτι οὐκ ἔστιν εἰδωλόθυτον, οὗτοι βλάπτονται ἐκ τοῦ ἐσθίοντος πιστοῦ. καὶ τὸ μὲν κατορθούμενον ἐκ τοῦ ἐσθίειν οὐ μέγα, τὸ δὲ βλάπτον τοὺς ἀσθενεστέρους βαρύ. 1 Kor 8,13-9,1 Οὐ λέγω ἵνα μὴ φάγω εἰδωλόθυτον, ἀλλ' οὐδὲ κρέας, ἐὰν ἐπὶ τούτῳ σκανδαλίζηται ὁ ἀδελφός, ὅτι οὔτε ἐν οἷς ἔσχεν ἐξουσίαν, οἷον ἐν τῷ γραφῆναι παρ' αὐτῶν, ἠνέσχετό τινα βαρῆσαι. διὰ πολλῶν δὲ τοῦτο κατασκευάζει, καὶ πρῶτον τοῦ ἰδίου ἀξιώματος μέμνηται, ἵνα δείξῃ τὰς αἰτίας ὅτι εὐλόγως ἐλάμβανεν, εἰ δ' ἂν ἐβούλετο λαβεῖν, ὥσπερ καὶ τοῖς ἄλλοις ἐξ ὧν λαβεῖν ἔλαβον. κἀγώ, φησίν, ἀπόστολός εἰμι καὶ ἐξουσίαν ἐμαυτοῦ ἔχω καὶ οὐχ ὑπό τινα εἰμὶ τὸν ἀναγκάζοντά με καὶ κωλύοντα λαβεῖν· εἰ γὰρ καὶ ἔχουσιν οἱ ἄλλοι ἀπόστολοι πλείω τι παρ' ἐμὲ τὸ μετὰ Χριστοῦ γενέσθαι, ἀλλ' οὐδὲ τούτου ἐστέρημαι. 1 Kor 9,2 Πρὸς τοὺς διερωτῶντάς με εἰ εἰμὶ ἀπόστολος, αὕτη μοί ἐστιν ἀπολογία, ἡ ὑμετέρα σφραγὶς καὶ διδασκαλία. Οὐκ ἐγὼ διατάττω ὡς ἀπόστολος; οὐκ ἐγὼ νομοθετῶ ταῖς ἐκκλησίαις; μὴ ὑφ' ἑτέροις εἰμὶ διδασκάλοις; ἔχω γοῦν ἐξουσίαν, ἀλλ' οὐ καταχρῶμαι αὐτῇ, ἵνα μὴ σκανδαλίσω ἐπ' ἐμοί τινας ὀλιγοπίστους. 256 1 Kor 9,3Ἡ βεβαίωσις καὶ ἡ ἀπόδειξις. 1 Kor 9,4 ∆είκνυσιν ὅτι τοῖς ὑπηρετουμένοις εἴτε θυσιαστηρίοις εἴτε εὐαγγελίοις ἐκ τούτων διαζῆν νενομοθέτηται. 1 Kor 9,5 Γυναῖκα εἰπὼν καὶ προσθεὶς ἀδελφήν, τὸ πρέπον καὶ σῶφρον καὶ καθαρὸν τῆς συνεκδημούσης ἐδήλωσεν, εἴτε σύζυγος ἦν εἴτε οὔ, δηλονότι ὅτι καὶ Πέτρῳ καὶ ἄλλοις συνεξεδήμησαν γυναῖκες τῆς διδασκαλίας αὐτῶν ὀρεγόμεναι. οὐ διαβάλλων δὲ ταῦτά φησιν-μὴ γένοιτο-ἀλλὰ τῆς αὐτοῦ περὶ τὸν βίον ἀκριβείας τὴν ὑπερβολὴν δεικνύει, δυσωπῶν τοὺς Korινθίους μὴ ἀπαραφυλάκτως ζῆν, ἵνα μὴ ἑτέροις γίνωνται σκάνδαλον. 1 Kor 9,6Ἢ μόνοις ἡμῖν ἀπηγόρευται πράττειν ταῦτα ἅπερ καὶ ἑτέροις; ἐνέθηκε δὲ ὡς συνεργὸν τὸν Βαρνάβαν, ἵνα μὴ δόξῃ μεγαφρονεῖν ὡς μόνος κατορθῶν. 