Fragmenta in epistulam i ad Corinthios (in catenis)

 οὗ ἐπ' αὐτῷ λεγόμενον.Ὅτε εἰς αὐτὸν τὸν ἀγῶνα ἀπήντησεν ὥστε πεῖσαι μὴ ἀπ' ἀνθρώπων ὀνομάζεσθαι αὐτούς, ἀπ' αὐτῆς τῆς ἀρχῆς τῶν ἀγώνων τοῦ ὀνόματος Ἰη

 δυνάμεως τὴν ὑπερβολήν, οὓς οὐκ ἔπεισε κτίσις ἀλλὰ καὶ ἔπληξε, διὰ τῆς ὁμολογουμένης ἀσθενείας τοῦ σταυροῦ κόσμον ἐφώτισεν. 1 Kor 1,22-25 ∆εικνὺς γὰρ

 αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν. εἰ τοίνυν ἐξ αὐτοῦ, πῶς καυχησώμεθα ἐν ἰδίοις πλεονεκτήμασιν; τὸ δὲ ἐν ΧριστῷἸησοῦ, ὃς ἐγεν

 παράκλητος οὐκ ἔστιν μέρος τοῦ θεοῦ, ὡς μέρος δὲ τῆς κτίσεως ὁ διάβολος κατὰ τὸ γεγενῆσθαι. τὸ δὲ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ θεοῦ. 1 Kor 2,11-13 Οὐχ ἵνα δ

 ἡδονῶν δοῦλον. οὕτως οὖν ὁ ψυχικὸς οὐ δύναται δεκτικὸς εἶναι τῆς ἀληθείας, ἀλλ' οὕτως κεκάκωται τὴν ψυχὴν ὡς μωρίαν ἡγεῖσθαι τὴν οἰκονομίαν τοῦ θεοῦ κ

 τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, γενέσθω μωρός. διὰ τί οὖν φθείρει τὸν ναὸν ὁ θαρσῶν τῇ ἔξωθεν σοφίᾳ; εἰ θεοῦ ναὸς εἶ, ἐκεῖνον ὀφείλει

 τὰ πρόσωπα τῶν ἀπαιτούντων τιμᾶσθαι καὶ ἀπ' αὐτῶν ὀνομάζεσθαι τοὺς μαθητάς, ἵνα τύπον καὶ ἀκολουθίαν ἀφ' ἡμῶν λάβητε μετρίως προσφέρεσθαι τοῖς διδασκά

 δι' ὧν φησιν καὶ ἐλέγχει ἰσχυρῶς, καὶ μαρτυρεῖ αὐτὸς ἐπιτηδειότητα πρὸς ἐπανόρθωσιν τῷ τὴν παρουσίαν ἑαυτοῦ ἀπειλεῖν· ὡς γὰρ εἰ φανείη ταπεινουμένων,

 ἐκείνῳ, οὐ τῇ ἀτοπίᾳ τοῦ πταίσματος προσέχοντες, ἀλλ' ὑπὸ τῆς ἐλλογιμότητος αὐτοῦ φυσιούμενοι.Ἐκαυχῶντο γὰρ ἐπ' αὐτῷ, οὐ τῷ πταίσματι αὐτοῦ προσέχοντε

 ἀλλήλων. 1 Kor 6,11 Μίαν τὴν ἐνέργειαν τῆς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος εἶπεν ἐν τοῖς δικαίοις, τὸ ἓν τῆς οὐσίας διδάσκων. 1 Kor 6,

 ἐμόλυνεν. ταῦτα δὲ λέγει, ἐπειδή τινες καταφρονήτως ἐπόρνευον, μικρόν τι πταῖσμα ἢ οὐδὲ 249,ξολ2 πταῖσμα ἡγούμενοι τὴν πορνείαν, μηδὲ Μωϋσέως ἐν τῇ δε

 ὡς ἐλεύθερος ὁρᾶται καὶ παρ' αὐτῷ ἠλευθέρωται. τοῦτο γὰρ δηλοῖ τὸ ἀπελεύθερος κυρίου ἐστίν, τοῦτ' ἔστι παρ' αὐτοῦ ἠλευθέρωται τοῦ κυρίου, καὶ ὁ κληθεὶ

