1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

3

αὐτοῦ τὸ πῦρ τὸ αἰώνιον. ἡ οὖν ὑπερηφανία ἐν τῷ διαβόλῳ ἐστίν, ἡ δὲ ταπεινο φροσύνη ἐν τῷ Χριστῷ· αὐτὸς γὰρ ὁ κύριος λέγει, ὅτι «ὁ θέλων ἐν ἡμῖν εἶναι μέγας ἔστω πάντων δοῦλος.» ὁ γὰρ Θεὸς τῶν ταπεινῶν ἐστιν.

6 Ἀγαπήσωμεν σφόδρα τὴν νηστείαν· μέγα γὰρ φυλακτή ριόν ἐστιν ἡ νηστεία καὶ ἡ προσευχὴ καὶ ἡ ἐλεημοσύνη· ἐκ θανάτου γὰρ ῥύονται τὸν ἄνθρωπον. ὥσπερ γὰρ διὰ βρώματος καὶ παρακοῆς ἐξεβλήθη ὁ Ἀδὰμ ἐκ τοῦ παραδείσου, οὕτως πά λιν διὰ νηστείας καὶ ὑπακοῆς ὁ θέλων εἰσέρχεται εἰς τὸν παρά δεισον. ἐν ταύτῃ τῇ ἀρετῇ κόσμησόν σου τὸ σῶμα, ὦ παρθένε, καὶ ἀρέσεις τῷ ἐπουρανίῳ νυμφίῳ· αἱ γὰρ τῷ κόσμῳ συναπτόμεναι καὶ μύροις καὶ θυμιάμασι καὶ εὐωδίαις καὶ ἐν ἱματίοις πολυτελέσι καὶ χρυσῷ καλλωπίζουσαι τὰ σώματα ἑαυτῶν πρὸς τὸ ἀρέσαι τοῖς ἀνθρώποις Θεῷ ἀρέσαι οὐ δύνανται. ὁ δὲ Χριστὸς οὐδὲν τούτων χρῄζει παρὰ σοῦ, εἰ μὴ μόνον καρδίαν κα θαρὰν καὶ σῶμα ἀμόλυντον ὑπωπιαζόμενον ὑπὸ νηστείας. ἐὰν δὲ ἔρχωνταί τινες καὶ λέγωσί σοι, ὅτι μὴ νήστευε πυκνά, εἰ δὲ μή γε, ἀσθενεστέρα γενήσῃ· οὐ πιστεύσεις αὐτοῖς οὐδ' οὐ μὴ ὑπακούσεις αὐτοῖς· ὁ γὰρ ἐχθρὸς αὐτοὺς ὑποβάλλει. μνήσθητι τὸ γεγραμμένον, ὁπότε οἱ τρεῖς παῖδες καὶ ∆ανιὴλ ᾐχμαλωτεύθησαν ὑπὸ Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος καὶ ἄλλα παιδάρια μετ' αὐτῶν, καὶ ἔταξεν αὐτοὺς ὁ βασιλεὺς ἐσθίειν ἀπὸ τῆς τρα πέζης αὐτοῦ καὶ πίνειν ἀπὸ τοῦ οἴνου αὐτοῦ· ∆ανιὴλ δὲ καὶ οἱ τρεῖς παῖδες οὐκ ἤθελον αὐτοὶ ἀλισγηθῆναι ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως, ἀλλὰ λέγουσι τῷ εὐνούχῳ τῷ παραλαβόντι αὐτούς· «δὸς ἡμῖν ἀπὸ τῶν σπερμάτων τῆς γῆς, καὶ φαγόμεθα.» Καὶ λέγει αὐτοῖς ὁ εὐνοῦχος· φοβοῦμαι ἐγὼ τὴν βρῶ σιν ὑμῶν καὶ τὴν πόσιν, μήποτε ὀφθῶσι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ ἐνώπιον τοῦ βασιλέως παρὰ πάντα τὰ παιδάρια τὰ ἐσθίοντα ἐκ τῆς τραπέζης τοῦ βασιλέως καὶ καταδικάσει με· εἶπον δὲ αὐτῷ πείρασον τοὺς δούλους σου ἡμέρας ὡσεὶ δέκα, καὶ δὸς ἡμῖν· καὶ ἔδωκεν αὐτοῖς ὄσπρια φαγεῖν καὶ ὕδωρ πιεῖν· καὶ εἰσήγαγεν αὐτοὺς ἐνώπιον τοῦ βασιλέως, καὶ ὤφθησαν αἱ ἰδέαι αὐτῶν ἐκλεκταὶ παρὰ τὰ παιδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασιλέως.

