ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ, ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΠΡΩΤΗΣ ΕΠΙΣΤΟΛΗΣ. Ἡ Κόρινθός ἐστι μ

 ΟΜΙΛΙΑ Αʹ. Παῦλος κλητὸς ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφὸς, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χ

 ΟΜΙΛΙΑ Βʹ. Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν, ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ: ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ. αʹ. Ὃ το

 ΟΜΙΛΙΑ Γʹ. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα. ἦτε δὲ κατ

 ΟΜΙΛΙΑ Δʹ. Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμέ νοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν δύ ναμις Θεοῦ ἐστι. Γέγραπται γάρ: Ἀπολῶ τὴν σοφίαν τῶ

 ΟΜΙΛΙΑ Εʹ. Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς: ἀλλὰ τὰ μωρὰ τοῦ κό σμου ἐξελέ

 ΟΜΙΛΙΑ Ϛʹ. Κἀγὼ, ἀδελφοὶ, ἐλθὼν πρὸς ὑμᾶς, ἦλθον οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας, καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. Οὐ γὰρ ἔκρινα τοῦ εἰ δέναι τ

 ΟΜΙΛΙΑ Ζʹ. Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις: σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων: ἀλλὰ λαλοῦμεν Θ

 ΟΜΙΛΙΑ Ηʹ. Κἀγὼ, ἀδελφοὶ, οὐκ ἡδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. Γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶ μα: οὔπω γ

 ΟΜΙΛΙΑ Θʹ. Εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυ σὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην: ἑκάστου τὸ ἔργον φανερὸν γενήσε ται. Ἡ

 ΟΜΙΛΙΑ Ιʹ. Μηδεὶς ἑαυτὸν ἐξαπατάτω. Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. Ἡ γὰρ σοφία τοῦ κόσμου τού του μωρία

 ΟΜΙΛΙΑ ΙΑʹ. Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνα κριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας: ἀλλ' οὐδὲ ἐμαυτὸν ἀνακρίνω (οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα: ἀλλ' ο

 ΟΜΙΛΙΑ ΙΒʹ. Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι' ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε, τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν. αʹ. Ἕως μὲν αὐτῷ τῶν

 ΟΜΙΛΙΑ ΙΓʹ. Ἡμεῖς μωροὶ διὰ Χριστὸν (ἀναγκαῖον γὰρ ἐντεῦ θεν πάλιν τὸν λόγον ἀναλαβεῖν), ὑμεῖς δὲ φρό νιμοι ἐν Χριστῷ: ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυρο

 ΟΜΙΛΙΑ ΙΔʹ. Διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστί μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ Ἰη σοῦ. αʹ.

 ΟΜΙΛΙΑ ΙΕʹ. Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζε ται, ὥστε γυναῖκα τινὰ τοῦ πατρὸς ἔχειν. Καὶ ὑμεῖς π

 ΟΜΙΛΙΑ ΙϚʹ. Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυ σθαι πόρνοις: καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰ δωλολάτ

 ΟΜΙΛΙΑ ΙΖʹ. Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει: πάντα μοι ἔξεστιν, ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθή σομαι ὑπό τινος. αʹ. Τοὺς λαιμάργους ἐνταῦθα αἰνίττε

 ΟΜΙΛΙΑ ΙΗʹ. Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη τοῦ Χρι στοῦ εἰσιν ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω πόρνης μέλη Μὴ γένοιτο. αʹ. Ἀπὸ τοῦ πεπορνευκ

 ΟΜΙΛΙΑ ΙΘʹ. Περὶ δὲ ὧν ἐγράψατέ μοι: καλὸν ἀνθρώπῳ γυναι κὸς μὴ ἅπτεσθαι: διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄ

 ΟΜΙΛΙΑ Κʹ. Περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. αʹ. Ἀναγκαῖον πρῶτον εἰπεῖν τί βούλεται αὐ

 ΟΜΙΛΙΑ ΚΑʹ. Οὐκ εἰμὶ ἀπόστολος οὐκ εἰμὶ ἐλεύθερος οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ αʹ. Ἐπειδὴ εἶπεν,

 ΟΜΙΛΙΑ ΚΒʹ. Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι, ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν οἱ τῷ θυσιαστηρίῳ προσ εδρεύοντες, τῷ θυσιαστηρίῳ συμμερίζονται Οὕτω καὶ ὁ

 ΟΜΙΛΙΑ ΚΓʹ. Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον αʹ. Δείξας ὅτι πολὺ χρήσιμον τὸ συγκαταβαίνειν,

 ΟΜΙΛΙΑ ΚΔʹ. Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος. Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆ ναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ σὺν τῷ πειρασμῷ ποιήσε

 ΟΜΙΛΙΑ ΚΕʹ. Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. αʹ. Εἰπὼν ὅτι ἀδύνατον ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δα

 ΟΜΙΛΙΑ ΚϚʹ. Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε. αʹ. Ἀπαρτίσας τὸν περὶ τῶν εἰδωλοθύτων λόγο

 ΟΜΙΛΙΑ ΚΖʹ. Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ' εἰς τὸ ἧττον συνέρχεσθε. αʹ. Ἀναγκαῖον καὶ τοῦ παρόντος ἐγκλήματος πρότερον

 ΟΜΙΛΙΑ ΚΗʹ. Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πι νέτω. αʹ. Τί βούλεται ταῦτα τὰ ῥήματα, ἑτέρας ὑποθέσε

 ΟΜΙΛΙΑ ΚΘʹ. Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοὶ, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμε νοι. αʹ. Τ

 ΟΜΙΛΙΑ Λʹ. Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα, ἕν ἐστι σῶμα: οὕτω καὶ ὁ Χριστός. αʹ. Παραμυθησά

 ΟΜΙΛΙΑ ΛΑʹ. Οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω: ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ὑμῶν οὐκ ἔχω. αʹ. Καταστείλας τῶν ἐλαττόν

 ΟΜΙΛΙΑ ΛΒʹ. Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέ ρους. αʹ. Ἵνα γὰρ μή τις λέγῃ, Τί πρὸς ἡμᾶς τοῦ σώματος τὸ ὑπόδειγμα ἐκεῖνο μὲν γὰρ φύσει δουλ

