Fragmenta in epistulam i ad Corinthios (in catenis)

 οὗ ἐπ' αὐτῷ λεγόμενον.Ὅτε εἰς αὐτὸν τὸν ἀγῶνα ἀπήντησεν ὥστε πεῖσαι μὴ ἀπ' ἀνθρώπων ὀνομάζεσθαι αὐτούς, ἀπ' αὐτῆς τῆς ἀρχῆς τῶν ἀγώνων τοῦ ὀνόματος Ἰη

 δυνάμεως τὴν ὑπερβολήν, οὓς οὐκ ἔπεισε κτίσις ἀλλὰ καὶ ἔπληξε, διὰ τῆς ὁμολογουμένης ἀσθενείας τοῦ σταυροῦ κόσμον ἐφώτισεν. 1 Kor 1,22-25 ∆εικνὺς γὰρ

 αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν. εἰ τοίνυν ἐξ αὐτοῦ, πῶς καυχησώμεθα ἐν ἰδίοις πλεονεκτήμασιν; τὸ δὲ ἐν ΧριστῷἸησοῦ, ὃς ἐγεν

 παράκλητος οὐκ ἔστιν μέρος τοῦ θεοῦ, ὡς μέρος δὲ τῆς κτίσεως ὁ διάβολος κατὰ τὸ γεγενῆσθαι. τὸ δὲ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ θεοῦ. 1 Kor 2,11-13 Οὐχ ἵνα δ

 ἡδονῶν δοῦλον. οὕτως οὖν ὁ ψυχικὸς οὐ δύναται δεκτικὸς εἶναι τῆς ἀληθείας, ἀλλ' οὕτως κεκάκωται τὴν ψυχὴν ὡς μωρίαν ἡγεῖσθαι τὴν οἰκονομίαν τοῦ θεοῦ κ

 τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, γενέσθω μωρός. διὰ τί οὖν φθείρει τὸν ναὸν ὁ θαρσῶν τῇ ἔξωθεν σοφίᾳ; εἰ θεοῦ ναὸς εἶ, ἐκεῖνον ὀφείλει

 τὰ πρόσωπα τῶν ἀπαιτούντων τιμᾶσθαι καὶ ἀπ' αὐτῶν ὀνομάζεσθαι τοὺς μαθητάς, ἵνα τύπον καὶ ἀκολουθίαν ἀφ' ἡμῶν λάβητε μετρίως προσφέρεσθαι τοῖς διδασκά

 δι' ὧν φησιν καὶ ἐλέγχει ἰσχυρῶς, καὶ μαρτυρεῖ αὐτὸς ἐπιτηδειότητα πρὸς ἐπανόρθωσιν τῷ τὴν παρουσίαν ἑαυτοῦ ἀπειλεῖν· ὡς γὰρ εἰ φανείη ταπεινουμένων,

 ἐκείνῳ, οὐ τῇ ἀτοπίᾳ τοῦ πταίσματος προσέχοντες, ἀλλ' ὑπὸ τῆς ἐλλογιμότητος αὐτοῦ φυσιούμενοι.Ἐκαυχῶντο γὰρ ἐπ' αὐτῷ, οὐ τῷ πταίσματι αὐτοῦ προσέχοντε

 ἀλλήλων. 1 Kor 6,11 Μίαν τὴν ἐνέργειαν τῆς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος εἶπεν ἐν τοῖς δικαίοις, τὸ ἓν τῆς οὐσίας διδάσκων. 1 Kor 6,

 ἐμόλυνεν. ταῦτα δὲ λέγει, ἐπειδή τινες καταφρονήτως ἐπόρνευον, μικρόν τι πταῖσμα ἢ οὐδὲ 249,ξολ2 πταῖσμα ἡγούμενοι τὴν πορνείαν, μηδὲ Μωϋσέως ἐν τῇ δε

 ὡς ἐλεύθερος ὁρᾶται καὶ παρ' αὐτῷ ἠλευθέρωται. τοῦτο γὰρ δηλοῖ τὸ ἀπελεύθερος κυρίου ἐστίν, τοῦτ' ἔστι παρ' αὐτοῦ ἠλευθέρωται τοῦ κυρίου, καὶ ὁ κληθεὶ

 παρθενία· οὐ παρὰ τὴν κοίτην ἢ τὴν ἀποχὴν τῆς κοίτης, ἀλλὰ παρὰ τὸ τὸν γάμον γέμειν φροντίδων τὸ κατὰ θεὸν ἀσχολεῖν εἰς τὴν εὐσέβειαν τὸν νοῦν. Θέλω ὑ