7 Ὁρᾷς τί ποιεῖ ἡ νηστεία· καὶ νόσους θεραπεύει καὶ ῥεύ ματα σωματικὰ ξηραίνει καὶ δαίμονας ἐκβάλλει καὶ λογισμοὺς πονηροὺς ἀποδιώκει καὶ τὸν νοῦν λαμπρότερον ποιεῖ καὶ καρ δίαν καθαρὰν καὶ σῶμα ἡγιασμένον καὶ τῷ θρόνῳ τοῦ Θεοῦ παρίστησι τὸν ἄνθρωπον· καὶ, ἵνα μὴ νομίσῃς, ὅτι ταῦτα ἁπλῶς λέγονται, ἔχεις μαρτυρίαν ἐν τοῖς εὐαγγελίοις παρὰ τοῦ σωτῆρος εἰρημένην· ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· κύριε, δεῖξον ἡμῖν, ποίῳ τρόπῳ τὰ ἀκάθαρτα πνεύματα φυγα δεύονται. εἶπεν δὲ ὁ κύριος· «τοῦτο τὸ γένος οὐκ ἐκβάλλεται, εἰ μὴ ἐν νηστείαις καὶ προσευχαῖς.» πᾶς οὖν ὁ ὑπὸ πνεύματος ἀκαθάρτου ὀχλούμενος, ἐὰν νοήσῃ καὶ χρήσηται τῷ φαρμάκῳ τούτῳ, λέγω δὴ τῇ νηστείᾳ, εὐθὺς τὸ πνεῦμα τὸ πονηρὸν στενοχωρούμενον ἀναχωρεῖ, φοβούμενον τὴν νηστείαν. πάνυ γὰρ τέρπονται οἱ δαίμονες τῇ κραιπάλῃ καὶ τῇ ἀναπαύσει τοῦ σώματος. μεγάλη δύναμις νηστεία, καὶ μεγάλα κατορθώματα γίνεται δι' αὐτῆς, ἐπεὶ πόθεν καὶ οἱ ἄνθρωποι μεγάλας δυνάμεις ἐπιτελοῦσι, καὶ σημεῖα δι' αὐτῶν γίνεται, καὶ ἰάματα τοῖς κάμνουσι δι' αὐτῶν δωρεῖται ὁ Θεὸς, εἰ μὴ πάντως δι' ἀσκή σεως καὶ ταπεινοφροσύνης καὶ πολιτείας ἀγαθῆς; νηστεία γὰρ ἀγγέλων βίος ἐστί, καὶ ὁ χρώμενος αὐτῇ ἀγγελικὴν τάξιν ἔχει. καὶ μὴ νομίσῃς, ἀγαπητέ, ὅτι οὕτως ἁπλῶς ἐστιν ἡ νηστεία· οὐ γὰρ ὁ νηστεύων ἀπὸ βρωμάτων μόνον ἐκεῖνος κατώρθωσεν, ἀλλ' ὁ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, τούτῳ λογίζεται ἡ νηστεία· ἐὰν γὰρ νηστεύσῃς καὶ μὴ τηρήσῃς τὸ στόμα σου λαλῆσαι λόγον πονηρὸν ἢ ὀξυχολίαν ἢ κεῦδος ἢ ἐπι ορκίαν ἢ καταλαλήσῃς κατὰ τοῦ πλησίον σου· ἐὰν ταῦτα ἐξέλθῃ ἐκ τοῦ στόματος τοῦ νηστεύοντος, οὐδὲν ὠφέλησεν, ἀλλὰ καὶ ὅλον τὸν κόπον αὐτοῦ