 παρθενία· οὐ παρὰ τὴν κοίτην ἢ τὴν ἀποχὴν τῆς κοίτης, ἀλλὰ παρὰ τὸ τὸν γάμον γέμειν φροντίδων τὸ κατὰ θεὸν ἀσχολεῖν εἰς τὴν εὐσέβειαν τὸν νοῦν. Θέλω ὑ

 πλήττεται. καὶ ἡ σὴ γνῶσις τὸν ἀσθενοῦντα βλάπτει· πολλοὶ γὰρ καὶ τῶν πεπιστευκότων οὔπω νενοήκασιν ὅτι οὐκ ἔστιν εἰδωλόθυτον, οὗτοι βλάπτονται ἐκ τοῦ

 στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. Τοῦτο οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ διορθούμενος τοὺς ἕνεκεν τοῦ 258 γαστρίζεσθαι φιλοσοφεῖν προσποιουμένους, ὅτι τὸ εἰδω

 ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ θεός. Εἰ ἀσεβῶς ἐκλαμβάνοι τις, κατὰ τὸν τῆς θεότητος λόγον, εἰ δὲ εὐσεβῶς, κατὰ τὸν τῆς οἰκονομίας· οὐ γὰρ περὶ τοῦ γεγενῆσ

 τὰ εἴδωλα ἀνήγεσθε δείκνυσι διαφορὰν προφητείας καὶ μαντείας μεγίστην. ἐν μὲν γὰρ τοῖς εἰδώλοις οὐ νήφουσιν οἱ κάτοχοι τῷ ἀκαθάρτῳ πνεύματι, ἀλλ' ἀνάγ

 τοῦ εὐσεβοῦς. ὁδὸν οὖν λέγει τὴν ἀγάπην τὴν ἄγουσαν ἡμᾶς ἐπὶ τὴν τῶν κρειττόνων ἀπόλαυσιν· τί γὰρ ἀνώτερον τοῦ χαρίσματος τῆς ἀγάπης τῆς πάντα πληρούσ

 ἀγάπης πληροῦται ὁ νόμος. 1 Kor 14,1-5 Ἐὰν γὰρ μὴ διερμηνεύῃ, μόνον δὲ λαλῇ γλώσσῃ καὶ τὴν δύναμιν μὴ σαφανίζῃ ὡς οὐκ ἔχων τοῦτο τὸ τῆς διερμηνείας χά

 ὅτε κατῆλθεν ἐπὶ τοὺς ἀποστόλους τὸ πνεῦμα, καὶ ἐλάλουν γλώσσαις καὶ ἐχλεύαζον Ἰουδαῖοι. ∆ηλονότι ὠφελοῦσιν αἱ γλῶσσαι, ὅταν ὁ ἀκούων γνῶ ὅτι ὁ λαλῶν

 ἐκείνων μὴ διωξάντων ἀλλὰ πιστευσάντων ἐγὼ ἐδίωξα. Κατὰ πρόγνωσιν θεοῦ διώκτης ὢν ἔτυχε τοσαύτης χάριτος, διὸ καὶ πλείω τῶν ἄλλων ἐκοπίασεν. 1 Kor 15,

 πιστοὺς λέγει ἀλλὰ πάντας, ὅτι πάντες εἰσὶ Χριστοῦ. ἐν δὲ τῇ παρουσίᾳ αὐτοῦ ἔσται πάντων ἡ ἀνάστασις, ὅτε καὶ τὸ τέλος, τὸ καταβαπτισθῆναι καὶ τὸν θάν

 οὐρανοῦ καὶ τοὺς ἐπουρανίους, μὴ συγχωρεῖν ἀνειληφέναι σῶμα, ἐπειδὴ οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οὕτως οὐδαμόθεν ἵσταται τοῦτο νοούμενον