1 Kor 9,8 Μὴ ἐμὰ ῥήματα λέγω. οὐχὶ καὶ ὁ νόμος δὲ ταῦτα λέγει; 1 Kor 9,15 Οὐ διὰ ταῦτο δὲ ἔγραψα, φησίν, ἵνα τι παρ' ὑμῶν ἀπενέγκωμαι, μὴ γένοιτο. 1 Kor 9,19 Οὐδὲν μέγα, εἰ εἰδωλόθυτον ἀπόσχῃ διὰ τὸν ἀδελφόν σου· κἀγὼ γὰρ ἐδούλωσα ἐμαυτὸν οἷς οὐχ ὑπόκειμαι, ἵνα ὠφελήσω πολλούς. 1 Kor 9, Ἰουδαίους λέγει τοὺς φύσει ὄντας ἐκ τοῦ γένους τοῦἸσραηλιτικοῦ, ὑπὸ νόμον δὲ τοὺς μὴ ὄντας τοῦ γένους αὐτῶν, τῷ δὲ νόμῳ τῶνἸουδαίων χρωμένους καὶ γεγονότας προσηλύτους. 257 1 Kor 9,21 Ἀνόμους λέγει τοὺςἝλληνας τοὺς μὴ ὄντας ὑπὸ τὸν Μωϋσέως νόμον. οὐκ εἶπεν δὲ τοῖςἝλλησιν ἐγενόμην ὡςἝλλην, ἐπειδὴ οὔτε ὑποκρίνεσθαι τὸνἙλληνισμὸν ἠνέχετο. ἀνόμους οὖν λέγει τοὺς ἀπ' ἐθνῶν ἐπιστέψαντας. 1 Kor 9,22Ἔδοξα τοῖς ἀπὸἙλλήνων μὴ εἶναι ὑπὸ νόμον καὶ ἔφερον τὴν ὑπόληψιν, ἵνα ῥύσωμαι αὐτοὺς τῶνἸουδαϊκῶν. πᾶσιν οὖν ἐνεδίδου τὸ κατ' ἀρχὴν συνυπάγων ἑαυτόν, ἵνα συνενεχθεὶς αὐτοῖς ὀλίγα πρὸς ἑαυτὸν αὐτοὺς ἐπισπάσηται· οὐ γὰρ τοῖς ἐν μηδενὶ συμφωνοῦσι συντίθενται ποσῶς οἱ ἄνθρωποι, ἀλλὰ τοῖς ἐκ μέρους αὐτοῖς συντιθεμένοις. 1 Kor 9,23Ἐπειδὴ καὶ τῷ εὐαγγελίῳ δοκεῖ μὴ κεχρῆσθαι νόμῳ, ἐμιμησάμην αὐτοῦ τὴν οἰκονομίαν, ὅπερ ἐκεῖνο βούλεται οἰκονομῶν, ἵνα κατ' αὐτὸ τοῦτο αὐτῷ κοινωνήσω.Ἐπειδὴ καὶ τῷ εὐαγγελικῷ δοκεῖ χρῆσθαι νόμῳ, ἐμιμησάμην αὐτοῦ τὴν οἰκονομίαν· ὅπερ γὰρ ἐκεῖνο εἶπεν, τοῦτο οἰκονομῶ. 1 Kor 9,24 Οὐ τοῦτο λέγει ὅτι εἷς ἐξ ἡμῶν πάντων προκρίνεται-ἢ γὰρ ἂν καὶ ἀπέγνωσαν ἑαυτῶν οἱ ἄνθρωποι εἰς τὸ δυσκατόρθωτον ἀποβλέποντες-ἀλλὰ δηλονότι ἡ εἰκὼν πρὸς τὰ εἰρημένα αὐτῷ ἔθνη εἴληπται. πάντες, φησίν, ὡς ἐν σταδίῳ τῷ βίῳ τούτῳ ἀγωνίζονται,Ἰουδαῖοι μὲν κατὰ νόμον,Ἕλληνες δὲ κατὰ πλάνην, εἷς δέ ἐστιν ὁ τῆς ἀληθείας λόγος, ὁ νικῶν καὶ λαμβάνων τὸ βραβεῖον. διὸ τρέχετε ἵνα μὴ σὺν τοῖς ἄλλοις ἀπολειφθῆτε. 1 Kor 9,25 Τί μέγα, φησίν, ἐὰν ἐγκρατεύσησθε σαρκὶ διὰ τὸν ἀδελφόν; πάντα δεῖ ἐγκρατεύεσθαι τὸν ἀγωνιζόμενον, ἀπὸ θυμοῦ, ἀπὸ δόξης καὶ ἀπὸ πάντων τῶν λοιπῶν· ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν