ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ, ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΠΡΩΤΗΣ ΕΠΙΣΤΟΛΗΣ. Ἡ Κόρινθός ἐστι μ

 ΟΜΙΛΙΑ Αʹ. Παῦλος κλητὸς ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφὸς, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χ

 ΟΜΙΛΙΑ Βʹ. Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν, ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ: ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ. αʹ. Ὃ το

 ΟΜΙΛΙΑ Γʹ. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα. ἦτε δὲ κατ

 ΟΜΙΛΙΑ Δʹ. Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμέ νοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν δύ ναμις Θεοῦ ἐστι. Γέγραπται γάρ: Ἀπολῶ τὴν σοφίαν τῶ

 ΟΜΙΛΙΑ Εʹ. Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς: ἀλλὰ τὰ μωρὰ τοῦ κό σμου ἐξελέ

 ΟΜΙΛΙΑ Ϛʹ. Κἀγὼ, ἀδελφοὶ, ἐλθὼν πρὸς ὑμᾶς, ἦλθον οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας, καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. Οὐ γὰρ ἔκρινα τοῦ εἰ δέναι τ

 ΟΜΙΛΙΑ Ζʹ. Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις: σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων: ἀλλὰ λαλοῦμεν Θ

 ΟΜΙΛΙΑ Ηʹ. Κἀγὼ, ἀδελφοὶ, οὐκ ἡδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. Γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶ μα: οὔπω γ

 ΟΜΙΛΙΑ Θʹ. Εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυ σὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην: ἑκάστου τὸ ἔργον φανερὸν γενήσε ται. Ἡ

 ΟΜΙΛΙΑ Ιʹ. Μηδεὶς ἑαυτὸν ἐξαπατάτω. Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. Ἡ γὰρ σοφία τοῦ κόσμου τού του μωρία

 ΟΜΙΛΙΑ ΙΑʹ. Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνα κριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας: ἀλλ' οὐδὲ ἐμαυτὸν ἀνακρίνω (οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα: ἀλλ' ο

 ΟΜΙΛΙΑ ΙΒʹ. Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι' ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε, τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν. αʹ. Ἕως μὲν αὐτῷ τῶν

 ΟΜΙΛΙΑ ΙΓʹ. Ἡμεῖς μωροὶ διὰ Χριστὸν (ἀναγκαῖον γὰρ ἐντεῦ θεν πάλιν τὸν λόγον ἀναλαβεῖν), ὑμεῖς δὲ φρό νιμοι ἐν Χριστῷ: ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυρο

 ΟΜΙΛΙΑ ΙΔʹ. Διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστί μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ Ἰη σοῦ. αʹ.

 ΟΜΙΛΙΑ ΙΕʹ. Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζε ται, ὥστε γυναῖκα τινὰ τοῦ πατρὸς ἔχειν. Καὶ ὑμεῖς π

 ΟΜΙΛΙΑ ΙϚʹ. Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυ σθαι πόρνοις: καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰ δωλολάτ

 ΟΜΙΛΙΑ ΙΖʹ. Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει: πάντα μοι ἔξεστιν, ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθή σομαι ὑπό τινος. αʹ. Τοὺς λαιμάργους ἐνταῦθα αἰνίττε

 ΟΜΙΛΙΑ ΙΗʹ. Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη τοῦ Χρι στοῦ εἰσιν ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω πόρνης μέλη Μὴ γένοιτο. αʹ. Ἀπὸ τοῦ πεπορνευκ

 ΟΜΙΛΙΑ ΙΘʹ. Περὶ δὲ ὧν ἐγράψατέ μοι: καλὸν ἀνθρώπῳ γυναι κὸς μὴ ἅπτεσθαι: διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄ

 ΟΜΙΛΙΑ Κʹ. Περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. αʹ. Ἀναγκαῖον πρῶτον εἰπεῖν τί βούλεται αὐ

 ΟΜΙΛΙΑ ΚΑʹ. Οὐκ εἰμὶ ἀπόστολος οὐκ εἰμὶ ἐλεύθερος οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ αʹ. Ἐπειδὴ εἶπεν,

 ΟΜΙΛΙΑ ΚΒʹ. Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι, ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν οἱ τῷ θυσιαστηρίῳ προσ εδρεύοντες, τῷ θυσιαστηρίῳ συμμερίζονται Οὕτω καὶ ὁ

 ΟΜΙΛΙΑ ΚΓʹ. Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον αʹ. Δείξας ὅτι πολὺ χρήσιμον τὸ συγκαταβαίνειν,

 ΟΜΙΛΙΑ ΚΔʹ. Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος. Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆ ναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ σὺν τῷ πειρασμῷ ποιήσε

 ΟΜΙΛΙΑ ΚΕʹ. Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. αʹ. Εἰπὼν ὅτι ἀδύνατον ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δα

 ΟΜΙΛΙΑ ΚϚʹ. Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε. αʹ. Ἀπαρτίσας τὸν περὶ τῶν εἰδωλοθύτων λόγο

 ΟΜΙΛΙΑ ΚΖʹ. Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ' εἰς τὸ ἧττον συνέρχεσθε. αʹ. Ἀναγκαῖον καὶ τοῦ παρόντος ἐγκλήματος πρότερον

 ΟΜΙΛΙΑ ΚΗʹ. Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πι νέτω. αʹ. Τί βούλεται ταῦτα τὰ ῥήματα, ἑτέρας ὑποθέσε

 ΟΜΙΛΙΑ ΚΘʹ. Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοὶ, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμε νοι. αʹ. Τ

 ΟΜΙΛΙΑ Λʹ. Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα, ἕν ἐστι σῶμα: οὕτω καὶ ὁ Χριστός. αʹ. Παραμυθησά

 ΟΜΙΛΙΑ ΛΑʹ. Οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω: ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ὑμῶν οὐκ ἔχω. αʹ. Καταστείλας τῶν ἐλαττόν

 ΟΜΙΛΙΑ ΛΒʹ. Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέ ρους. αʹ. Ἵνα γὰρ μή τις λέγῃ, Τί πρὸς ἡμᾶς τοῦ σώματος τὸ ὑπόδειγμα ἐκεῖνο μὲν γὰρ φύσει δουλ

 ΟΜΙΛΙΑ ΛΓʹ. Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται. αʹ. Ἐπειδὴ γὰρ ἀπεφήνατο, ὅτι καὶ πίστεως καὶ γνώσεως καὶ προφητ

 ΟΜΙΛΙΑ ΛΔʹ. Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθή σεται. αʹ. Δείξας τῆς ἀγάπης τὴν ὑπεροχὴν ἐκ τοῦ καὶ τὰ

 ΟΜΙΛΙΑ ΛΕʹ. Διώκετε τὴν ἀγάπην: ζηλοῦτε δὲ τὰ πνευματικὰ, μᾶλλον δὲ ἵνα προφητεύητε. αʹ. Ἐπειδὴ γὰρ μετὰ ἀκριβείας τὴν ἀρετὴν αὐτοῖς κατέλεξεν ἅπασαν

 ΟΜΙΛΙΑ ΛϚʹ. Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γί νεσθε. αʹ. Εἰκότως μετὰ τὴν πολλὴν κατασκευὴν κα

 ΟΜΙΛΙΑ ΛΖʹ. Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτω σαν. Οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ' ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέ γει. αʹ. Περικό

 ΟΜΙΛΙΑ ΛΗʹ. Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον, ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελι

 ΟΜΙΛΙΑ ΛΘʹ. Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν, καὶ οὕτως ἐπιστεύσατε. αʹ. Ἐπάρας τοὺς ἀποστόλους καὶ καθελὼν ἑαυτὸν, εἶτα πάλιν ὑπὲρ ἐκείνου

 ΟΜΙΛΙΑ Μʹ. Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν, εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν αʹ. Ἑτέρῳ πάλιν ἐπιχ

 ΟΜΙΛΙΑ ΜΑʹ. Ἀλλ' ἐρεῖ τις, Πῶς ἐγείρονται οἱ νεκροί ποίῳ δὲ σώματι ἔρχονται Ἄφρον, σὺ ὃ σπείρεις, οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ. αʹ. Ἥμερος ὢν σφόδ

 ΟΜΙΛΙΑ ΜΒʹ. Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. αʹ. Ἐπειδὴ ψυχικὸν εἶπε πρῶτον καὶ πνευματικὸν δεύτερον, πάλιν ἄ

 ΟΜΙΛΙΑ ΜΓʹ. Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, καθὼς διέταξα ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε. αʹ. Ἀπαρτίσας τὸν περὶ τῶν δο

 ΟΜΙΛΙΑ ΜΔʹ. Ἐὰν δὲ ἔλθῃ Τιμόθεος πρὸς ὑμᾶς, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς. αʹ. Τάχα τις ἡγεῖται ἀνάξιον εἶναι τῆς ἀνδρείας τῆς Τιμοθέου τὴν παρ

Homily VI.

1 Cor. ii. 1, 2

And I, brethren, when I came to you, came not with excellency of speech or of wisdom, declaring unto you the testimony of God. For I determined not to know any thing among you, save Jesus Christ, and Him crucified.

Nothing was ever more prepared for combat than the spirit of Paul; or rather, I should say, not his spirit, (for he was not himself the inventor of these things,) but, nothing was ever equal to the grace working within him, which overcometh all things. For sufficient indeed is what had been said before to cast down the pride of the boasters about wisdom; nay, even a part of it had been enough. But to enhance the splendor of the victory, he contends anew for the points which he had been affirming; trampling upon the prostrate foe. Look at it in this way. He had brought forward the prophecy which saith, “I will destroy the wisdom of the wise.” He had shewn the wisdom of God, in that by means of what seemed to be foolishness, He destroyed the philosophy of the Gentiles; he had shewn that the “foolishness of God is wiser than men;” he had shewn that not only did He teach by untaught persons, but also chose untaught persons to learn of Him. Now he sheweth that both the thing itself which was preached, and the manner of preaching it, were enough to stagger people; and yet did not stagger them. As thus: “not only,” saith he, “are the disciples uneducated, but I myself also, who am the preacher.”

Therefore he saith, “And I, brethren,” (again he useth the word “brethren,” to smooth down the harshness of the utterance,) “came not with excellency of speech, declaring unto you the testimony of God.” “What then? tell me, hadst thou chosen to come ‘with excellency,’ wouldest thou have been able?” “I, indeed, had I chosen, should not have been able; but Christ, if He had chosen, was able. But He would not, in order that He might render His trophy more brilliant.” Wherefore also in a former passage, shewing that it was His work which had been done, His will that the word should be preached in an unlearned manner, he said, “For Christ sent me not to baptize, but to preach the Gospel; not with wisdom of words.” But far greater, yea, infinitely greater, than Paul’s willing this, is the fact that Christ willed it.

“Not therefore,” saith he, “by display of eloquence, neither armed with arguments from without, do I declare the testimony of God.” He saith not “the preaching,” but “the testimony31    τὸ μαρτύριον, the martyrdom, or testimony by death: see 1 Tim. ii. 6. of God;” which word was itself sufficient to withhold him. For he went about preaching death: and for this reason he added, “for I determined not to know anything among you, save Jesus Christ, and Him crucified.” This was the meaning he meant to convey, that he is altogether destitute of the wisdom which is without; as indeed he was saying above, “I came not with excellency of speech:” for that he might have possessed this also is plain; for he whose garments raised the dead and whose shadow expelled diseases,32    Here again what is written of St. Peter is taken as if written of St. Paul: see Acts xix. 12; v. 5. much more was his soul capable of receiving eloquence. For this is a thing which may be taught: but the former transcendeth all art. He then who knows things beyond the reach of art, much more must he have had strength for lesser things. But Christ permitted not; for it was not expedient. Rightly therefore he saith, “For I determined not to know any thing: “for I, too, for my part have just the same will as Christ.”

And to me it seems that he speaks to them in a lower tone even than to any others, in order to repress their pride. Thus, the expression, “I determined to know nothing,” was spoken in contradistinction to the wisdom which is without. “For I came not weaving syllogisms nor sophisms, nor saying unto you anything else than “Christ was crucified.” They indeed have ten thousand things to say, and concerning ten thousand things they speak, winding out long courses of words, framing arguments and syllogisms, compounding sophisms without end. But I came unto you saying no other thing than “Christ was crucified,” and all of them I out-stripped: which is a sign such as no words can express of the power of Him whom I preach.”

[2.] Ver. 3. “And I was with you in weakness, and in fear, and in much trembling.”

This again is another topic: for not only are the believers unlearned persons; not only is he that speaketh unlearned; not only is the manner of the teaching of an unlearned cast throughout; not only was the thing preached of itself enough to stagger people; (for the cross and death were the message brought;) but together with these there were also other hindrances, the dangers, and the plots, and the daily fear, and the being hunted about. For the word “weakness,” with him in many places stands for the persecutions: as also elsewhere. “My weakness which I had in my flesh ye did not set at nought:” (Gal. iv. 13, 14.) and again, “If I must needs glory, I will glory of the things which concern my weakness.” (2 Cor. xi. 30.) What [weakness]?  “The governor under Aretas the king guarded the city of the Damascenes, desirous to apprehend me.” (2 Cor. v. 32.) And again, “Wherefore I take pleasure in weakness:” (2 Cor. xii. 10.) then, saying in what, he added, “In injuries, in necessities, in distresses.” And here he makes the same statement; for having said, “And I was in weakness,” etc. he did not stop at this point, but explaining the word “weakness” makes mention of his dangers. He adds again, “and in fear, and in much trembling, I was with you.”

“How sayest thou? Did Paul also fear dangers?” He did fear, and dreaded them excessively; for though he was Paul, yet he was a man. But this is no charge against Paul, but infirmity of human nature; and it is to the praise of his fixed purpose of mind that when he even dreaded death and stripes, he did nothing wrong because of this fear. So that they who assert that he feared not stripes, not only do not honor him, but rather abridge greatly his praises. For if he feared not, what endurance or what self-restraint was there in bearing the dangers? I, for my part, on this account admire him; because being in fear, and not simply in “fear,” but even in “trembling” at his perils, he so ran as ever to keep his crown; and gave not in for any danger, in his task of purging out33    ἐκκαθαίρων: there seems to be an allusion to the classical fable about Hercules, who is represented as “purging the world” of monsters and oppressors; Soph. Trach. 1078. ed. Musgrave. the world, and everywhere both by sea and land sowing the Gospel.

[3.] Ver. 4. “And my speech and my preaching was not in persuasive words of wisdom:” that is, had not the wisdom from without. Now if the doctrine preached had nothing subtle, and they that were called were unlearned, and he that preached was of the same description, and thereto was added persecution, and trembling and fear; tell me, how did they overcome without Divine power? And this is why, having said, “My speech and my preaching was not in persuasive words of wisdom,” he added, “but in demonstration of the Spirit and of power.”

Dost thou perceive how “the foolishness of God is wiser than men, and the weakness stronger?” They for their part, being unlearned and preaching such a Gospel, in their chains and persecution overcame their persecutors. Whereby? was it not by their furnishing that evidence which is of the Spirit? For this indeed is confessed demonstration. For who, tell me, after he had seen dead men rising to life and devils cast out, could have helped admitting it?

But seeing that there are also deceiving wonders, such as those of sorcerers, he removes this suspicion also. For he said not simply “of power,” but first, “of the Spirit,” and then, “of power:” signifying that the things done were spiritual.

It is no disparagement, therefore, that the Gospel was not declared by means of wisdom; rather it is a very great ornament. For this, it will be allowed, is the clearest token of its being divine and having its roots from above, out of the heavens. Wherefore he added also,

Ver. 5. “That your faith should not stand in the wisdom of men, but in the power of God.”

Seest thou how clearly in every way he hath set forth the vast gain of this “ignorance,” and the great loss of this “wisdom?” For the latter made void the Cross, but the former proclaimed the power of God: the latter, besides their failing to discover any of those things which they most needed, set them also upon boasting of themselves; the former, besides their receiving the truth, led them also to pride themselves in God. Again, wisdom would have persuaded many to suspect that the doctrine was of man: this clearly demonstrated it to be divine, and to have come down from heaven. Now when demonstration is made by wisdom of words, even the worse oftentimes overcome the better, having more skill in words; and falsehood outstrips the truth. But in this case it is not so: for neither doth the Spirit enter into an unclean soul, nor, having entered in, can it ever be subdued; even though all possible cleverness of speech assail it. For the demonstration by works and signs is far more evident than that by words.

[4.] But some one may say perhaps, “If the Gospel is to prevail and hath no need of words, lest the Cross be made of none effect; for what reason are signs withholden now?” For what reason? Speakest thou in unbelief and not allowing that they were done even in the times of the Apostles, or dost thou truly seek to know? If in unbelief, I will first make my stand against this. I say then, If signs were not done at that time, how did they, chased, and persecuted, and trembling, and in chains, and having become the common enemies of the world, and exposed to all as a mark for ill usage, and with nothing of their own to allure, neither speech, nor show, nor wealth, nor city, nor nation, nor family, nor pursuit (ἐπιτήδευμα,) nor glory, nor any such like thing; but with all things contrary, ignorance, meanness, poverty, hatred, enmity, and setting themselves against whole commonwealths, and with such a message to declare; how, I say, did they work conviction? For both the precepts brought much labor, and the doctrines many dangers. And they that heard and were to obey, had been brought up in luxury and drunkenness, and in great wickedness. Tell me then, how did they convince? Whence had they their credibility? For, as I have just said, If without signs they wrought conviction, far greater does the wonder appear. Do not then urge the fact that signs are not done now, as a proof that they were not done then. For as then they were usefully wrought; so now are they no longer so wrought.

Nor doth it necessarily follow from discourse being the only instrument of conviction, that now the “preaching” is in “wisdom.” For both they who from the beginning sowed the word were unprofessional (ὶδιῶται) and unlearned, and spake nothing of themselves; but what things they received from God, these they distributed to the world: and we ourselves at this time introduce no inventions of our own; but the things which from them we have received, we speak unto all. And not even now persuade we by argumentation; but from the Divine Scriptures and from the miracles done at that time we produce the proof of what we say. On the other hand, even they at that time persuaded not by signs alone, but also by discoursing. And the signs and the testimonies out of the Old Scriptures, not the cleverness of the things said, made their words appear more powerful.

[5.] How then, you will say, is it that signs were expedient then, and now inexpedient? Let us suppose a case, (for as yet I am contending against the Greek, and therefore I speak hypothetically of what must certainly come to pass,) let us, I say, suppose a case; and let the unbeliever consent to believe our affirmations, though it be only by way of concession: (κἄν κατὰ συνδρομήν) for instance, That Christ will come. When then Christ shall come and all the angels with Him, and be manifested as God, and all things made subject unto Him; will not even the Greek believe? It is quite plain that he will also fall down and worship, and confess Him God, though his stubbornness exceed all reckoning. For who, at sight of the heavens opened and Him coming upon the clouds, and all the congregation of the powers above spread around Him, and rivers of fire coming on, and all standing by and trembling, will not fall down before Him, and believe Him God? Tell me, then; shall that adoration and knowledge be accounted unto the Greek for faith? No, on no account. And why not? Because this is not faith. For necessity hath done this, and the evidence of the things seen, and it is not of choice, but by the vastness of the spectacle the powers of the mind are dragged along. It follows that by how much the more evident and overpowering the course of events, by so much is the part of faith abridged. For this reason miracles are not done now.

And that this is the truth, hear what He saith unto Thomas (St. John xx. 29.) “Blessed are they who have not seen, and yet have believed.” Therefore, in proportion to the evidence wherewith the miracle is set forth is the reward of faith lessened. So that if now also miracles were wrought, the same thing would ensue. For that then we shall no longer know Him by faith, Paul hath shewn, saying, “For now we walk by faith, not by sight.” (2 Cor. v. 7. νῦν not in the received text.) As at that time, although thou believe, it shall not be imputed unto thee, because the thing is so palpable; so also now, supposing that such miracles were done as were formerly. For when we admit things which in no degree and in no way can be made out by reasoning, then it is faith. It is for this that hell is threatened, but is not shewn: for if it were shewn, the same would again ensue.

[6.] Besides if signs be what thou seekest after, even now thou mayest see signs, although not of the same kind; the numberless predictions and on an endless variety of subject: the conversion of the world, the self-denying (φιλοσοφίαν) course of the Barbarians, the change from savage customs, the greater intenseness of piety. “What predictions?” you will say. “For all the things just mentioned were written after the present state of things had begun.” When? Where? By whom? Tell me. How many years ago? Will you have fifty, or an hundred? They had not then, a hundred years ago, anything written at all. How then did the world retain the doctrines and all the rest, since memory would not be sufficient? How knew they that Peter was crucified? (ἀνεσκολοπίσθη)  How could it have entered the minds of men who came after the events had taken place to foretell, for instance, that the Gospel should be preached in every part of the whole world? that the Jewish institutions should cease, and never return again? And they who gave up their lives for the Gospel, how would they have endured to see the Gospel adulterated? And how would the writers have won credit, miracles having ceased? And how could the writings have penetrated to the region of Barbarians, and of Indians, and unto the very bounds of the ocean, if the relators had not been worthy of credit? The writers, too, who were they?  When, how, and why, did they write at all? Was it to gain glory to themselves? Why then inscribed they the books with other men’s names? “Why, from a wish to recommend the doctrine.” As true, or as false? For if you say, they stuck to it, as being false; their joining it at all was out of all likelihood: but if as being truth, there was no need of inventions such as you speak of. And besides, the prophecies are of such a kind, as that even until now time has been unable to force aside the predicted course of things: (ὡς μὴ δυνάσθαι βιαζὲσθαι χρόνῳ τα εἰρημένα) for the destruction indeed of Jerusalem took place many years ago; but there are also other predictions which extend along from that time until His coming; which examine as you please: for instance, this, “I am with you alway, even unto the end of the world: (St. Matt. xxviii. 20.) and, “Upon this Rock I will build My Church, and the gates of hell shall not prevail against it:” (St. Matt. xvi. 18.) and, “This Gospel shall be preached unto all nations:” (St. Matt. xxiv. 14.) and that which the woman which was an harlot did:34    Vid. St. Matt. xxvi. 13. and comp. St. Luke vii. 37. which two texts St. Chrys. apparently considers as relating to the same person: but in his commentary on St. Matthew xxvi. 6. he distinctly says they were not the same. The Fathers are divided on this point. Tertullian (de Pudic. 11.) and, St. Augustin (de Consensu Evangelist ii. 79.) consider them as the same, St. Augustin adding , that she was led to repeat the action with circumstances that shewed her increased perfection:  Ambrosiaster (in loc.) leaves the matter doubtful.  and many others more than these. Whence then the truth of this prediction if indeed it were a forgery? How did “the gates of hell” not “prevail” against “the Church?” How is Christ always “with us?” For had He not been “with us,” the Church would not have been victorious. How was the Gospel spread abroad in every part of the world? They also who have spoken against us are enough to testify the antiquity of the books; I mean, such as Celsus35    Celsus, the Epicurean philosopher, against whom Origen wrote about A.D. 170. and he of Batanea36    Porphyry; so called also by St. Jerome, in the Preface to his Commentary on Galatians where the Editor’s conjecture is, that the name was that of Porphyry’s residence or birth, but that it was also a term of reproach, alluding to the fat bulls of Basan, Ps. xxii. 12. He is commonly called a Tyrian, but they suppose that Batanea, which is in Syria, was a colony of Tyre., who came after him. For they, I suppose, were not speaking against books composed after their time.

[7] And besides, there is the whole world which with one consent hath received the Gospel. Now there could not have been so great agreement from one end of the earth to the other, unless it had been the Grace of the Spirit; but the authors of the forgery would have been quickly found out. Neither could so great excellencies have originated from inventions and falsehoods. Dost thou not see the whole world coming in; error extinguished; the austere wisdom (φιλοσυφίαν) of the old monks shining brighter than the sun; the choirs of the virgins; the piety among Barbarians; all men serving under one yoke? For neither by us alone were these things foretold, but also from the beginning, by the Prophets. For you will not, I trow, cavil at their predictions also: for the books are with their enemies, and through the zeal of certain Greeks they have been transferred into the Greek tongue. Many things then do these also foretell concerning these matters, shewing that it was God who should come among us.

[8] Why then do not all believe now? Because things have degenerated: and for this we are to blame. (For from hence the discourse is addressed unto us also.) For surely not even then did they trust to signs alone, but by the mode of life also many of the converts were attracted. For, “Let your light so shine before men,” saith He, “that they may see your good works, and glorify your Father which is in heaven.” (St. Matt. v. 16.) And, “They were all of one heart and one soul, neither said any man that aught of the things which he possessed was his own, but they had all things common; and distribution was made unto every man, according as he had need;” (Acts iv. 32, 35.) and they lived an angelic life. And if the same were done now, we should convert the whole world, even without miracles. But in the meanwhile, let those who will be saved attend to the Scriptures; for they shall find there both these noble doings, and those which are greater than these. For it may be added that the Teachers themselves surpassed the deeds of the others; living in hunger, in thirst, and nakedness. But we are desirous of enjoying great luxury, and rest, and ease; not so they: they cried aloud, “Even unto the present hour we both hunger, and thirst, and are naked, and are buffeted, and have no certain dwelling place. (1 Cor. iv. 11.) And some ran from Jerusalem unto Illyricum, (Rom. xv. 19.) and another unto the country of the Indians, and another unto that of the Moors, and this to one part of the world, that to another. Whereas we have not the courage to depart even out of our own country; but seek for luxurious living and splendid houses and all other superfluities. For which of us ever was famished for the word of God’s sake?  Which ever abode in a wilderness? Which ever set out on a distant peregrination? Which of our teachers lived by the labor of his hands to assist others?  Which endured death daily? Hence it is that they also who are with us have become slothful. For suppose that one saw soldiers and generals struggling with hunger, and thirst, and death, and with all dreadful things, and bearing cold and dangers and all like lions, and so prospering; then afterwards, relaxing that strictness, and becoming enervated, and fond of wealth, and addicted to business and bargains, and then overcome by their enemies, it were extreme folly to seek for the cause of all this. Now let us reason thus in our own case and that of our ancestors; for we too have become weaker than all, and are nailed down unto this present life.

And if one be found having a vestige of the ancient wisdom, leaving the cities and the market-places, and the society of the world, and the ordering of others, he betakes himself to the mountains: and if one ask the reason of that retirement, he invents a plea which cannot meet with allowance. For, saith he, “lest I perish too, and the edge of my goodness be taken off, I start aside.” Now how much better were it for thee to become less keen, and to gain others, than abiding on high to neglect thy perishing brethren?

When, however, the one sort are careless about virtue, and those who do regard it withdraw themselves far from our ranks, how are we to subdue our enemies? For even if miracles were wrought now, who would be persuaded? Or who of those without would give heed unto us, our iniquity being thus prevalent? For so it is, that our upright living seems unto the many the more trustworthy argument of the two: miracles admitting of a bad construction on the part of obstinate bad men: whereas a pure life will have abundant power to stop the mouth of the devil himself.

[9.] These things I say, both to governors and governed; and, before all others, unto myself; to the end that the way of life shown forth in us may be truly admirable, that taking our appropriate stations, we may look down on all things present; may despise wealth, and not despise hell; overlook glory, and not overlook salvation; endure toil and labor here, lest we fall into punishment there. Thus let us wage war with the Greeks; thus let us take them captive with a captivity better than liberty.

But while we say these things without intermission, over and over, they occur very seldom. Howbeit, be they done or not, it is right to remind you of them continually. For if some are engaged in deceiving by their fair speech, so much more is it the duty of those who allure back unto the truth, not to grow weary of speaking what is profitable. Again: if the deceivers make use of so many contrivances—spending as they do money, and applying arguments, and undergoing dangers, and making a parade of their patronage—much more should we, who are winning men from deceit, endure both dangers and deaths, and all things; that we may both gain ourselves and others, and become to our enemies irresistible, and so obtain the promised blessings, through the grace and loving-kindness, etc.

ΟΜΙΛΙΑ Ϛʹ. Κἀγὼ, ἀδελφοὶ, ἐλθὼν πρὸς ὑμᾶς, ἦλθον οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας, καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. Οὐ γὰρ ἔκρινα τοῦ εἰ δέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον. αʹ. Οὐδὲν τῆς Παύλου ψυχῆς ἀγωνιστικώτερον, μᾶλλον δὲ οὐ τῆς ἐκείνου ψυχῆς: οὐ γὰρ αὐτὸς ταῦτα εὕρισκεν: ἀλλ' οὐδὲν τῆς ἐνεργούσης ἐν αὐτῷ χάριτος ἴσον πάντα νικώσης. Ἱκανὰ μὲν γὰρ καὶ τὰ ἔμπροσθεν εἰρημένα καταβαλεῖν τὸν τῦφον τῶν ἐπὶ σοφίᾳ κομπαζόντων, μᾶλλον δὲ καὶ μέρος τῶν εἰρημένων. Ὥστε δὲ λαμπρὰ γενέσθαι τὰ νικητήρια, καὶ ἐπαγωνίζεται τοῖς λεχθεῖσι, κειμένοις τοῖς ἐναντίοις ἐπεμβαίνων. Σκόπει δέ: Παρήγαγε τὴν προφητείαν τὴν λέγουσαν, ὅτι Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν: ἔδειξε τοῦ Θεοῦ τὴν σοφίαν, ὅτι διὰ τῆς δοκούσης εἶναι μωρίας κατήργησε τὴν ἔξωθεν φιλοσοφίαν, ἔδειξεν ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων, ἔδειξεν ὅτι οὐ μόνον διὰ ἰδιωτῶν ἐδίδαξεν, ἀλλὰ καὶ ἰδιώτας ἐκάλεσε: νῦν δείκνυσι ὅτι καὶ αὐτὸ τὸ κηρυττόμενον, καὶ ὁ τρόπος τῆς κηρύξεως ἱκανὰ θορυβῆσαι ἦν, καὶ οὐκ ἐθορύβησεν. Οὐ γὰρ δὴ μόνον οἱ μαθηταὶ, φησὶν, ἰδιῶται, ἀλλὰ καὶ ἐγὼ ὁ κηρύττων. Διὰ τοῦτό φησι: Καὶ ἐγὼ, ἀδελφοὶ (πάλιν τὸ τῶν ἀδελφῶν τίθησιν ὄνομα, καταλεαίνων τοῦ λόγου τὴν τραχύτητα), ἦλθον οὐ καθ' ὑπεροχὴν λόγου καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. Τί γὰρ, εἰπέ μοι, εἰ καὶ ἐβούλου καθ' ὑπεροχὴν ἐλθεῖν; ἐδύνασο; Ἐγὼ μὲν εἰ ἐβουλόμην, οὐκ ἂν ἐδυνήθην: ὁ δὲ Χριστὸς εἰ ἐβουλήθη, ἐδύνατο. Ἀλλ' οὐκ ἐβουλήθη, ἵνα λαμπρότερον ποιήσῃ τὸ τρόπαιον. Διὸ καὶ ἀνωτέρω δεικνὺς, ὅτι αὐτοῦ γέγονεν ἔργον καὶ αὐτοῦ βούλημα ἦν τὸ οὕτως ἰδιωτικῶς κηρυχθῆναι τὸν λόγον, ἔλεγεν: Οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειν, ἀλλ' εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου. Πολὺ δὲ μεῖζον καὶ ἀπείρως μεῖζον τοῦ Παῦλον θελῆσαι τοῦτο τὸ τὸν Χριστὸν θελῆσαι. Οὐ τοίνυν εὐγλωττίαν ἐπιδεικνύμενος, φησὶν, οὐδὲ τοῖς ἔξωθεν λόγοις ὡπλισμένος καταγγέλλω τὸ μαρτύριον τοῦ Θεοῦ. Καὶ οὐκ εἶπε, Τὸ κήρυγμα, ἀλλὰ, Τὸ μαρτύριον τοῦ Θεοῦ, ὃ καὶ αὐτὸ ἱκανὸν ἦν ἀποτρέψαι. Θάνατον γὰρ περιῄει κηρύττων: διὰ τοῦτο καὶ ἐπήγαγεν: Οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον. Τοῦτο δὲ ἔλεγεν, ὅτι καθόλου τῆς ἔξωθεν σοφίας ἐστὶν ἄμοιρος, ὥσπερ οὖν καὶ ἀνωτέρω ἔλεγεν: Ἦλθον οὐ καθ' ὑπεροχὴν λόγου. Ὅτι γὰρ ἦν δυνατὸν καὶ τοῦτο αὐτὸν ἔχειν, δῆλον. Οὗ γὰρ τὰ ἱμάτια νεκροὺς ἀνίστη, καὶ αἱ σκιαὶ νοσήματα ἤλαυνον, πολλῷ μᾶλλον εὐγλωττίαν ἠδύνατο δέξασθαι ἡ ψυχή. Τὸ μὲν γάρ ἐστι μαθητῶν, τὸ δὲ πᾶσαν ὑπερβαίνει τέχνην. Ὁ τοίνυν τὰ μείζονα τῆς τέχνης εἰδὼς, πολλῷ πλέον τὰ ἐλάσσονα ἴσχυσεν ἄν. Ἀλλ' οὐκ ἀφῆκεν ὁ Χριστός: οὐ γὰρ συνέφερεν. Εἰκότως οὖν λέγει: Οὐ γὰρ ἔκρινά τι εἰδέναι: καὶ γὰρ καὶ ἐγὼ τοῦτο βούλομαι ὅπερ καὶ ὁ Χριστός. Ἐμοὶ δὲ δοκεῖ καὶ ταπεινότερον αὐτοῖς διειλέχθαι μᾶλλον ἢ τοῖς ἄλλοις, τὸν τῦφον αὐτῶν καταστέλλων. Τὸ τοίνυν, Οὐδὲν ἔκρινα εἰδέναι, πρὸς ἀντιδιαστολὴν τῆς ἔξωθεν εἴρηται σοφίας. Οὐ γὰρ ἦλθον συλλογισμοὺς πλέκων οὐδὲ σοφίσματα, οὐδ' ἄλλο τι λέγων ὑμῖν, ἢ ὅτι ὁ Χριστὸς ἐσταυρώθη. Ἐκεῖνοι μὲν γὰρ μυρία φασὶ, καὶ περὶ μυρίων λέγουσι μακροὺς ἑλίττοντες διαύλους λόγων, κατασκευάζοντες λογισμοὺς καὶ συλλογισμοὺς, μυρία συντιθέντες σοφίσματα: ἐγὼ δὲ ἦλθον πρὸς ὑμᾶς μηδὲν ἄλλο λέγων, ἢ ὅτι ὁ Χριστὸς ἐσταυρώθη, καὶ πάντας ἐκείνους παρήλασα, ὃ τῆς τοῦ κηρυττομένου δυνάμεως σημεῖόν ἐστιν ἄφατον. Καὶ ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς. Τοῦτο πάλιν ἄλλο κεφάλαιον. Οὐ γὰρ μόνον οἱ πιστεύοντες ἰδιῶται, οὐδὲ μόνον ὁ λέγων ἰδιώτης, οὐδὲ μόνον ὁ τρόπος τῆς διδασκαλίας ἰδιωτείας γέμων, οὐδὲ μόνον αὐτὸ τὸ κήρυγμα ἱκανὸν θορυβῆσαι: σταυρὸς γὰρ καὶ θάνατος ἦν τὸ καταγγελλόμενον: ἀλλὰ μετ' αὐτῶν καὶ ἕτερα κωλύματα ἦν, οἱ κίνδυνοι καὶ αἱ ἐπιβουλαὶ καὶ ὁ καθημερινὸς φόβος καὶ τὸ ἐλαύνεσθαι. Καὶ γὰρ ἀσθένειαν τοὺς διωγμοὺς πολλαχοῦ φησι, καθάπερ καὶ ἀλλαχοῦ: Τὴν ἀσθένειαν τὴν ἐν τῇ σαρκί μου οὐκ ἐξουδενώσατε: καὶ πάλιν, Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. Ποίας; Ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν, πιάσαι με θέλων. Καὶ πάλιν, Διὸ εὐδοκῶ ἐν ἀσθενείαις. Εἶτα λέγων ποίαις, ἐπήγαγεν: Ἐν ὕβρεσιν, ἐν ἀνάγκαις καὶ ἐν στενοχωρίαις. Καὶ νῦν τὸ αὐτὸ λέγει: εἰπὼν γὰρ, Καὶ ἐγὼ ἐν ἀσθενείᾳ, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ δηλῶν ὅτι ἀσθένειαν τοὺς κινδύνους καλεῖ, πάλιν ἐπήγαγε: Καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς. Τί λέγεις; Καὶ Παῦλος ἐφοβεῖτο κινδύνους; Ἐφοβεῖτο, καὶ σφόδρα ἐδεδοίκει: εἰ γὰρ καὶ Παῦλος ἦν, ἀλλ' ἄνθρωπος ἦν. Τοῦτο δὲ οὐκ ἔγκλημα τοῦ Παύλου, ἀλλ' ἀσθένεια μὲν τῆς φύσεως, ἐγκώμιον δὲ τῆς προαιρέσεως, ὅτι καὶ δεδοικὼς θάνατον καὶ πληγὰς, οὐδὲν ἀνάξιον διὰ τὸν φόβον τοῦτον ἐποίησεν: ὡς οἵ γε λέγοντες, ὅτι οὐκ ἐφοβεῖτο πληγὰς, οὐ μόνον αὐτὸν οὐ σεμνύνουσιν, ἀλλὰ καὶ ὑποτέμνονται πολὺ τῶν ἐπαίνων. Εἰ γὰρ οὐκ ἐφοβεῖτο, ποία καρτερία ἢ ποία φιλοσοφία τὸ τοὺς κινδύνους φέρειν; Ἐγὼ γὰρ διὰ τοῦτο αὐτὸν θαυμάζω, ὅτι φοβούμενος, καὶ οὐχ ἁπλῶς φοβούμενος, ἀλλὰ καὶ τρέμων τοὺς κινδύνους, διαπαντὸς ἔδραμε στεφανούμενος, καὶ ἐν οὐδενὶ τῶν κινδύνων ἐνέδωκεν, ἐκκαθαίρων τὴν οἰκουμένην, καὶ πανταχοῦ γῆς καὶ θαλάττης τὸ κήρυγμα σπείρων. Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου, οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις. Τουτέστιν, οὐκ ἔχων τὴν ἔξωθεν σοφίαν. Εἰ τοίνυν καὶ τὸ κήρυγμα οὐδὲν εἶχε σεσοφισμένον, καὶ οἱ καλούμενοι ἰδιῶται, καὶ ὁ κηρύττων τοιοῦτος, καὶ διωγμὸς προσῆν καὶ τρόμος καὶ φόβος, πῶς ἐκράτησαν, εἰπέ μοι; Διὰ θείας δυνάμεως. Διόπερ εἰπὼν, Ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἐπήγαγεν: Ἀλλ' ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως. βʹ. Εἶδες πῶς τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων, καὶ τὸ ἀσθενὲς ἰσχυρότερον; Οἱ γὰρ ἰδιῶται τοιαῦτα κηρύττοντες, δεδεμένοι καὶ ἐλαυνόμενοι περιεγένοντο τῶν ἐλαυνόντων. Πόθεν; Οὐκ ἀπὸ τοῦ τὴν διὰ Πνεύματος παρασχεῖν πίστιν; καὶ γὰρ καὶ τοῦτο ἀπόδειξις ὡμολογημένη. Τίς γὰρ, εἰπέ μοι, ὁρῶν νεκροὺς ἀνισταμένους καὶ δαίμονας ἐλαυνομένους, οὐκ ἂν κατεδέξατο; Ἀλλ' ἐπειδή εἰσι καὶ δυνάμεις ἀπατηλαὶ, οἷαι τῶν γοήτων, καὶ ταύτην ἀνεῖλε τὴν ὑπόνοιαν. Οὐ γὰρ ἁπλῶς, Δυνάμεως, εἶπεν, ἀλλὰ πρότερον Πνεύματος, καὶ τότε, Δυνάμεως: δεικνὺς ὅτι πνευματικὰ ἦν τὰ γινόμενα. Οὐ τοίνυν ἐλάττωσίς ἐστι, τὸ μὴ διὰ σοφίας κατηγγελμένον εἶναι τὸ κήρυγμα, ἀλλὰ καὶ μέγιστος κόσμος. Τοῦτο γοῦν μάλιστα δείκνυσιν αὐτὸ θεῖον ὂν καὶ τὰς ῥίζας ἄνωθεν ἔχον ἐκ τῶν οὐρανῶν: διὸ καὶ ἐπήγαγεν: Ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ' ἐν δυνάμει Θεοῦ. Εἶδες πῶς σαφῶς διὰ πάντων ἀπέδειξε πολὺ τῆς ἰδιωτείας τὸ κέρδος, καὶ μέγα τῆς σοφίας τὸ βλάβος; Αὕτη μὲν γὰρ ἐκείνου τὸν σταυρὸν, ἐκείνη δὲ ἀνεκήρυττε τοῦ Θεοῦ τὴν δύναμιν: αὕτη πρὸς τῷ μηδὲν εὑρίσκειν τῶν δεόντων καὶ ἐφ' ἑαυτοῖς καυχᾶσθαι παρεσκεύασεν, ἐκείνη πρὸς τῷ τὴν ἀλήθειαν δέξασθαι καὶ ἐπὶ τῷ Θεῷ καλλωπίζεσθαι ἐποίει. Πάλιν ἡ σοφία ἀνθρώπινον ὑποπτεύειν τὸ δόγμα πολλοὺς ἂν ἔπειθεν: αὕτη σαφῶς ἀπεδείκνυε θεῖον ὂν καὶ ἐκ τοῦ οὐρανοῦ καταβάν. Ὅταν μὲν οὖν ἐν σοφίᾳ λόγων γένηται ἀπόδειξις, πολλάκις καὶ οἱ φαυλότεροι κρατοῦσι τῶν ἐπιεικεστέρων, δεινότεροι λέγειν ὄντες, καὶ τὸ ψεῦδος παρελαύνει τὴν ἀλήθειαν. Ἐνταῦθα δὲ οὐχ οὕτως: οὔτε γὰρ ἔπεισι τὸ Πνεῦμα τὸ ἅγιον ἀκαθάρτῳ ψυχῇ, οὔτε ἐπελθὸν δύναται ἡττηθῆναί ποτε, κἂν ἅπασα ἡ τῶν λόγων ἐπίῃ δεινότης. Ἡ γὰρ διὰ τῶν ἔργων καὶ τῶν σημείων ἀπόδειξις τῆς διὰ τῶν λόγων πολλῷ σαφεστέρα. Ἀλλ' ἐκείνων ἴσως εἴποι τις ἂν, ὅτι Εἰ χρὴ τὸ κήρυγμα κρατεῖν, καὶ λόγων οὐ δεῖται ἵνα μὴ κενωθῇ ὁ σταυρὸς, τίνος ἕνεκεν τὰ σημεῖα κεκώλυται νῦν; Τίνος ἕνεκεν; ἀπιστῶν λέγεις, καὶ οὐδὲ ἐπὶ τῶν ἀποστόλων αὐτὰ γεγενῆσθαι καταδεχόμενος, ἢ ὄντως ζητῶν μαθεῖν; Εἰ γὰρ ἀπιστῶν, πρὸς τοῦτο στήσομαι πρῶτον. Εἰ γὰρ οὐκ ἐγένετο σημεῖα τότε, πῶς ἐλαυνόμενοι καὶ διωκόμενοι καὶ τρέμοντες καὶ δεδεμένοι, καὶ κοινοὶ γενόμενοι τῆς οἰκουμένης ἐχθροὶ, καὶ πᾶσι πρὸς τὸ κακῶς παθεῖν προκείμενοι, καὶ οὐδὲν οἴκοθεν ἔχοντες ἐπαγωγὸν, οὐ λόγον, οὐ περιφάνειαν, οὐ πλοῦτον, οὐ πόλιν, οὐκ ἔθνος, οὐ γένος, οὐκ ἐπιτήδευμα, οὐ δόξαν, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλὰ πάντα τὰ ἐναντία, ἰδιωτείαν, εὐτέλειαν, πενίαν, μῖσος, ἀπέχθειαν, καὶ πρὸς δήμους ὁλοκλήρους ἱστάμενοι, καὶ τοιαῦτα καταγγέλλοντες, ἔπειθον; Καὶ γὰρ τὰ ἐπιτάγματα πολὺν εἶχε τὸν μόχθον, καὶ τὰ δόγματα τοὺς κινδύνους: καὶ οἱ ἀκούοντες καὶ πείθεσθαι μέλλοντες, καὶ τρυφῇ καὶ μέθῃ καὶ πολλῇ συντραφέντες ἦσαν κακίᾳ. Πόθεν οὖν ἔπεισαν; εἰπέ μοι: πόθεν τὸ ἀξιόπιστον ἔσχον; Ὅπερ γὰρ ἔφθην εἰπὼν, εἰ σημείων χωρὶς ἔπεισαν, πολλῷ μεῖζον τὸ θαῦμα φαίνεται. Μὴ τοίνυν τὸ μὴ γίνεσθαι νῦν σημεῖα, τεκμήριον ποιοῦ τοῦ μὴ γεγενῆσθαι τότε. Καὶ γὰρ καὶ τότε χρησίμως ἐγίνετο, καὶ νῦν χρησίμως οὐ γίνεται. Οὐκ ἀναγκάζει δὲ τὸ λόγῳ πείθεσθαι μόνῳ, τανῦν ἐν σοφίᾳ εἶναι τὸ κήρυγμα. Οἵ τε γὰρ ἐξ ἀρχῆς τὸν λόγον σπείραντες ἰδιῶται ἦσαν καὶ ἀμαθεῖς, καὶ οὐδὲν οἴκοθεν ἔλεγον, ἀλλ' ἅπερ ἐδέξαντο παρὰ τοῦ Θεοῦ, ταῦτα τῇ οἰκουμένῃ διέδωκαν: ἡμεῖς τε αὐτοὶ νῦν οὐ τὰ παρ' ἑαυτῶν ἐπεισφέρομεν, ἀλλὰ ἃ παρ' ἐκείνων ἐλάβομεν, ταῦτα εἰς ἅπαντας λέγομεν. Καὶ οὐδὲ νῦν ἀπὸ συλλογισμῶν πείθομεν, ἀλλ' ἀπὸ τῶν θείων Γραφῶν καὶ ἀπὸ τῶν τότε σημείων τὴν πίστιν ὧν λέγομεν παρεχόμεθα. Καὶ οὗτοι δὲ τότε οὐχὶ σημείοις ἔπειθον μόνοις, ἀλλὰ καὶ διαλεγόμενοι: τοὺς δὲ λόγους ἰσχυροτέρους ἐποίει φαίνεσθαι τὰ σημεῖα καὶ αἱ ἐκ τῆς Παλαιᾶς Γραφῆς μαρτυρίαι, οὐχ ἡ δεινότης τῶν λεγομένων. Πῶς οὖν, φησὶ, χρήσιμον τότε τὰ σημεῖα, καὶ νῦν οὐ χρήσιμον; Ὑποθώμεθα τῷ λόγῳ (πρὸς γὰρ τὸν Ἕλληνά μοι τέως ὁ ἀγών: διὰ τοῦτο καθ' ὑπόθεσιν λέγω τὸ πάντως ἐσόμενον), ὑποθώμεθα τοίνυν τῷ λόγῳ, καὶ ἀνασχέσθω πιστεῦσαι ὁ ἄπιστος κἂν κατὰ συνδρομὴν τοῖς λεγομένοις, οἷον ὅτι ὁ Χριστὸς ἥξει: ὅταν οὖν ὁ Χριστὸς ἔλθῃ καὶ πάντες οἱ ἄγγελοι μετ' αὐτοῦ, καὶ δειχθῇ Θεὸς καὶ πάντα αὐτῷ ὑποτεταγμένα, οὐ πιστεύσει καὶ ὁ Ἕλλην; Εὔδηλον ὅτι καὶ προσκυνήσει, καὶ Θεὸν ἐρεῖ, κἂν μυριάκις ἀνένδοτος ᾖ. γʹ. Τίς γὰρ ὁρῶν τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ αὐτὸν ἐπὶ τῶν νεφελῶν ἐρχόμενον, καὶ πάντα τὸν δῆμον τῶν ἄνω δυνάμεων αὐτῷ περικεχυμένον, καὶ ποταμοὺς πυρὸς ἑλκομένους, καὶ πάντας παρεστῶτας καὶ τρέμοντας, οὐχὶ προσκυνήσει, καὶ Θεὸν ἡγήσεται; Ἆρ' οὖν, εἰπέ μοι, λογισθήσεται τῷ Ἕλληνι εἰς πίστιν ἡ προσκύνησις ἐκείνη καὶ ἡ γνῶσις; Οὐδαμῶς. Τί δήποτε; Ὅτι τοῦτο πίστις οὐκ ἔστιν: ἡ γὰρ ἀνάγκη τοῦτο ἐποίησε καὶ ἡ περιφάνεια τῶν ὁρωμένων, καὶ οὐκ ἔστι τὸ πρᾶγμα προαιρέσεως, ἀλλ' ἀπὸ τοῦ μεγέθους τῶν ὀφθέντων τὰ τῆς διανοίας εἱλκύσθη. Οὐκοῦν ὅσῳ ἂν φανότερα καὶ ἀναγκαστικώτερα ᾖ τὰ γινόμενα, τοσούτῳ τὰ τῆς πίστεως ἐλαττοῦνται: διὰ τοῦτο σημεῖα νῦν οὐ γίνεται. Καὶ ὅτι τοῦτό ἐστιν, ἄκουσον τί φησι πρὸς τὸν Θωμᾶν: Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Οὐκοῦν ὅσῳ ἂν φανερώτερον ἀποδειχθῇ τὸ σημεῖον, τοσούτῳ τῆς πίστεως ὁ μισθὸς ἐλαττοῦται. Ὥστε εἰ καὶ νῦν σημεῖα ἐγίνετο, τὸ αὐτὸ ἂν ἐγένετο. Ὅτι γὰρ τότε διὰ πίστεως οὐκέτι αὐτὸν εἰσόμεθα, ἐδήλωσεν εἰπὼν ὁ Παῦλος: Νῦν γὰρ διὰ πίστεως περιπατοῦμεν, οὐ δι' εἴδους. Ὥσπερ οὖν τότε πιστεύοντί σοι τὸ πρᾶγμα οὐ λογίζεται διὰ τὸ περιφανές: οὕτω καὶ νῦν, εἰ σημεῖα ἐγίνετο τοιαῦτα, οἷα καὶ ἔμπροσθεν. Ὅταν γὰρ ἃ μηδαμῇ μηδαμῶς ἔστι λογισμοῖς εὑρεῖν καταδεξώμεθα, τότε ἡ πίστις ἐστί. Διὰ τοῦτο καὶ ἡ γέεννα ἠπείληται μὲν, οὐ φαίνεται δέ: ἐπεὶ εἰ καὶ ἐφαίνετο, ταυτὸ συνέβαινε πάλιν. Ἄλλως δὲ, εἰ σημεῖα ζητεῖς, καὶ νῦν ὄψει σημεῖα, εἰ καὶ μὴ τοιαῦτα, τὰς προῤῥήσεις τὰς μυρίας καὶ περὶ μυρίων πραγμάτων, τῆς οἰκουμένης τὴν ἐπιστροφὴν, τῶν βαρβάρων τὴν φιλοσοφίαν, τῶν ἀγρίων ἠθῶν τὴν μετάστασιν, τῆς εὐλαβείας τὴν ἐπίτασιν. Καὶ ποίας προῤῥήσεις; φησί: μετὰ γὰρ ταῦτα ἐγράφη τὰ προειρημένα ἅπαντα. Πότε, καὶ ποῦ, καὶ ὑπὸ τίνος; εἰπέ μοι: καὶ πρὸ πόσων ἐτῶν; βούλει πρὸ πεντήκοντα, ἢ ἑκατόν; Οὐκοῦν πρὸ τῶν ἑκατὸν οὐδὲν εἶχον ἔγγραφον ὅλως. Πῶς οὖν κατεῖχε τὰ δόγματα ἡ οἰκουμένη καὶ τὰ ἄλλα πάντα, τῆς μνήμης οὐκ ἀρκούσης; πόθεν δὲ ᾔδεσαν, ὅτι Πέτρος ἀνεσκολοπίσθη; πόθεν τε ἐπῆλθε τοῖς μετὰ ταῦτα προειπεῖν, οἷον ὅτι τὸ Εὐαγγέλιον κηρυχθήσεται πανταχοῦ τῆς οἰκουμένης, ὅτι τὰ Ἰουδαϊκὰ παύσεται, καὶ οὐκ ἐπανήξει πάλιν; Οἱ δὲ τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ κηρύγματος προέμενοι, πῶς ἂν ἤνεγκαν τὸ κήρυγμα παραποιούμενον ὁρῶντες; πῶς δ' ἂν ἐπιστεύθησαν οἱ γράφοντες, τῶν σημείων παυσαμένων; πῶς δ' ἂν τὰ γραφέντα, καὶ εἰς τὴν βαρβάρων καὶ εἰς τὴν Ἰνδῶν, καὶ πρὸς αὐτὰ τοῦ ὠκεανοῦ τὰ πέρατα ἀφίκετο, οὐκ ὄντων τῶν λεγόντων ἀξιοπίστων; Τίνες δὲ οἱ γράφοντες, καὶ πότε, καὶ ποῦ; τίνος δὲ ἕνεκεν καὶ ἔγραφον; ἆρα δόξαν ἑαυτοῖς περιποιούμενοι; πῶς οὖν ἑτέροις τὰ βιβλία ἐπέγραψαν; Ἀλλὰ τὸ δόγμα συστῆσαι βουλόμενοι; Πότερον ὡς ἀληθὲς, ἢ ὡς ψευδές; εἰ γὰρ ὡς ψευδεῖ προσεῖχον, οὐδὲ προσελθεῖν ἦν εἰκός: εἰ δὲ ὡς ἀληθεῖ, πλασμάτων οὐκ ἔδει, καθὼς σὺ φής. Ἄλλως δὲ καὶ αἱ προῤῥήσεις τοιαῦταί εἰσιν, ὡς καὶ μέχρι τοῦ παρόντος μὴ δύνασθαι βιάζεσθαι χρόνῳ τὰ εἰρημένα. Τὸ μὲν γὰρ καθαιρεθῆναι τὰ Ἱεροσόλυμα γέγονε πρὸ πολλῶν ἐτῶν. Εἰσὶ δὲ καὶ ἕτεραι προῤῥήσεις αἱ ἐξ ἐκείνου τοῦ χρόνου μέχρι τῆς παρουσίας αὐτοῦ παρατείνουσαι, ἃς ὡς βούλει δοκίμασον: οἷον τὸ, Ἀεὶ μεθ' ὑμῶν εἰμι ἕως τῆς συντελείας τοῦ αἰῶνος: τὸ, Ἐπὶ τὴν πέτραν ταύτην οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς: τὸ, Κηρυχθήσεται τὸ Εὐαγγέλιον τοῦτο εἰς πάντα τὰ ἔθνη: τὸ, Λαληθήσεται ὅπου ἂν κηρυχθῇ τὸ Εὐαγγέλιον, καὶ ὃ ἐποίησεν ἡ γυνὴ αὕτη: καὶ ἕτεραι πολλαὶ τούτων πλείους. Πόθεν οὖν ἡ ἀλήθεια τῆς προῤῥήσεως ταύτης, εἴ γε πλάσμα ἦν; πῶς οὐ κατίσχυσαν πύλαι ᾅδου τῆς Ἐκκλησίας; πῶς ἀεὶ μεθ' ἡμῶν ἐστιν ὁ Χριστός; Οὐ γὰρ ἂν, εἰ μὴ μεθ' ἡμῶν ἦν, ἐκράτησεν ἂν ἡ Ἐκκλησία. Πῶς τὸ Εὐαγγέλιον ἐξετάθη πανταχοῦ τῆς οἰκουμένης; Ἱκανοὶ δὲ καὶ οἱ καθ' ἡμῶν εἰρηκότες τὴν ἀρχαιότητα μαρτυρῆσαι τοῖς Βιβλίοις, οἱ περὶ Κέλσον καὶ τὸν Βατανεώτην τὸν μετ' ἐκεῖνον: οὐ γὰρ δὴ τοῖς μετ' αὐτοὺς συντεθεῖσιν ἀντέλεγον: ἄλλως δὲ καὶ ἡ οἰκουμένη πᾶσα, ὁμοφώνως αὐτὸ δεξαμένη. Οὐκ ἂν δὲ, εἰ μὴ Πνεύματος χάρις ἦν, τοσαύτη γέγονε συμφωνία ἀπὸ περάτων εἰς πέρατα τῆς γῆς, ἀλλ' ἑάλωσαν ἂν ταχέως οἱ πλάττοντες, καὶ οὐκ ἂν τοσαῦτα κατορθώματα ἀπὸ πλασμάτων καὶ ψεύδους συνέστη: ἢ οὐχ ὁρᾷς τὴν οἰκουμένην πᾶσαν προσελθοῦσαν; τὴν