 πλήττεται. καὶ ἡ σὴ γνῶσις τὸν ἀσθενοῦντα βλάπτει· πολλοὶ γὰρ καὶ τῶν πεπιστευκότων οὔπω νενοήκασιν ὅτι οὐκ ἔστιν εἰδωλόθυτον, οὗτοι βλάπτονται ἐκ τοῦ

 στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. Τοῦτο οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ διορθούμενος τοὺς ἕνεκεν τοῦ 258 γαστρίζεσθαι φιλοσοφεῖν προσποιουμένους, ὅτι τὸ εἰδω

 ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ θεός. Εἰ ἀσεβῶς ἐκλαμβάνοι τις, κατὰ τὸν τῆς θεότητος λόγον, εἰ δὲ εὐσεβῶς, κατὰ τὸν τῆς οἰκονομίας· οὐ γὰρ περὶ τοῦ γεγενῆσ

 τὰ εἴδωλα ἀνήγεσθε δείκνυσι διαφορὰν προφητείας καὶ μαντείας μεγίστην. ἐν μὲν γὰρ τοῖς εἰδώλοις οὐ νήφουσιν οἱ κάτοχοι τῷ ἀκαθάρτῳ πνεύματι, ἀλλ' ἀνάγ

 τοῦ εὐσεβοῦς. ὁδὸν οὖν λέγει τὴν ἀγάπην τὴν ἄγουσαν ἡμᾶς ἐπὶ τὴν τῶν κρειττόνων ἀπόλαυσιν· τί γὰρ ἀνώτερον τοῦ χαρίσματος τῆς ἀγάπης τῆς πάντα πληρούσ

 ἀγάπης πληροῦται ὁ νόμος. 1 Kor 14,1-5 Ἐὰν γὰρ μὴ διερμηνεύῃ, μόνον δὲ λαλῇ γλώσσῃ καὶ τὴν δύναμιν μὴ σαφανίζῃ ὡς οὐκ ἔχων τοῦτο τὸ τῆς διερμηνείας χά

 ὅτε κατῆλθεν ἐπὶ τοὺς ἀποστόλους τὸ πνεῦμα, καὶ ἐλάλουν γλώσσαις καὶ ἐχλεύαζον Ἰουδαῖοι. ∆ηλονότι ὠφελοῦσιν αἱ γλῶσσαι, ὅταν ὁ ἀκούων γνῶ ὅτι ὁ λαλῶν

 ἐκείνων μὴ διωξάντων ἀλλὰ πιστευσάντων ἐγὼ ἐδίωξα. Κατὰ πρόγνωσιν θεοῦ διώκτης ὢν ἔτυχε τοσαύτης χάριτος, διὸ καὶ πλείω τῶν ἄλλων ἐκοπίασεν. 1 Kor 15,

 πιστοὺς λέγει ἀλλὰ πάντας, ὅτι πάντες εἰσὶ Χριστοῦ. ἐν δὲ τῇ παρουσίᾳ αὐτοῦ ἔσται πάντων ἡ ἀνάστασις, ὅτε καὶ τὸ τέλος, τὸ καταβαπτισθῆναι καὶ τὸν θάν

 οὐρανοῦ καὶ τοὺς ἐπουρανίους, μὴ συγχωρεῖν ἀνειληφέναι σῶμα, ἐπειδὴ οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οὕτως οὐδαμόθεν ἵσταται τοῦτο νοούμενον