 ΟΜΙΛΙΑ ΛΓʹ. Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται. αʹ. Ἐπειδὴ γὰρ ἀπεφήνατο, ὅτι καὶ πίστεως καὶ γνώσεως καὶ προφητ

 ΟΜΙΛΙΑ ΛΔʹ. Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθή σεται. αʹ. Δείξας τῆς ἀγάπης τὴν ὑπεροχὴν ἐκ τοῦ καὶ τὰ

 ΟΜΙΛΙΑ ΛΕʹ. Διώκετε τὴν ἀγάπην: ζηλοῦτε δὲ τὰ πνευματικὰ, μᾶλλον δὲ ἵνα προφητεύητε. αʹ. Ἐπειδὴ γὰρ μετὰ ἀκριβείας τὴν ἀρετὴν αὐτοῖς κατέλεξεν ἅπασαν

 ΟΜΙΛΙΑ ΛϚʹ. Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γί νεσθε. αʹ. Εἰκότως μετὰ τὴν πολλὴν κατασκευὴν κα

 ΟΜΙΛΙΑ ΛΖʹ. Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτω σαν. Οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ' ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέ γει. αʹ. Περικό

 ΟΜΙΛΙΑ ΛΗʹ. Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον, ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελι

 ΟΜΙΛΙΑ ΛΘʹ. Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν, καὶ οὕτως ἐπιστεύσατε. αʹ. Ἐπάρας τοὺς ἀποστόλους καὶ καθελὼν ἑαυτὸν, εἶτα πάλιν ὑπὲρ ἐκείνου

 ΟΜΙΛΙΑ Μʹ. Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν, εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν αʹ. Ἑτέρῳ πάλιν ἐπιχ

 ΟΜΙΛΙΑ ΜΑʹ. Ἀλλ' ἐρεῖ τις, Πῶς ἐγείρονται οἱ νεκροί ποίῳ δὲ σώματι ἔρχονται Ἄφρον, σὺ ὃ σπείρεις, οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ. αʹ. Ἥμερος ὢν σφόδ

 ΟΜΙΛΙΑ ΜΒʹ. Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. αʹ. Ἐπειδὴ ψυχικὸν εἶπε πρῶτον καὶ πνευματικὸν δεύτερον, πάλιν ἄ

 ΟΜΙΛΙΑ ΜΓʹ. Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, καθὼς διέταξα ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε. αʹ. Ἀπαρτίσας τὸν περὶ τῶν δο

 ΟΜΙΛΙΑ ΜΔʹ. Ἐὰν δὲ ἔλθῃ Τιμόθεος πρὸς ὑμᾶς, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς. αʹ. Τάχα τις ἡγεῖται ἀνάξιον εἶναι τῆς ἀνδρείας τῆς Τιμοθέου τὴν παρ

Homily I.

1 Cor. i. 1–3

Paul, called to be an Apostle of Jesus Christ, through the will of God, and Sosthenes our brother, unto the Church of God which is at Corinth, even them that are sanctified in Christ Jesus, called to be Saints, with all that call upon the name of our Lord Jesus Christ in every place, their Lord and ours: Grace unto you and peace from God our Father and the Lord Jesus Christ.

[1.] See how immediately, from the very beginning, he casts down their pride, and dashes to the ground all their fond imagination, in that he speaks of himself as “called.” For what I have learnt, saith he, I discovered not myself, nor acquired by my own wisdom, but while I was persecuting and laying waste the Church I was called. Now here of Him that calleth is everything: of him that is called, nothing, (so to speak,) but only to obey.

“Of Jesus Christ.” Your teacher is Christ; and do you register the names of men, as patrons of your doctrine?

“Through the will of God.” For it was God who willed that you should be saved in this way. We ourselves have wrought no good thing, but by the will of God we have attained to this salvation; and because it seemed good to him, we were called, not because we were worthy.

“And Sosthenes our brother.” Another instance of his modesty; he puts in the same rank with himself one inferior to Apollos; for great was the interval between Paul and Sosthenes. Now if where the interval was so wide he stations with himself one far beneath him, what can they have to say who despise their equals?

“Unto the Church of God.” Not “of this or of that man,” but of God.

“Which is at Corinth.” Seest thou how at each word he puts down their swelling pride; training their thoughts in every way for heaven? He calls it, too, the Church “of God;” shewing that it ought to be united. For if it be “of God,” it is united, and it is one, not in Corinth only, but also in all the world: for the Church’s name (ἐκκλησία: properly an assembly) is not a name of separation, but of unity and concord.

“To the sanctified in Christ Jesus.” Again the name of Jesus; the names of men he findeth no place for. But what is Sanctification? The Laver, the Purification. For he reminds them of their own uncleanness, from which he had freed them; and so persuades them to lowliness of mind; for not by their own good deeds, but by the loving-kindness of God, had they been sanctified.

“Called to be Saints.” For even this, to be saved by faith, is not saith he, of yourselves; for ye did not first draw near, but were called; so that not even this small matter is yours altogether. However, though you had drawn near, accountable as you are for innumerable wickednesses, not even so would the grace be yours, but God’s. Hence also, writing to the Ephesians, he said, (Eph. ii. 8) “By grace have ye been saved through faith, and this not of yourselves;” not even the faith is yours altogether; for ye were not first with your belief, but obeyed a call.

“With all who call upon the Name of our Lord Jesus Christ.” Not “of this or that man,” but “the Name of the Lord.”

[2.] “In every place, both theirs and ours.” For although the letter be written to the Corinthians only, yet he makes mention of all the faithful that are in all the earth; showing that the Church throughout the world must be one, however separate in divers places; and much more, that in Corinth. And though the place separate, the Lord binds them together, being common to all. Wherefore also uniting them he adds, “both theirs and ours.” And this is far more powerful [to unite], than the other [to separate]. For as men in one place, having many and contrary masters, become distracted, and their one place helps them not to be of one mind, their masters giving orders at variance with each other, and drawing each their own way, according to what Christ says, (St. Matt. vi. 24) “Ye cannot serve God and Mammon;” so those in different places, if they have not different lords but one only, are not by the places injured in respect of unanimity, the One Lord binding them together. “I say not then, (so he speaks,) that with Corinthians only, you being Corinthians ought to be of one mind, but with all that are in the whole world, inasmuch as you have a common Master.” This is also why he hath a second time added “our;” for since he had said, “the Name of Jesus Christ our Lord,” lest he should appear to the inconsiderate to be making a distinction, he subjoins again, “both our Lord and theirs.”

[3.] That my meaning may be clearer, I will read it according to its sense thus: “Paul and Sosthenes to the Church of God which is in Corinth and to all who call upon the Name of Him who is both our Lord and theirs in every place, whether in Rome or wheresoever else they may be: grace unto you and peace from God our Father and the Lord Jesus Christ.”

Or again thus; which I also believe to be rather more correct: “Paul and Sosthenes to those that are at Corinth, who have been sanctified, called to be Saints, together with all who call upon the Name of our Lord Jesus Christ in place, both theirs and ours;” that is to say, “grace unto you, and peace unto you, who are at Corinth, who have been sanctified and called;” not to you alone, but “with all who in every place call upon the Name of Jesus Christ, our Lord and theirs.”

Now if our peace be of grace, why hast thou high thoughts? Why art Thou so puffed up, being saved by grace? And if thou hast peace with God, why wish to assign thyself to others? since this is what separation comes to. For what if you be at “peace” with this man, and with the other even find “grace?” My prayer is that both these may be yours from God; both from Him I say, and towards Him. For neither do they abide (μένει, Savile in marg.) secure except they enjoy the influence from above; nor unless God be their object will they aught avail you: for it profiteth us nothing, though we be peaceful towards all men, if we be at war with God; even as it is no harm to us, although by all men we are held as enemies, if with God we are at peace. And again it is no gain to us, if all men approve, and the Lord be offended; neither is there any danger, though all shun and hate us, if with God we have acceptance and love. For that which is verily grace, and verily peace, cometh of God, since he who finds grace in God’s sight, though he suffer ten thousand horrors, feareth no one; I say not only, no man, but not even the devil himself; but he that hath offended God suspects all men, though he seem to be in security. For human nature is unstable, and not friends only and brethren, but fathers also, before now, have been altogether changed and often for a little thing he whom they begat, the branch of their planting, hath been to them, more than all foes, an object of persecution. Children, too, have cast off their fathers. Thus, if ye will mark it, David was in favor with God, Absalom was in favor with men. What was the end of each, and which of them gained most honor, ye know. Abraham was in favor with God, Pharaoh with men; for to gratify him they gave up the just man’s wife. (See St. Chrys. on Gen. xii. 17.) Which then of the two was the more illustrious, and the happy man? every one knows. And why speak I of righteous men; The Israelites were in favor with God, but they were hated by men, the Egyptians; but nevertheless they prevailed against their haters and vanquished them, with how great triumph, is well known to you all.

For this, therefore, let all of us labor earnestly; whether one be a slave, let him pray for this, that he may find grace with God rather than with his master; or a wife, let her seek grace from God her Saviour rather than from her husband; or a soldier, in preference to his king and commander let him seek that favor which cometh from above. For thus among men also wilt thou be an object of love.

[4.] But how shall a man find grace with God?  How else, except by lowliness of mind? “For God, “saith one, (St. Jas. iv. 6.) “resisteth the proud, but giveth grace unto the humble; and, (Ps. li. 17. τεταπεινωμένην.) the sacrifice of God is a broken spirit, and a heart that is brought low God will not despise.” For if with men humility is so lovely, much more with God. Thus both they of the Gentiles found grace and the Jews no other way fell from grace; (Rom. x. 13.) “for they were not subject unto the righteousness of God.” The lowly man of whom I am speaking, is pleasing and delightful to all men, and dwells in continual peace, and hath in him no ground for contentions. For though you insult him, though you abuse him, whatsoever you say, he will be silent and will bear it meekly, and will have so great peace towards all men as one cannot even describe. Yea, and with God also. For the commandments of God are to be at peace with men: and thus our whole life is made prosperous, through peace one with another. For no man can injure God: His nature is imperishable, and above all suffering. Nothing makes the Christian so admirable as lowliness of mind. Hear, for instance, Abraham saying, (Gen. xviii. 27.) “But I am but dust and ashes;” and again, God [saying] of Moses, that (Numb. xii. 3.) “he was the meekest of all men.” For nothing was ever more humble than he; who, being leader of so great a people, and having overwhelmed in the sea the king and the host of all the Egyptians, as if they had been flies; and having wrought so many wonders both in Egypt and by the Red Sea and in the wilderness, and received such high testimony, yet felt exactly as if he had been an ordinary person, and as a son-in-law was humbler than his father-in-law, (Exodus xviii. 24) and took advice from him, and was not indignant, nor did he say, “What is this? After such and so great achievements, art thou come to us with thy counsel?” This is what most people feel; though a man bring the best advice, despising it, because of the lowliness of the person. But not so did he: rather through lowliness of mind he wrought all things well. Hence also he despised the courts of kings, (Heb. xi. 24–26.) since he was lowly indeed:  for the sound mind and the high spirit are the fruit of humility. For of how great nobleness and magnanimity, thinkest thou, was it a token, to despise the kingly palace and table? since kings among the Egyptians are honored as gods, and enjoy wealth and treasures inexhaustible. But nevertheless, letting go all these and throwing away the very sceptres of Egypt, he hastened to join himself unto captives, and men worn down with toil, whose strength was spent in the clay and the making of bricks, men whom his own slaves abhorred, (for, saith he (ἐβδελύσσοντο, Sept. Ex. i. 2.) “The Egyptians abhorred them;”) unto these he ran and preferred them before their masters. From whence it is plain, that whoso is lowly, the same is high and great of soul. For pride cometh from an ordinary mind and an ignoble spirit, but moderation, from greatness of mind and a lofty soul.

[5.] And if you please, let us try each by examples. For tell me, what was there ever more exalted than Abraham? And yet it was he that said, “I am but dust and ashes;” it was he who said, (Gen. xiii. 8) “Let there be no strife between me and thee.” But this man, so humble, (Gen. xiv. 21–24.) despised (“Persian,” i.e. perhaps, “of Elam.”) Persian spoils, and regarded not Barbaric trophies; and this he did of much highmindedness, and of a spirit nobly nurtured. For he is indeed exalted who is truly humble; (not the flatterer nor the dissembler;) for true greatness is one thing, and arrogance another. And this is plain from hence; if one man esteem clay to be clay, and despise it, and another admire the clay as gold, and account it a great thing; which, I ask, is the man of exalted mind? Is it not he who refuses to admire the clay? And which, abject and mean? Is it not he who admires it, and set much store by it? Just so do thou esteem of this case also; that he who calls himself but dust and ashes is exalted, although he say it out of humility; but that he who does not consider himself dust and ashes, but treats himself lovingly and has high thoughts, this man for his part must be counted mean, esteeming little things to be great. Whence it is clear that out of great loftiness of thought the patriarch spoke that saying, “I am but dust and ashes;” from loftiness of thought, not from arrogance.

For as in bodies it is one thing to be healthy and plump, (σφριγῶντα, firm and elastic.) and another thing to be swoln, although both indicate a full habit of flesh, (but in this case of unsound, in that of healthful flesh;) so also here: it is one thing to be arrogant, which is, as it were, to be swoln, and another thing to be high-souled, which is to be in a healthy state. And again, one man is tall from the stature of his person; another, being short, by adding buskins6    ἐμβάδας, a leathern shoe coming half way up the leg, with high heels of cork; used especially by tragic actors to elevate their size. Æschylus, says Horace, improving tragedy, “docuit magnumque loqui, nitique cothurno.” A. P. 280. becomes taller; now tell me, which of the two should we call tall and large? Is it not quite plain, him whose height is from himself? For the other has it as something not his own; and stepping upon things low in themselves, turns out a tall person. Such is the case with many men who mount themselves up on wealth and glory; which is not exaltation, for he is exalted who wants none of these things, but despises them, and has his greatness from himself. Let us therefore become humble that we may become exalted; (St. Luke xiv. 11) “For he that humbleth himself shall be exalted.” Now the self-willed man is not such as this; rather he is of all characters the most ordinary. For the bubble, too, is inflated, but the inflation is not sound; wherefore we call these persons “puffed up.” Whereas the sober-minded man has no high thoughts, not even in high fortunes, knowing his own low estate; but the vulgar even in his trifling concerns indulges a proud fancy.

[6.] Let us then acquire that height which comes by humility. Let us look into the nature of human things, that we may kindle with the longing desire of the things to come; for in no other way is it possible to become humble, except by the love of what is divine and the contempt of what is present. For just as a man on the point of obtaining a kingdom, if instead of that purple robe one offer him some trivial compliment, will count it to be nothing; so shall we also laugh to scorn all things present, if we desire that other sort of honor. Do ye not see the children, when in their play they make a band of soldiers, and heralds precede them and lictors, and a boy marches in the midst in the general’s place, how childish it all is? Just such are all human affairs; yea and more worthless than these: to-day they are, and to-morrow they are not. Let us therefore be above these things; and let us not only not desire them, but even be ashamed if any one hold them forth to us. For thus, casting out the love of these things, we shall possess that other love which is divine, and shall enjoy immortal glory. Which may God grant us all to obtain, through the grace and loving-kindness of our Lord Jesus Christ; with whom be to the Father, together with the holy and good Spirit, the glory and the power for ever and ever. Amen.

ΟΜΙΛΙΑ Αʹ. Παῦλος κλητὸς ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφὸς, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν: χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. αʹ. Ὅρα πῶς εὐθέως ἐκ προοιμίων τὸν τῦφον κατέβαλε, καὶ χαμαὶ ἔῤῥιψε πᾶσαν αὐτῶν τὴν οἴησιν, κλητὸν ἑαυτὸν εἰπών. Οὐ γὰρ αὐτὸς εὗρον, φησὶν, ὅπερ ἔμαθον, οὐδὲ οἰκείᾳ κατέλαβον σοφίᾳ, ἀλλὰ διώκων καὶ πορθῶν τὴν Ἐκκλησίαν, ἐκλήθην. Ἐνταῦθα δὲ τοῦ μὲν καλοῦντος τὸ πᾶν: τοῦ δὲ κληθέντος οὐδὲν, ὡς εἰπεῖν, γίνεται, ἢ τὸ ὑπακοῦσαι μόνον. Χριστοῦ Ἰησοῦ. Ὁ διδάσκαλος ὑμῶν Χριστός: καὶ ὑμεῖς ἀνθρώπους ἐπιγράφεσθε τῆς διδασκαλίας προστάτας: Διὰ θελήματος Θεοῦ. Ὁ γὰρ Θεὸς τοῦτο ἠθέλησε τὸ οὕτως ὑμᾶς σωθῆναι. Οὐδὲν γὰρ ἡμεῖς κατωρθώσαμεν, ἀλλὰ διὰ τοῦ θελήματος τοῦ Θεοῦ τὴν σωτηρίαν εὑράμεθα: καὶ ἐπειδὴ αὐτῷ ἔδοξεν, ἐκλήθημεν, οὐκ ἐπειδὴ ἄξιοι ἦμεν. Πάλιν μετριάζει, συντάττων ἑαυτῷ τὸν ἐλάττονα πολλῷ: καὶ γὰρ πολὺ τὸ μέσον ἦν Παύλου καὶ Σωσθένους. Εἰ δὲ, ἔνθα τοσοῦτον ἦν τὸ μέσον, συνέταξεν ἑαυτῷ τὸν καταδεέστερον, τί ἂν ἔχοιεν εἰπεῖν ἐκεῖνοι οἱ τοὺς ὁμοτίμους ὑπερορῶντες; Τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Οὐ τοῦδε καὶ τοῦδε, ἀλλὰ τοῦ Θεοῦ. Τῇ οὔσῃ ἐν Κορίνθῳ. Ὁρᾷς πῶς καθ' ἑκάστην λέξιν κατέβαλεν αὐτῶν τὸ φύσημα, τὴν διάνοιαν ἐθίζων διὰ πάντων πρὸς τὸν οὐρανόν; Ἐκκλησίαν δὲ Θεοῦ καλεῖ, δεικνὺς ὅτι ἡνῶσθαι αὐτὴν χρή. Εἰ γὰρ Θεοῦ ἐστιν, ἥνωται, καὶ μία ἐστὶν, οὐκ ἐν Κορίνθῳ μόνον, ἀλλὰ καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ. Τὸ γὰρ τῆς Ἐκκλησίας ὄνομα οὐ χωρισμοῦ, ἀλλὰ ἑνώσεώς ἐστι καὶ συμφωνίας ὄνομα. Ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ. Πάλιν τοῦ Ἰησοῦ τὸ ὄνομα. οὐδαμοῦ ἀνθρώπων τίθησι. Τί δέ ἐστιν ὁ ἁγιασμός; Τὸ λουτρὸν, ὁ καθαρισμός. Ἀναμιμνήσκει γὰρ αὐτοὺς τῆς οἰκείας ἀκαθαρσίας, ἧς ἀπήλλαξε, καὶ πείθει μικρὰ φρονεῖν: οὐ γὰρ ἐν τοῖς οἰκείοις κατορθώμασιν, ἀλλ' ἐν τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ ἡγιάσθησαν. Κλητοῖς ἁγίοις. Καὶ γὰρ τοῦτο αὐτὸ τὸ πίστει σωθῆναι, φησὶν, οὐκ ἐξ ὑμῶν: οὐ γὰρ προσήλθετε πρῶτοι, ἀλλ' ἐκλήθητε. Ὥστε οὐδὲ τὸ μικρὸν τοῦτο, ὑμέτερον ὅλον. Καίτοι εἰ καὶ προσήλθετε, μυρίων ὄντες ὑπεύθυνοι κακῶν, οὐδὲ οὕτως ὑμῖν χάρις, ἀλλὰ τῷ Θεῷ. Διὰ τοῦτο καὶ Ἐφεσίοις γράφων ἔλεγε: Χάριτί ἐστε σεσωσμένοι διὰ πίστεως, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν. Οὐδὲ ἡ πίστις ὑμῶν ὁλόκληρος: οὐ γὰρ ὑμεῖς ἐπιστεύσατε προλαβόντες, ἀλλὰ κληθέντες ὑπηκούσατε. Σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὐ τοῦ δεῖνος καὶ τοῦ δεῖνος, ἀλλὰ Τὸ ὄνομα τοῦ Κυρίου. Ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν. Εἰ γὰρ καὶ πρὸς Κορινθίους τὰ γράμματά ἐστι γεγραμμένα μόνον, ἀλλὰ καὶ πάντων τῶν ἐν πάσῃ τῇ γῇ μέμνηται πιστῶν, δεικνὺς ὅτι τὴν ἐπὶ τῆς οἰκουμένης μίαν δεῖ εἶναι Ἐκκλησίαν, καίτοι τόποις πολλοῖς κεχωρισμένην, καὶ πολλῷ μᾶλλον τὴν ἐν Κορίνθῳ. Εἰ δὲ ὁ τόπος χωρίζει, ἀλλ' ὁ Κύριος αὐτοὺς συνάπτει κοινὸς ὤν: διὸ καὶ ἑνῶν αὐτοὺς ἐπήγαγε τὸ, Ἡμῶν τε καὶ αὐτῶν. Πολὺ δὲ τοῦτο ἐκείνου κυριώτερον. Ὥσπερ γὰρ οἱ ἐν ἑνὶ τόπῳ ὄντες, ὅταν πολλοὺς ἔχωσιν ἐναντίους δεσπότας, διεσπασμένοι εἰσὶ, καὶ οὐδὲν ἀπὸ τοῦ τόπου εἰς ὁμόνοιαν ὠφελοῦνται, διάφορα τῶν δεσποτῶν ἐπιταττόντων, καὶ πρὸς ἑαυτοὺς ἑλκόντων (Οὐ δύνασθε γὰρ, φησὶ, Θεῷ δουλεύειν