πλάνην σβεσθεῖσαν; τὴν τῶν μοναχῶν φιλοσοφίαν ὑπὲρ τὸν ἥλιον λάμπουσαν; τοὺς τῶν παρθένων χορούς; τὴν ἐν βαρβάροις εὐλάβειαν; πάντας ὑπὸ ζυγὸν δουλεύοντας ἕνα; Οὐδὲ γὰρ παρ' ἡμῶν ταῦτα προείρηται μόνον, ἀλλὰ καὶ ἄνωθεν παρὰ τῶν προφητῶν. Οὐ γὰρ δήπου καὶ ἐκείνων ἐπιλήψῃ τῶν προῤῥήσεων: παρὰ γὰρ τοῖς ἐχθροῖς τὰ Βιβλία, καὶ παρὰ Ἑλλήνων σπουδασάντων εἰς τὴν Ἑλλάδα μετηνέχθη γλῶτταν. Πολλὰ δὴ καὶ οὗτοι περὶ τούτων προλέγουσι, δεικνύντες ὅτι Θεὸς ἦν ὁ παρέσεσθαι μέλλων. δʹ. Πῶς οὖν οὐ πάντες πιστεύουσι νῦν; Ὅτι ἐπὶ τὸ χεῖρον τὰ πράγματα προῆλθε, καὶ τούτων ἡμεῖς αἴτιοι: λοιπὸν γὰρ καὶ πρὸς ἡμᾶς ὁ λόγος. Οὐ γὰρ δήπου σημείοις καὶ τότε ἐπίστευον μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ βίου πολλοὶ τῶν προσιόντων ἐνήγοντο. Λαμψάτω γὰρ ὑμῶν τὸ φῶς, φησὶν, ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Τότε οὖν Πάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ' εἶχον ἅπαντα κοινὰ, καὶ διεδίδοτο ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχε, καὶ βίον ἔζων ἀγγελικόν. Καὶ νῦν ἂν γένηται τοῦτο, τὴν οἰκουμένην ἐπιστρέψομεν ἅπασαν καὶ σημείων χωρίς. Τέως δὲ οἱ βουλόμενοι σωθῆναι, προσεχέτωσαν ταῖς Γραφαῖς: εὑρήσουσι γὰρ ἐκεῖ καὶ ταῦτα, καὶ τὰ τούτων πλείονα κατορθώματα. Καὶ γὰρ οἱ διδάσκαλοι αὐτοὶ ὑπερέβαινον τὰ ἐκείνων, ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι διάγοντες. Ἡμεῖς δὲ βουλόμεθα πολλῆς ἀπολαύειν τρυφῆς καὶ ἀναπαύσεως καὶ ἀδείας: ἀλλ' οὐκ ἐκεῖνοι, ἀλλ' ἐβόων, Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν. Καὶ ὁ μὲν ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ ἔτρεχεν, ὁ δὲ εἰς τὴν Ἰνδῶν, ὁ δὲ εἰς τὴν Μαύρων, ἄλλος δὲ πρὸς ἄλλα μέρη τῆς οἰκουμένης: ἡμεῖς δὲ οὐδὲ τῆς πατρίδος ἐξελθεῖν τολμῶμεν, ἀλλὰ τρυφὴν ζητοῦμεν καὶ οἰκίας λαμπρὰς καὶ πᾶσαν τὴν ἄλλην ἀφθονίαν. Τίς γὰρ ἐλίμωξεν ἡμῶν ποτε διὰ τὸν τοῦ Θεοῦ λόγον; τίς ἐν ἐρήμῳ γέγονε; τίς ἀποδημίαν ἐστείλατο μακράν; τίς τῶν διδασκάλων ἐκ τῶν χειρῶν ζῶν ἑτέροις ἐπεκούρησε; τίς θάνατον ὑπέμεινε καθημερινόν; Ἐντεῦθεν καὶ οἱ μεθ' ἡμῶν ὄντες ῥᾳθυμότεροι γίνονται. Καὶ γὰρ εἰ στρατιώτας τις εἶδε καὶ στρατηγοὺς λιμῷ καὶ δίψει καὶ θανάτῳ καὶ πᾶσι τοῖς δεινοῖς παλαίοντας, καὶ κρυμὸν καὶ κινδύνους καὶ πάντα φέροντας καθάπερ λέοντας, καὶ κατορθοῦντας: εἶτα μετὰ ταῦτα ἐκλύσαντας τὴν φιλοσοφίαν ἐκείνην. καὶ μαλακωτέρους γενομένους, καὶ χρημάτων ἐρῶντας, καὶ πραγματείαις καὶ καπηλείαις προσέχοντας, καὶ ἡττωμένους ὑπὸ τῶν πολεμίων, ἐσχάτης ἦν ἀνοίας τὴν αἰτίαν τούτων ζητεῖν. Τοῦτο δὴ καὶ ἐφ' ἡμῶν καὶ τῶν προγόνων λογισώμεθα: καὶ γὰρ πάντων ἐγενόμεθα ἀσθενέστεροι, τῷ παρόντι προσηλωμένοι βίῳ. Κἂν εὑρεθῇ τις ἴχνος ἔχων τῆς παλαιᾶς φιλοσοφίας, τὰς πόλεις ἀφεὶς καὶ τὰς ἀγορὰς καὶ τὸ ἐν μέσῳ στρέφεσθαι καὶ τοὺς ἄλλους ῥυθμίζειν, τὰ ὄρη καταλαμβάνει: κἂν ἔρηταί τις τῆς ἀναχωρήσεως τὴν αἰτίαν, εὑρίσκει πρόφασιν συγγνώμην οὐκ ἔχουσαν. Ἵνα γὰρ μὴ παραπόλωμαι, φησὶ, μηδὲ ἀμβλύτερος γένωμαι τὴν ἀρετὴν, ἀποπηδῶ. Καὶ πόσῳ βέλτιον ἀμβλύτερόν σε γενέσθαι καὶ τοὺς ἄλλους κερδᾶναι, ἢ μένοντα ἐν ὕψει περιιδεῖν ἀπολλυμένους τοὺς ἀδελφούς; Ὅταν μὲν οὖν οἱ μὲν ἀρετῆς ἀμελῶσιν, οἱ δὲ ἐπιμελούμενοι πόῤῥω τῆς παρατάξεως γίνωνται, πόθεν αἱρήσομεν τοὺς ἐχθρούς; Εἰ γὰρ καὶ σημεῖα ἦν νῦν, τίς ἂν ἐπείσθη; ἢ τίς ἂν προσέσχεν ἡμῖν τῶν ἔξωθεν. τῆς κακίας οὕτως ἐπιπολαζούσης; Καὶ γὰρ ὁ ὀρθὸς βίος ἡμῶν ἀξιοπιστότερος τοῖς πολλοῖς εἶναι δοκεῖ. Σημεῖα μὲν γὰρ, παρὰ τῶν ἀναισχύντων καὶ πονηρῶν ἀνθρώπων καὶ ὑπόνοιαν δέξεται πονηράν: βίος δὲ καθαρὸς καὶ αὐτὸ τοῦ διαβόλου τὸ στόμα μετὰ πολλῆς τῆς περιουσίας ἐμφράξαι δυνήσεται. Ταῦτα καὶ ἄρχουσι λέγω καὶ ἀρχομένοις, καὶ πρὸ τῶν ἄλλων ἐμαυτῷ, ἵνα βίον ἐπιδειξώμεθα θαυμαστὸν, καὶ συντάξαντες ἑαυτοὺς, πάντων τῶν παρόντων ὑπερίδωμεν. Καταφρονήσωμεν χρημάτων, καὶ μὴ καταφρονήσωμεν γεέννης: ὑπερίδωμεν δόξης, καὶ μὴ ὑπερίδωμεν σωτηρίας: ὑπομείνωμεν ἐνταῦθα κάματον καὶ πόνον, ἵνα μὴ ἐμπέσωμεν ἐκεῖ εἰς κόλασιν. Οὕτω τοῖς Ἕλλησι πολεμήσωμεν, οὕτως αὐτοὺς αἰχμαλωτίσωμεν αἰχμαλωσίαν ἐλευθερίας ἀμείνω. Ἀλλὰ ταῦτα μὲν λέγεται παρ' ἡμῶν συνεχῶς καὶ πολλάκις, γίνεται δὲ ὀλιγάκις. Πλὴν ἀλλ' ἐάν τε γένηται ταῦτα, ἄν τε μὴ γένηται, δίκαιον διὰ τῶν τοιούτων συνεχῶς ὑπομιμνήσκειν. Εἰ γὰρ διὰ τῆς χρηστολογίας ἐξαπατῶσί τινες, πολλῷ μᾶλλον τοὺς πρὸς τὴν ἀλήθειαν ἐπανάγοντας δίκαιον μὴ ἀποκαμεῖν τὰ συμφέροντα λέγοντας. Εἰ γὰρ οἱ ἀπατῶντες τοσούτοις κέχρηνται μηχανήμασι: καὶ γὰρ χρήματα ἀναλίσκουσι, καὶ λόγους προσάγουσι, καὶ κινδύνους ὑπομένουσι, καὶ προστασίας ἐπιδείκνυνται: πολλῷ μᾶλλον ἡμᾶς τοὺς ἀπάτης ἀπάγοντας, καὶ κινδύνους, καὶ θανάτους, καὶ πάντα ὑπομένειν χρὴ, ἵνα καὶ ἑαυτοὺς καὶ τοὺς ἄλλους κερδάναντες, καὶ τοῖς ἐναντίοις ἀκαταγώνιστοι γενόμενοι, τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.