Fragmenta in epistulam i ad Corinthios (in catenis)

 οὗ ἐπ' αὐτῷ λεγόμενον.Ὅτε εἰς αὐτὸν τὸν ἀγῶνα ἀπήντησεν ὥστε πεῖσαι μὴ ἀπ' ἀνθρώπων ὀνομάζεσθαι αὐτούς, ἀπ' αὐτῆς τῆς ἀρχῆς τῶν ἀγώνων τοῦ ὀνόματος Ἰη

 δυνάμεως τὴν ὑπερβολήν, οὓς οὐκ ἔπεισε κτίσις ἀλλὰ καὶ ἔπληξε, διὰ τῆς ὁμολογουμένης ἀσθενείας τοῦ σταυροῦ κόσμον ἐφώτισεν. 1 Kor 1,22-25 ∆εικνὺς γὰρ

 αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν. εἰ τοίνυν ἐξ αὐτοῦ, πῶς καυχησώμεθα ἐν ἰδίοις πλεονεκτήμασιν; τὸ δὲ ἐν ΧριστῷἸησοῦ, ὃς ἐγεν

 παράκλητος οὐκ ἔστιν μέρος τοῦ θεοῦ, ὡς μέρος δὲ τῆς κτίσεως ὁ διάβολος κατὰ τὸ γεγενῆσθαι. τὸ δὲ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ θεοῦ. 1 Kor 2,11-13 Οὐχ ἵνα δ

 ἡδονῶν δοῦλον. οὕτως οὖν ὁ ψυχικὸς οὐ δύναται δεκτικὸς εἶναι τῆς ἀληθείας, ἀλλ' οὕτως κεκάκωται τὴν ψυχὴν ὡς μωρίαν ἡγεῖσθαι τὴν οἰκονομίαν τοῦ θεοῦ κ

 τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, γενέσθω μωρός. διὰ τί οὖν φθείρει τὸν ναὸν ὁ θαρσῶν τῇ ἔξωθεν σοφίᾳ; εἰ θεοῦ ναὸς εἶ, ἐκεῖνον ὀφείλει

 τὰ πρόσωπα τῶν ἀπαιτούντων τιμᾶσθαι καὶ ἀπ' αὐτῶν ὀνομάζεσθαι τοὺς μαθητάς, ἵνα τύπον καὶ ἀκολουθίαν ἀφ' ἡμῶν λάβητε μετρίως προσφέρεσθαι τοῖς διδασκά

 δι' ὧν φησιν καὶ ἐλέγχει ἰσχυρῶς, καὶ μαρτυρεῖ αὐτὸς ἐπιτηδειότητα πρὸς ἐπανόρθωσιν τῷ τὴν παρουσίαν ἑαυτοῦ ἀπειλεῖν· ὡς γὰρ εἰ φανείη ταπεινουμένων,

 ἐκείνῳ, οὐ τῇ ἀτοπίᾳ τοῦ πταίσματος προσέχοντες, ἀλλ' ὑπὸ τῆς ἐλλογιμότητος αὐτοῦ φυσιούμενοι.Ἐκαυχῶντο γὰρ ἐπ' αὐτῷ, οὐ τῷ πταίσματι αὐτοῦ προσέχοντε

 ἀλλήλων. 1 Kor 6,11 Μίαν τὴν ἐνέργειαν τῆς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος εἶπεν ἐν τοῖς δικαίοις, τὸ ἓν τῆς οὐσίας διδάσκων. 1 Kor 6,

 ἐμόλυνεν. ταῦτα δὲ λέγει, ἐπειδή τινες καταφρονήτως ἐπόρνευον, μικρόν τι πταῖσμα ἢ οὐδὲ 249,ξολ2 πταῖσμα ἡγούμενοι τὴν πορνείαν, μηδὲ Μωϋσέως ἐν τῇ δε

 ὡς ἐλεύθερος ὁρᾶται καὶ παρ' αὐτῷ ἠλευθέρωται. τοῦτο γὰρ δηλοῖ τὸ ἀπελεύθερος κυρίου ἐστίν, τοῦτ' ἔστι παρ' αὐτοῦ ἠλευθέρωται τοῦ κυρίου, καὶ ὁ κληθεὶ