οὐρανοῦ καὶ τοὺς ἐπουρανίους, μὴ συγχωρεῖν ἀνειληφέναι σῶμα, ἐπειδὴ οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οὕτως οὐδαμόθεν ἵσταται τοῦτο νοούμενον ἑτέρως ἢ οὕτως· εἶπε τὴν φύσιν, ὅθεν ἐκ γῆς ἐκ ταύτης καὶ οἱ ἐπουράνιοι καὶ οἱ λεγόμενοι χοϊκοί· ἀλλ' οὐκέτι χοϊκοὶ ἑκάτεροι. δεῖ τοίνυν προσέχειν ὅτι ὁ μὲν κύριος ἐξ οὐρανοῦ λέγεται οὐχ οἱ ἐπουράνιοι, οἱ δὲ οὐράνιοι ἀπὸ γῆς οὐχ ὁ ἐξ οὐρανοῦ κύριος. εἰκόνα χοϊκοῦ λέγει τὴν ἀναστροφὴν τὴν χοϊκήν, εἰκόνα ἐπουρανίου τὴν ἐπουράνιον πολιτείαν, ἀντὶ τοῦ ἐμιμησάμεθα τὴν παρακοὴν τοῦ Ἀδάμ, μιμησώμεθα καὶ τοῦ υἱοῦ τοῦ θεοῦ τὴν ὑπακοὴν ὑπακούσαντες. 277 1 Kor 15,50 Κατὰ τῆς ἀναστάσεως τοῦτο ἕλκουσι πολλοὶ τῶν αἱρετικῶν ὑπὸ πολλῆς ἀνοίας· οὐ γὰρ εἶπεν ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀνίσταται, ἀλλὰ βασιλείαν θεοῦ οὐ κληρονομήσει. τῆς βασιλείας τοῦ υἱοῦ τοῦ θεοῦ ἀπέκλεισεν, οὐ τῆς ἀναστάσεως τὴν χάριν. ὃ οὖν λέγει τοιοῦτόν ἐστιν, ὅτι σὰρξ σὰρξ οὖσα οὐ κληρονομεῖ, καὶ αἷμα αἷμα ὂν οὐ κληρονομεῖ· ἕως γὰρ ἡ σὰρξ σάρξ ἐστι, φθαρτή ἐστιν· λοιπὸν δὲ ἐνδυσαμένη ἀφθαρσίαν τῆς σαρκὸς ἀποθεμένη τὴν ἀσθένειαν ἕτερόν τι γίνεται, τοῦτ' ἔστιν ἄφθαρτον. Ἀπέδειξεν ὃ ἔλεγεν πρὸ τούτου· ἀφθαρσίαν γὰρ καλεῖ τὴν βασιλείαν, φθορὰν δὲ τὴν ἐν τῷ αἰῶνι τούτῳ θνητότητα. τὰ οὖν ἐναντία τῶν ἐναντίων οὐ γίνεται κληρονόμα. 1 Kor 15,52 Ἐδήλωσεν ὅτι πολλαί εἰσι σάλπιγγες· ἐσχάτης γὰρ μνημονεύσας καὶ τὰς πρώτας συνέθηκεν. Καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. εἰ ἄφθαρτοι οἱ νεκροί, καὶ αὐτοὶ ἀλλαγήσονται δηλονότι. τίς χρεία καὶ ἡμεῖς ἀλλαγησόμεθα; ἢ πάντως που τὸ μὲν ἄφθαρτον κοινὸν εἶπεν πάντων, τὸ δὲ ἀλλαγησόμεθα τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν αἰνίττεται νῦν· διὸ καὶ ἡμεῖς εἶπε περὶ τῶν δικαίων. Εἰπὼν τοῦτο καὶ δείξας τὸ σῶμα περιέκλεισε τοὺς αἱρετικοὺς τοὺς λέγοντας μὴ εἶναι ἀνάστασιν σαρκὸς ἀλλὰ ψυχῆς· οὗτοι γὰρ καὶ περὶ αὐτὴν τὴν θείαν οἰκονομίαν ἀσεβοῦσιν οἰόμενοι μὴ ἀληθείᾳ ἀλλὰ φαντασίᾳ ἀνειληφέναι τὸν Χριστὸν τὴν σάρκα, ὅπερ ἀνόητον. εἰ γὰρ σάρκα οὐκ εἶχεν, τί τὸ ἀποθανὸν καὶ ταφὲν καὶ ἀναστάν; εἰ δὲ φαντασίᾳ ταῦτα, οὐκοῦν καὶ ἡμεῖς φαντασίᾳ ἀποθνῄσκομεν. τὸ μὲν οὖν ἄφθαρτον κοινὸν τῶν ἐγερθησομένων, τὸ δὲ ἀλλαγῆναι μόνον ἴδιον τῶν ἁγίων, ὅπερ τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν ἐμφαίνει. τὸ δὲ ἡμεῖς περιττόν, εἰ μή που βούλεται σημᾶναι περὶ τῶν ἁγίων, ἀντὶ τοῦ οἱ περὶ ἡμᾶς δίκαιοι, ὡς καὶ ἀλλαχοῦ εἰπὼν ὅτι ἡμεῖς οἱ ζῶντες, τοὺς περὶ αὐτὸν ἁγίους ἐσήμανεν. 1 Kor 16,1 Λογία λέγεται ἡ κατὰ συλλογὴν γενομένη συνεισφορὰ εἰς παραμυθίαν πενήτων.