καὶ μαμμωνᾷ): οὕτως οἱ ἐν διαφόροις τόποις ὄντες, ἐὰν μὴ διαφόρους ἔχωσι κυρίους, ἀλλ' ἕνα μόνον, οὐδὲν ἀπὸ τῶν τόπων εἰς ὁμόνοιαν παραβλάπτονται, τοῦ Κυρίου τοῦ ἑνὸς συνάπτοντος αὐτούς. Οὐ λέγω τοίνυν, φησὶν, ὅτι πρὸς Κορινθίους Κορίνθιοι ὄντες ὁμονοεῖν ὀφείλετε μόνον, ἀλλὰ καὶ πρὸς πάντας τοὺς ἐν τῇ οἰκουμένῃ πάσῃ, κοινὸν ἔχοντες Δεσπότην. Διὰ τοῦτο καὶ ἐκ δευτέρου προσέθηκε τὸ, Ἡμῶν. Ἐπειδὴ γὰρ εἶπε, Τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα μὴ δόξῃ χωρίζειν παρὰ τοῖς ἀνοήτοις, ἐπάγει πάλιν, Κυρίου ἡμῶν τε καὶ αὐτῶν. Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, ἀναγνώσομαι κατὰ τὸ νόημα οὕτω: Παῦλος καὶ Σωσθένης τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, καὶ πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν τε καὶ αὐτῶν ἐν παντὶ τόπῳ, κἂν ἐν Ῥώμῃ, κἂν ὅπου δήποτε ἂν ὦσι: Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἢ οὕτω πάλιν, ὃ καὶ μᾶλλον ἡγοῦμαι ἀληθέστερον εἶναι: Παῦλος καὶ Σωσθένης τοῖς ἐν Κορίνθῳ ἡγιασμένοις, κλητοῖς ἁγίοις σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν. Τουτέστι, Χάρις ὑμῖν καὶ εἰρήνη ὑμῖν τοῖς ἐν Κορίνθῳ ἡγιασμένοις, καὶ κλητοῖς γενομένοις: οὐ μόνοις, ἀλλὰ μετὰ πάντων τῶν ἐν παντὶ τόπῳ ἐπικαλουμένων τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ αὐτῶν. Εἰ δὲ ἀπὸ χάριτος ἡ εἰρήνη, τί μέγα φρονεῖς, τί μέγα φυσᾷς, χάριτι σωθείς; εἰ δὲ εἰρήνην ἔχεις πρὸς τὸν Θεὸν, τί ἑτέροις σεαυτὸν προσνέμεις; τοῦτο γὰρ διαστασιάζειν ἐστί. Τί γὰρ, εἰ πρὸς τόνδε εἰρηνεύετε καὶ πρὸς τόνδε, καὶ χάριν ἔχετε; Ἐγὼ δὲ ἀπὸ τοῦ Θεοῦ αἰτῶ ταῦτα ὑμῖν ἀμφότερα γενέσθαι, καὶ ἀπ' αὐτοῦ καὶ πρὸς αὐτόν. Οὔτε γὰρ βεβαία μένει, ἂν μὴ τῆς ἄνωθεν ἀπολαύσῃ ῥοπῆς: οὔτε, ἐὰν μὴ πρὸς αὐτὸν ᾖ, ἔσται τι πλέον ὑμῖν. Οὐδὲν γὰρ ὄφελος ἡμῖν, κἂν πρὸς πάντας ὦμεν εἰρηνικοὶ, πρὸς δὲ τὸν Θεὸν ἐκπεπολεμωμένοι: ὥσπερ οὐδὲν βλάβος ἡμῖν, κἂν παρὰ πάντων πολεμώμεθα, τῷ δὲ Θεῷ εἰρηνεύωμεν: καὶ πάλιν οὐδὲν ὄφελος, κἂν παρὰ πᾶσιν εὐδοκιμῶμεν, τῷ δὲ Κυρίῳ προσκρούωμεν: ὥσπερ οὐδεὶς κίνδυνος, κἂν πάντες ἡμᾶς ἀποστρέφωνται καὶ μισῶσιν, ὁ δὲ Θεὸς ἀποδέχηται καὶ φιλῇ. Ἡ γὰρ ὄντως χάρις, ἡ ὄντως εἰρήνη, παρὰ τοῦ Θεοῦ. Ὁ μὲν γὰρ τὴν παρὰ τῷ Θεῷ χάριν ἔχων, οὐδένα δέδοικε, κἂν μυρία πάσχῃ δεινά: οὐ λέγω ἄνθρωπον, ἀλλ' οὐδὲ αὐτὸν τὸν διάβολον: ὁ δὲ τούτῳ προσκεκρουκὼς, πάντας ὑποπτεύει, κἂν ἐν ἀσφαλείᾳ εἶναι δοκῇ. Ἄστατον γὰρ τὸ τῶν ἀνθρώπων γένος, καὶ οὐ φίλοι μόνον καὶ ἀδελφοὶ, ἀλλ' ἤδη καὶ πατέρες μεταβαλλόμενοι, πολλάκις ἀπὸ πικρᾶς αἰτίας τοῦτον, ὃν ἐγέννησαν, ὃν ἐφύτευσαν, πάντων πολεμίων μᾶλλον ἤλασαν: καὶ παῖδες πατέρας ἐξέβαλον. Σκόπει δέ. βʹ. Εἶχε χάριν ὁ Δαυῒδ παρὰ τῷ Θεῷ: εἶχε χάριν ὁ Ἀβεσαλὼμ παρὰ τοῖς ἀνθρώποις: οἷον οὖν τέλος ἑκάτερος ἔσχε, καὶ τίς ηὐδοκίμησε μᾶλλον, ἴστε. Εἶχε χάριν ὁ Ἀβραὰμ παρὰ τῷ Θεῷ, ὁ δὲ Φαραὼ παρὰ τοῖς ἀνθρώποις: χαριζόμενοι γὰρ αὐτῷ, τὴν γυναῖκα τοῦ δικαίου προὔδωκαν. Τίς οὖν λαμπρότερος γέγονε καὶ μακάριος, παντί που δῆλον. Καὶ τί λέγω περὶ δικαίων; Εἶχον χάριν οἱ Ἰσραηλῖται παρὰ τῷ Θεῷ, ἐμισοῦντο δὲ παρὰ ἀνθρώπων τῶν Αἰγυπτίων: ἀλλ' ὅμως τῶν μισούντων περιεγένοντο, καὶ ἐκράτησαν, μεθ' ὅσης ἅπαντες ἴστε περιφανείας. Τοῦτο τοίνυν σπουδάζωμεν ἅπαντες: κἂν δοῦλος ᾖ τις, τοῦτο εὐχέσθω, πρὸ τοῦ δεσπότου παρὰ τῷ Θεῷ χάριν εὑρεῖν: κἂν γυνή