 παρθενία· οὐ παρὰ τὴν κοίτην ἢ τὴν ἀποχὴν τῆς κοίτης, ἀλλὰ παρὰ τὸ τὸν γάμον γέμειν φροντίδων τὸ κατὰ θεὸν ἀσχολεῖν εἰς τὴν εὐσέβειαν τὸν νοῦν. Θέλω ὑ

 πλήττεται. καὶ ἡ σὴ γνῶσις τὸν ἀσθενοῦντα βλάπτει· πολλοὶ γὰρ καὶ τῶν πεπιστευκότων οὔπω νενοήκασιν ὅτι οὐκ ἔστιν εἰδωλόθυτον, οὗτοι βλάπτονται ἐκ τοῦ

 στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. Τοῦτο οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ διορθούμενος τοὺς ἕνεκεν τοῦ 258 γαστρίζεσθαι φιλοσοφεῖν προσποιουμένους, ὅτι τὸ εἰδω

 ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ θεός. Εἰ ἀσεβῶς ἐκλαμβάνοι τις, κατὰ τὸν τῆς θεότητος λόγον, εἰ δὲ εὐσεβῶς, κατὰ τὸν τῆς οἰκονομίας· οὐ γὰρ περὶ τοῦ γεγενῆσ

 τὰ εἴδωλα ἀνήγεσθε δείκνυσι διαφορὰν προφητείας καὶ μαντείας μεγίστην. ἐν μὲν γὰρ τοῖς εἰδώλοις οὐ νήφουσιν οἱ κάτοχοι τῷ ἀκαθάρτῳ πνεύματι, ἀλλ' ἀνάγ

 τοῦ εὐσεβοῦς. ὁδὸν οὖν λέγει τὴν ἀγάπην τὴν ἄγουσαν ἡμᾶς ἐπὶ τὴν τῶν κρειττόνων ἀπόλαυσιν· τί γὰρ ἀνώτερον τοῦ χαρίσματος τῆς ἀγάπης τῆς πάντα πληρούσ

 ἀγάπης πληροῦται ὁ νόμος. 1 Kor 14,1-5 Ἐὰν γὰρ μὴ διερμηνεύῃ, μόνον δὲ λαλῇ γλώσσῃ καὶ τὴν δύναμιν μὴ σαφανίζῃ ὡς οὐκ ἔχων τοῦτο τὸ τῆς διερμηνείας χά

 ὅτε κατῆλθεν ἐπὶ τοὺς ἀποστόλους τὸ πνεῦμα, καὶ ἐλάλουν γλώσσαις καὶ ἐχλεύαζον Ἰουδαῖοι. ∆ηλονότι ὠφελοῦσιν αἱ γλῶσσαι, ὅταν ὁ ἀκούων γνῶ ὅτι ὁ λαλῶν

 ἐκείνων μὴ διωξάντων ἀλλὰ πιστευσάντων ἐγὼ ἐδίωξα. Κατὰ πρόγνωσιν θεοῦ διώκτης ὢν ἔτυχε τοσαύτης χάριτος, διὸ καὶ πλείω τῶν ἄλλων ἐκοπίασεν. 1 Kor 15,

 πιστοὺς λέγει ἀλλὰ πάντας, ὅτι πάντες εἰσὶ Χριστοῦ. ἐν δὲ τῇ παρουσίᾳ αὐτοῦ ἔσται πάντων ἡ ἀνάστασις, ὅτε καὶ τὸ τέλος, τὸ καταβαπτισθῆναι καὶ τὸν θάν

 οὐρανοῦ καὶ τοὺς ἐπουρανίους, μὴ συγχωρεῖν ἀνειληφέναι σῶμα, ἐπειδὴ οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οὕτως οὐδαμόθεν ἵσταται τοῦτο νοούμενον