ἀγάπης πληροῦται ὁ νόμος. 1 Kor 14,1-5 Ἐὰν γὰρ μὴ διερμηνεύῃ, μόνον δὲ λαλῇ γλώσσῃ καὶ τὴν δύναμιν μὴ σαφανίζῃ ὡς οὐκ ἔχων τοῦτο τὸ τῆς διερμηνείας χάρισμα, μυστήρια μὲν λαλεῖ-τὸ γὰρ πνεῦμα χορηγοῦν τὰς γλώσσας δηλονότι-καὶ μυστήρια φθέγγεται διὰ τῶν γλωσσῶν, οὐκ οἰκοδομεῖ δὲ τὴν ἐκκλησίαν οὐκ ἐπισταμένην ἃ λέγει. ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, ἐπιστάμενος ὅτι ἃ μὴ ἤδη ἐφθέγγετο ἐνόει· πνεύματος ἁγίου ἦν χάρις ἐν αὐτῷ καὶ ᾠκοδομεῖτο. Ὥσπερ ὁ γλώσσαις λαλῶν καὶ διερμηνεύοι, οὐκ ἔλαττόν ἐστι τοῦ προφήτου. Ζηλοῦτε, φησί, πλείω τῶν ἄλλων χαρισμάτων τὴν προφητείαν. τοῦτο δὲ εἶπεν· πρὸς γὰρ τὴν πολιτείαν ἑκάστου ἐδίδοτο τὰ χαρίσματα, καὶ ἐν αὐτοῖς ἦν ὃ ἤθελον ζηλῶσαι καὶ λαβεῖν. ὅταν δὲ λαλῶσί τινες γλώσσαις, οὐδεὶς ἀκούων νοεῖ. ἀλλ' ὅμως εἰ καὶ τὰ λαλούμενα ἄδηλα ἀνθρώποις, ἀλλ' ὁ ἐν πνεύματι λαλῶν λαλεῖ μυστήρια-τὸ γὰρ πνεῦμα χορηγοῦν γλώσσαις μυστήρια φθέγγεται-, ὁ δὲ προφητεύων ὠφελεῖ τοὺς ἀκούοντας· κατάδηλα γὰρ αὐτοῖς λαλεῖ. Μείζων ἡ χάρις, ἐὰν ὁ λαλῶν γλώσσαις καὶ τὸ διερμηνεύειν λάβῃ· ἴσως γὰρ ὅτι ἀμφοτέρων οὐκ ἐτύγχανεν. Ὥσπερ ὁ γλώσσαις λαλῶν καὶ διερμηνεύει, οὐκ ἔλαττόν ἐστι τοῦ προφήτου. 1 Kor 14,6 Τί ὑμᾶς ὠφελήσω, φησίν, ἐὰν μὴ δύνωμαι ὑμῖν λαλεῖν ἢ περὶ ὧν ἀπεκαλύφθη μοι παρὰ θεοῦ, ἢ περὶ ὧν αὐτὸς ἔγνων καὶ κατέλαβον, ἢ περὶ ὧν παρὰ προφήταις κατενόησα, ἢ περὶ ὧν ὑμῖν συμβουλεύειν ἔγνωκα ἢ διδάσκειν; ἐὰν περὶ τούτων λαλῶ, ὑμεῖς δὲ μὴ συνίετε, τί ὑμᾶς ὠφελήσω; 268 1 Kor 14,7 Σκοπεῖτε γάρ, φησίν, ὅτι καὶ ἐν τοῖς ἀψύχοις αὐλῷ καὶ κιθάρᾳ ἐὰν μὴ διαστέλλωνται οἱ φθόγγοι, συγχεῖται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον. 1 Kor 14,10 Οὐδὲν ἄφωνον, δηλονότι γένος ἀνθρώπων. 1 Kor 14,12 Πνευματικὰ λαλεῖ τὰ διάφορα χαρίσματα τοῦ ἁγίου πνεύματος. 