τις ᾖ, πρὸ τοῦ ἀνδρὸς παρὰ τοῦ Σωτῆρος Θεοῦ ζητείτω χάριν: κἂν στρατιώτης ᾖ, πρὸ τοῦ βασιλέως καὶ πρὸ τοῦ ἄρχοντος τὴν ἄνωθεν εὔνοιαν ζητείτω: οὕτω γὰρ καὶ παρὰ ἀνθρώποις ἐπέραστος ἔσῃ. Πῶς δ' ἄν τις εὕροι χάριν παρὰ τῷ Θεῷ; Πῶς δὲ ἑτέρως, εἰ μὴ ἀπὸ ταπεινοφροσύνης; Ὁ Θεὸς γὰρ, φησὶν, ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν: καὶ, Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καὶ τεταπεινωμένην καρδίαν ὁ Θεὸς οὐκ ἐξουδενώσει. Εἰ γὰρ παρὰ ἀνθρώποις οὕτω ποθεινὸν τὸ ταπεινὸν, πολλῷ μᾶλλον παρὰ Θεῷ. Οὕτω καὶ οἱ ἐξ ἐθνῶν χάριν εὗρον, οὕτω καὶ οἱ Ἰουδαῖοι τῆς χάριτος ἐξέπεσον: Τῇ γὰρ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Ὁ ταπεινὸς οὗτος, καὶ ἐπίχαρις γίνεται καὶ πᾶσιν ἡδὺς, καὶ εἰρήνῃ σύντροφος διηνεκεῖ, καὶ οὐδεμίαν ἔχων πολέμων ὑπόθεσιν. Κἂν γὰρ ὑβρίσῃς, κἂν λοιδορήσῃς, κἂν ὁτιοῦν εἴπῃς, σιγήσεται καὶ πράως οἴσει, καὶ τοσαύτην ἕξει τὴν εἰρήνην πρὸς πάντας, ὅσην οὐδὲ ἔστιν εἰπεῖν, καὶ πρὸς τὸν Θεὸν δέ. Τὰ γὰρ τοῦ Θεοῦ προστάγματα, μετὰ ἀνθρώπων εἰρηνεύειν ἐστὶ, καὶ ὁ βίος ἅπας ἡμῖν οὕτω κατορθοῦται ἐν τῇ πρὸς ἀλλήλους εἰρήνῃ: οὐ γὰρ δὴ Θεόν τις ἀδικῆσαι δυνήσεται: ἀνώλεθρος γὰρ ἡ φύσις ἐκείνη, καὶ παντὸς ἀνωτέρα πάθους. Οὐδὲν οὕτω θαυμαστὸν ποιεῖ τὸν Χριστιανὸν, ὡς ταπεινοφροσύνη. Ἄκουσον γοῦν τοῦ Ἀβραὰμ λέγοντος: Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός: καὶ τοῦ Θεοῦ περὶ Μωϋσέως πάλιν, ὅτι πραότατος ἦν πάντων ἀνθρώπων. Οὐδεὶς γὰρ ἐκείνου ταπεινότερος γέγονεν, ὃς δῆμον τοσοῦτον ἄγων, καὶ τὸν βασιλέα καὶ τὸ στρατόπεδον ἅπαν τῶν Αἰγυπτίων καθάπερ μυίας καταποντίσας, καὶ τοσαῦτα μὲν ἐν Αἰγύπτῳ, τοσαῦτα δὲ ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης ἐργασάμενος καὶ ἐπὶ τῆς ἐρήμου, καὶ τοσαύτης ἀπολαύσας μαρτυρίας, ὡς εἷς τῶν πολλῶν ὢν, οὕτω διέκειτο: καὶ τοῦ κηδεστοῦ γαμβρὸς ταπεινότερος ἦν, καὶ ἐδέχετο τὴν παρ' ἐκείνου γνώμην. Καὶ οὐδὲ ἐδυσχέραινεν οὐδὲ εἶπε: Τί τοῦτο; μετὰ τοιαῦτα καὶ τοσαῦτα κατορθώματα ἦλθες ἡμῖν συμβουλεύων; ὅπερ πάσχουσιν οἱ πολλοὶ, κἂν ἀρίστην τις εἰσηγήσηται γνώμην, διὰ τὸ τοῦ προσώπου ταπεινὸν καταφρονοῦντες. Ἀλλ' οὐκ ἐκεῖνος οὕτως, ἀλλὰ διὰ ταπεινοφροσύνης πάντα κατώρθου. Ἐντεῦθεν καὶ τῶν βασιλικῶν κατεφρόνησεν αὐλῶν, ἐπειδὴ ταπεινὸς ἦν ὄντως: τὸ γὰρ ὑγιὲς φρόνημα καὶ τὸ ὑψηλὸν ἡ ταπεινοφροσύνη ποιεῖ. Πόσης γὰρ οἴει μεγαλοφροσύνης εἶναι καὶ μεγαλοψυχίας τὸ καὶ οἰκίας καὶ τραπέζης ὑπεριδεῖν βασιλικῆς; Καὶ γὰρ ὡς θεοὶ τιμῶνται οἱ βασιλεῖς παρ' Αἰγυπτίοις, καὶ πλούτου καὶ θησαυρῶν ἀπολαύουσι μυρίων. Ἀλλ' ὅμως πάντα ἀφεὶς ἐκεῖνα, καὶ αὐτὰ τῆς Αἰγύπτου ῥίψας τὰ σκῆπτρα, τοῖς αἰχμαλώτοις καὶ καταπονουμένοις, τοῖς ἐν τῷ πηλῷ καὶ τῇ πλινθείᾳ δαπανωμένοις, οὓς οἱ δοῦλοι αὐτοῦ ἐβδελύττοντο (ἐβδελύττοντο γὰρ αὐτοὺς οἱ Αἰγύπτιοι, φησὶ), τούτοις προσέδραμε, καὶ τῶν δεσποτῶν αὐτοὺς προετίθει. Ὅθεν δῆλον, ὅτι ὁ ταπεινὸς, οὗτός ἐστιν ὁ ὑψηλὸς καὶ μεγαλόφρων. Καὶ γὰρ ἡ ἀπόνοια ἀπὸ εὐτελοῦς γίνεται διανοίας καὶ ἀγεννοῦς ψυχῆς, καὶ ἡ ἐπιείκεια ἀπὸ μεγαλόφρονος, ἀπὸ μεγαλοψύχου γνώμης. γʹ. Καὶ εἰ βούλεσθε, ἐπὶ τῶν ὑποδειγμάτων ἑκάτερα ἐξετάζωμεν. Εἰπὲ γάρ μοι, τί τοῦ Ἀβραὰμ γέγονεν ὑψηλότερον; καίτοι γε ἐκεῖνος ἦν ὁ λέγων: Ἐγώ εἰμι γῆ καὶ σποδός: ἐκεῖνος ἦν ὁ λέγων: Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ, καὶ ἀνὰ μέσον σοῦ. Ἀλλ' οὗτος