ὡς ἐλεύθερος ὁρᾶται καὶ παρ' αὐτῷ ἠλευθέρωται. τοῦτο γὰρ δηλοῖ τὸ ἀπελεύθερος κυρίου ἐστίν, τοῦτ' ἔστι παρ' αὐτοῦ ἠλευθέρωται τοῦ κυρίου, καὶ ὁ κληθεὶς ἐλεύθερος εἰς τὴν πίστιν οὐδὲν πλέον ἕξει τοῦ δούλου, ἀλλ' ὁμοίως ἐκείνῳ δοῦλός ἐστιν Χριστοῦ.Ἀντὶ τοῦ μὴ διὰ τὰς χρείας δουλοπρεπῶς καὶ ἀνελευθέρως διάγετε θεραπεύοντες ἀνθρώπους, τὸν δὲ ἀληθῆ δεσπότην καταλιμπάνετε, οὗ τῷ αἵματι ἠγοράσθητε. Οὐκ οἶδεν ἡ χάρις δουλείας καὶ δεσποτείας διαφοράν. μὴ φύγῃς τοίνυν ὡς ἀναξίαν τῆς πίστεως τὴν δουλείαν· οὐδενὸς γὰρ ἔλαττον ἔχεις τῶν ἐν πίστει διὰ τοῦτο. εἰ δέ σοι καὶ τοῦ τυχεῖν τῆς ἐλευθερίας εἴη δυνατόν, φροντὶς ἔστω σοι μᾶλλον ὅπως ἂν εἰς δέον χρήσασθαι δυνηθῇς πλείονα, ὡς ἐν ἐλευθερίᾳ τοῦ κακοῦ τὴν ἐπιμέλειαν ποιησάμενος. καὶ δεικνὺς ὅτι οὔτε ὁ ἐλεύθερος παρὰ Χριστῷ ἔχει πλέον διὰ τοῦτο, οὔτε μὴν ὁ δοῦλος ἐλαττοῦται, τούτου γε ἕνεκεν ἐπάγει· ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν· ὁμοίως ὁ ἐλευθερὸς κληθεὶς δοῦλός ἐστιν Χριστοῦ. 1 Kor 7,25-26 Πῶς ἐν ἑτέροις λέγων· εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, νῦν λέγει· ἐπιταγὴν κυρίου οὐκ ἔχω; τίς δ' ἂν δέξαιτο, εἴπερ λέγει ἃ μὴ ὁ κύριος αὐτῷ ἐπέταξεν; ἀλλὰ δῆλον ὡς οὐ τοῦτο λέγει ὅτι οὐκ ἐπιταγὴν περὶ παρθενίας διδάξαι, ἀλλ' ὅτι οὐκ ἔλαβεν παρὰ θεοῦ τὸ ἐπιτάξαι ὑμῖν παρθενεύειν, ἀλλὰ μᾶλλον 252 γνώμην δοῦναι καὶ συμβουλεῦσαι ὡς καλὸν ἡ παρθενία καὶ χρήσιμον. διὸ καὶ ὡς συμβουλεύων φησὶ νομίζω καὶ καλὸν ὀνομάζει, καὶ τὴν αἵρεσιν τοῦ αἱρήσασθαι αὐτὴν ἐπὶ τοῖς ἀκούουσι τίθεται. ἀρέσκον δὲ τὸ πρᾶγμα θεῷ ὡς καὶ ὁ κύριος εἶπεν ὅτι εὐνούχισαν ἑαυτούς τινες διὰ τὴν βασιλείαν, εὐνουχισμὸν τὴν παρθενίαν καλῶν διὰ τὸ ἀνενέργητον. ἐπιταγὴν οὖν λέγει μὴ ἔχειν, ἀλλὰ τῇ γνώμῃ συνεχώρησε λέγων· ὁ δυνάμενος χωρεῖν χωρείτω. εἶτα εἰπὼν ἑαυτὸν πιστόν, ἐμφαίνει ὅτι καὶ πιστὰ λέγει καὶ ἄξια ἐπιτάγματος. τὸ δὲ νομίζω οὐ διστάζων λέγει ὅτι καλὸν ἡ παρθενία, ἀλλ' ἀσφαλιζόμενος μὴ ἐπίταγμα νομισθῇ. 