1 Kor 14,13-14 Ἐάν, φησί, λαλήσω γλώσσῃ τινὶ ἣν οὐκ οἶδα, μηδὲ εἰδὼς αὐτῆς τὴν δύναμιν, πέπεισμαι μὲν ὅτι νοῦν ἄκαρπον ἔχω οὐκ ἔχοντα τῶν εἰρημένων τὴν δύναμιν. Προσευχέσθω ἵνα διπλῆς χάριτος τύχῃ, καὶ γλώσσαις λαλῇ καὶ ταύτας ἑρμηνεύῃ. τὸ δὲ προσεύχεσθαι γλώσσῃ πνεύματος μὲν ἁγίου ἐστὶν ἐνέργεια, τοῦ δὲ νοῦ ἀκαρπία γίνεται διὰ τὸ μηδένα δύνασθαι νοεῖν τὰ λεγόμενα ἢ ὠφελεῖσθαι. διό, φησίν, τοῦτο ποιητέον μοι, σαφηνίζειν τὰ διὰ τοῦ πνεύματος χορηγούμενά μοι πρὸς οἰκοδομὴν τῶν ἀκουόντων, ἵνα μὴ ὁ νοῦς ἄκαρπος ᾖ οὐκ ἔχων τῶν ῥημάτων τὴν δύναμιν. 1 Kor 14,16 ∆ιὰ τὸ μηδένα δύνασθαι ὠφελεῖσθαι ἢ συνιέναι τὰ λεγόμενα, ἐὰν εὐχαριστῶ γλώττῃ, οὐκ ἀποδίδωσί σοι ὁ ἀκροατὴς τὸ ἀμήν. ἰδιώτην δὲ λέγει ὥσπερ τὸν ἀστράτευτον τὸν μηδέπω βαπτισθέντα. 1 Kor 14,19 Τῇ σαφηνείᾳ τοῦ νοῦ καὶ τῇ συνήθει γλώττῃ. 1 Kor 14, Τέλειοι γίνεσθαι σπουδάζετε, νοεῖν τὰς γραφάς. 269 1 Kor 14,21-23 Ἐπισημήνασθαι χρὴ ὅτι ἀπαιτούμενοι Ἰουδαῖοι, ὅπου ὁ θεὸς ἐν πολλαῖς αὐταῖς ἐλάλησε γλώσσαις κἀκεῖνοι ἠπείθησαν, οὐκ ἔχουσι δεῖξαι· ἡμεῖς δὲ δείκνυμεν ὅτι, ὅτε ἦλθε. τὸ πνεῦμα τὸ ἅγιον καὶ ἐμέρισεν γλώσσαις, οἱ Ἰουδαῖοι ἀπειθοῦντες ἔλεγον· γλεύκους μεμεστωμένοι εἰσίν. ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν. ὥστε οἰκοδομοῦσιν αἱ γλῶσσαι, ὅταν μάθῃ ὁ ἀκούων ὅτι ὁ λαλῶν λαλεῖ γλῶσσαν ἣν οὐκ οἶδεν, οὐ μὴν οἰκοδομὴν λαμβάνει τῆς ὠφελείας τῆς πνευματικῆς διδαχῆς διὰ τὸ μὴ νοεῖσθαι μὴ προχωρούσης· ἡ μὲν γὰρ προφητεία μελλόντων, τοῖς δὲ περὶ τούτων λεγομένοις ὁ τυχὼν οὐ πιστεύει ἀλλ' ὁ πιστός. ὁ δὲ ἄπιστος χρείαν ἔχει τοῦ οὐκ εἰδότος τὴν γλῶσσαν ᾗ κέχρηται, καὶ δεικνύντος ὅτι θεοῦ πνεῦμα ἐν αὐτῷ. ὥστε θαῦμα ἦν ἡ γλῶττα, ἡ δὲ προφητεία ἀπὸ τῆς ἐκβάσεως θαῦμα, οὐκ ἐν τῷ λέγεσθαι. διχῶς δὲ λέγεται ἀπιστία ἐν τῇ θείᾳ γραφῇ· καὶ ἡ ἀληθῶς ἀπιστία ἡ τῶν Ἑλλήνων, καὶ ἡ ὀλιγοπιστία ἡ τῶν εὐσεβῶν. Ἄπιστον λέγει τὸν Ἕλληνα, ἰδιώτην δὲ τὸν μήπω βα270 πτισθέντα, τὸν ἀστράτευτον· τότε γὰρ οὐκ ἐλέγοντο κατηχούμενοι ἢ ἀβάπτιστοι. 269,ξολ2 Νόμον λέγει καὶ τὰ τῶν ἄλλων προφητῶν, ἐπειδὴ κατὰ νόμον ἐπολιτεύοντο. τὸ δὲ εἰρημένον τῷ Ἡσαΐᾳ τότε ἀπέβη