ὁ οὕτω ταπεινὸς λαφύρων κατεφρόνησε Περσικῶν, καὶ τροπαίων ὑπερεῖδε βαρβαρικῶν. Τοῦτο δὲ ἀπὸ πολλῆς ὑψηλοφροσύνης καὶ μεγαλοφυοῦς διανοίας ἐποίει. Ἐκεῖνος γάρ ἐστιν ὑψηλὸς ὁ γνησίως ταπεινὸς, οὐχ ὁ κόλαξ οὐδὲ ὁ εἴρων. Ἕτερον γὰρ μεγαλοφροσύνη, καὶ ἕτερον ἀπόνοια: καὶ τοῦτο δῆλον ἐκεῖθεν. Εἴ τις γὰρ τὸν πηλὸν πηλὸν ἡγοῖτο καὶ καταφρονοῖ, ἕτερος δέ τις τὸν πηλὸν ὡς χρυσὸν θαυμάζοι καὶ μέγα ἄγοι, τίς ἄρα ἐστὶν ὁ ὑψηλός; οὐχὶ ὁ τὸν πηλὸν μὴ θαυμάζων; τίς δὲ ὁ ταπεινὸς καὶ εὐτελής; οὐχὶ ὁ θαυμάζων αὐτὸν, καὶ μέγα τιθέμενος; Οὕτω δὴ καὶ ἐνταῦθα λογίζου, ὅτι ὁ μὲν γῆν καὶ σποδὸν ἑαυτὸν λέγων, ὑψηλὸς ἂν εἴη, καίτοι γε ἀπὸ ταπεινοφροσύνης λέγει: ὁ δὲ μὴ γῆν καὶ σποδὸν ἑαυτὸν νομίζων, ἀλλὰ περιέπων ἑαυτὸν, καὶ μεγαλοφρονῶν, οὗτος μὲν οὖν ἂν εἴη εὐτελὴς τὸ μικρὰ μεγάλα τιθέμενος. Ὅθεν δῆλον, ὅτι ἀπὸ πολλοῦ διανοίας ὕψους ἐφθέγγετο τὸ ῥῆμα ἐκεῖνο ὁ πατριάρχης, Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός: ἀπὸ ὕψους, οὐκ ἀπὸ ἀπονοίας. Καθάπερ γὰρ ἐπὶ σωμάτων ἄλλο μὲν ἔστιν, εὐεκτοῦντα καὶ σφριγῶντα εἶναι, ἄλλο δὲ φλεγμαίνοντα: καίτοι γε ἀμφότερα ὑψηλῆς ἐστι σαρκὸς, ἀλλὰ τὸ μὲν διεφθαρμένης, τὸ δὲ ὑγιοῦς: οὕτω καὶ ἐνταῦθα ἕτερόν ἐστιν εἶναι ἀπονενοημένον, ὅπερ ἐστὶ φλεγμαίνοντα εἶναι: καὶ ἕτερόν ἐστιν ὑψηλὸν, ὅπερ ἐστὶν εὐεκτοῦντα εἶναι. Καὶ πάλιν ἐστί τις ὑψηλὸς τῷ μέτρῳ τοῦ σώματος: ἄλλος δὲ βραχὺς ὢν, προσλαβὼν ἐμβάδας ὑψηλότερος γίνεται: τίνα οὖν καλέσομεν ὑψηλὸν καὶ μέγαν, εἰπέ μοι; οὐκ εὔδηλον ὅτι τὸν οἴκοθεν τὸ ὕψος ἔχοντα; Ἐκεῖνος γὰρ ἀλλότριον ἔχει τοῦτο, καὶ τῶν ταπεινῶν ἐπιβὰς, οὕτω γέγονεν ὑψηλός: ὃ πολλοὶ πάσχουσι τῶν ἀνθρώπων, ἐπὶ χρημάτων καὶ δόξης ἑαυτοὺς ἀναβιβάζοντες, ὅπερ οὐκ ἔστιν ὕψος. Ὑψηλὸς γάρ ἐστιν ὁ μηδενὸς δεόμενος τούτων, ἀλλὰ καταφρονῶν ἁπάντων, καὶ οἴκοθεν ἔχων τὸ μέγεθος. Γενώμεθα τοίνυν ταπεινοὶ, ἵνα γενώμεθα ὑψηλοί: Ὁ γὰρ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται, φησί. Ἀλλ' οὐχ ὁ ἀπονενοημένος τοιοῦτος, ἀλλὰ πάντων ἐστὶν εὐτελέστερος: καὶ γὰρ ἡ πομφόλυξ πεφύσηται, ἀλλ' οὐκ ἔστιν ὑγιὲς τὸ φύσημα. Διὰ τοῦτο καὶ τούτους πεφυσιωμένους καλοῦμεν. Ὁ μὲν γὰρ μετριοφρονῶν οὐδὲ ἐπὶ τοῖς μεγάλοις μέγα φρονεῖ, τὸ ταπεινὸν εἰδὼς τὸ ἑαυτοῦ: ὁ δὲ εὐτελὴς καὶ ἐπὶ τοῖς μικροῖς μέγα φαντάζεται. Κτησώμεθα τοίνυν τὸ διὰ ταπεινοφροσύνης ὕψος: ἐπισκεψώμεθα τῶν ἀνθρωπίνων τὴν φύσιν, ἵνα ἐκκαῶμεν τῷ πόθῳ τῶν μελλόντων. Ἑτέρως γὰρ οὐκ ἔστι γενέσθαι ταπεινὸν, ἀλλ' ἢ διὰ τοῦ τῶν θείων ἔρωτος καὶ τῆς τῶν παρόντων ὑπεροψίας. Ὥσπερ γὰρ εἴ τις βασιλείας ἐπιτυγχάνειν μέλλοι, εἶτα ἀντὶ τῆς ἁλουργίδος ἐκείνης ἰδιωτικήν τινά τις αὐτῷ παράσχοι τιμὴν, οὐδὲν αὐτὴν εἶναι ἡγήσεται: οὕτω καὶ ἡμεῖς πάντων καταγελασόμεθα τῶν παρόντων, εἰ τῆς τιμῆς ἐπιθυμήσαιμεν ἐκείνης. Οὐχ ὁρᾶτε τοὺς παῖδας, ὅταν παίζοντες τάξιν ποιῶσι, καὶ στρατιώτας, καὶ προηγῶνται αὐτῶν κήρυκες καὶ ῥαβδοῦχοι, καὶ μέσος ὁ παῖς ἐν χώρᾳ ἄρχοντος βαδίζῃ, ὡς παιδικὰ τὰ γινόμενα; Τοιαῦτά ἐστι τὰ ἀνθρώπινα, καὶ τούτων εὐτελέστερα, σήμερον ὄντα καὶ αὔριον οὐκ ὄντα. Ὑψηλότεροι τοίνυν γενώμεθα τούτων, καὶ μὴ μόνον αὐτῶν μὴ ἐπιθυμῶμεν, ἀλλὰ καὶ αἰσχυνώμεθα εἴ τις ἡμῖν ταῦτα προτείνοι. Οὕτω γὰρ τὸν τούτων ἐκβαλόντες ἔρωτα, τὸν θεῖον ἐκεῖνον ἕξομεν, καὶ τῆς ἀθανάτου δόξης ἀπολαύσομεν: ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.