1 Kor 7,28Ἔδειξεν ὅτι τὴν παρθενίαν εἰσάγει οὐ κατηγορίαν γάμου, ἀλλ' ὅτι διὰ φειδῶ τῶν ἁγίων εἰσηγεῖται τὴν παρθενίαν, ὡς τὴν σάρκα ὠδίνων καὶ καμάτων πληροῦντος τοῦ γάμου.Ἔδειξεν ὅτι τὴν παρθενίαν εἰσάγει οὐ κατηγορίαν γάμου, ἀλλὰ τῶν βιωτικῶν φροντίζων ἀπαλλαγήν. εἶτα εἰπὼν ἐγὼ δὲ ὑμῶν φείδομαι, φειδῶ τῶν ἁγίων εἰσηγεῖται τὴν παρθενίαν, οὐ κατηγορίαν γάμου. 1 Kor 7,29- 31Ἄλλην αἰτίαν λέγει δι' ἣν προτιμᾷ τὴν παρθενίαν, πανταχοῦ δεικνὺς ὅτι κατηγορεῖ γάμου τὴν ἁγιωσύνην προτιμῶν· ὅτι πρὸς τῷ τέλει ὁ κόσμος, καὶ δεῖ εἰδέναι ὅτι ἃ ἔχομεν οὐκ ἔχομεν-ἀφίεμεν γὰρ αὐτά-ἵνα καὶ οἱ ἔχοντες ὡς μὴ ἔχοντες. εἰ καλόν ἐστι τοῖς ἔχουσιν οὕτως ἔχειν ὡς μὴ ἔχουσιν, πῶς οὐ μᾶλλον τῇ παρθένῳ μηδὲ προσελθεῖν γάμῳ; καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι· τὴν ἄμετρον ἀπόλαυσιν ἐκβάλλει διὰ τούτου, τὴν μέντοι χρείαν καταλιμπάνει. τὸ παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου δείκνυσιν ὅτι οὐχ ὁ κόσμος παρέρχεται, ἀλλὰ τὸ σχῆμα τοῦ παρόντος βίου μετα253 βάλλεται, ἡ φθορὰ εἰς ἀφθαρσίαν, αἱ πόλεις, τὰ τείχη, οἱ νόμοι, αἱ γεωργίαι, αἱ τέχναι· ταῦτα γὰρ ὥσπερ μορφή τις ἐπίκειται τῷ βίῳ τούτῳ ἥτις λαμβάνει μεταβολήν. 252,ξολ2 ∆ιὰ τούτου τὸ ὀλιγοχρόνιον τῶν ἀνθρώπων δηλοῖ, ἵνα εἰς μετάνοιαν χωρήσωσιν ὡς φθάσαντες τοῦ βίου τὸ τέλος τῶν προσκαίρων καταφρονήσαντες. εἰ δὲ καλόν ἐστι τοῖς ἔχουσιν οὕτως ἔχειν ὡς μὴ ἔχουσιν, πῶς οὐ βέλτιον ἡ παρθενία; Τοῦτ' ἔστι μήτε τὰ λυπηρὰ τοῦ βίου τούτου ὑμᾶς καταβαλλέτω, μήτε τὰ δοκοῦντα χαρᾶς ἄξια ὑπερευφραινέτω· πάντα γὰρ τὰ ἐνταῦθα πρόσκαιρα καὶ οὐχ ἑστηκότα. Σχῆμα καὶ μορφή τις ὥσπερ τοῦ κόσμου πολιτεῖαι, νόμοι, γεωρ253,ξολ2 γίαι, τέχναι, ἐμπορεῖαι, ὧν περισσὴ ἡ χρεία τῆς φθορᾶς μεταβληθείσης εἰς ἀφθαρσίαν· δείκνυσιν οὖν ὅτι οὐχ ὁ κόσμος παρέρχεται, ἀλλὰ τὸ παρὸν σχῆμα τοῦ κόσμου. 1 Kor 7,32Ἔδειξε διὰ τί εἶπε τὸ ἐγὼ δὲ ὑμῶν φείδομαι· ἵνα μὴ ἐν τοῖς μὴ μένουσι κενώσητε τὰς φροντίδας. καὶ τὰ ἑξῆς τοῦτο μᾶλλον δείκνυσιν.Ἀπέδωκε τὴν αἰτίαν δι' ἣν τοῦ γάμου προτιμοτέρα ἡ