δεσμοῖς ἀλύτοις, εἰς γῆν σκοτεινὴν καὶ ζοφερὰν, εἰς τὰ κατώτερα μέρη, ἐν τοῖς καταχθονίοις δεσμωτηρίοις, καὶ φυλακαῖς τοῦ ᾅδου· ἔνθα τυγχάνουσιν ἀποκεκλεισμέναι αἱ ψυχαὶ τῶν ἁμαρτωλῶν, τῶν ἀπ' αἰῶνος κεκοιμημένων, καθώς φησιν ὁ Ἰακώβ· εἰς γῆν σκοτεινὴν καὶ ζοφερὰν, εἰς γῆν σκότους αἰωνίου οὐκ ἐπίφεγγος, οὐδὲ ζωὴ βροτῶν, ἀλλ' ὀδύνη αἰώνιος, καὶ λύπη ἀτελεύτητος, καὶ κλαυθμὸς ἄπαυστος, καὶ βρυγμὸς ὀδόντων ἀσίγητος, καὶ στεναγμοὶ ἀκοίμητοι· ἐκεῖ οὐαὶ διαπαντὸς, ἐκεῖ οἴμοι, οἴμοι! ἐκεῖ κράζουσι, καὶ οὐκ ἔστιν ὁ βοηθῶν· βοῶσι, καὶ οὐδείς ἐστιν ὁ ῥυόμενος· οὐκ ἔστι διηγήσασθαι τὴν ἀνάγκην ἐκείνην· οὐκ ἔστιν εἰπεῖν διὰ γλώττης τὰς ὀδύνας τῶν ἐκεῖσε 77.1077 κατακειμένων καὶ ἀποκεκλεισμένων ψυχῶν ἀδυνατεῖ πᾶν στόμα ἀνθρώπου φανερῶσαι τὸν φόβον καὶ τὸν τρόμον ἐκεῖνον· οὐκ ἕνι χείλη ἀνθρώπου ἰσχύοντα εἰπεῖν τὴν περίστασιν, καὶ τὸν κλαυθμὸν αὐτῶν· στενάζουσι διηνεκῶς καὶ ἀπαύστως, ἀλλ' οὐδεὶς ὁ ἐλεῶν· κράζουσιν ἐκ βάθους, ἀλλ' οὐδεὶς ὁ εἰσακούων· ἀποδύρονται, ἀλλ' οὐδεὶς ὁ ῥυόμενος· ἀνακαλοῦνται, καὶ κόπτονται, ἀλλ' οὐδεὶς ὁ σπλαγχνιζόμενος. Τότε ποῦ ἡ καύχησις τοῦ κόσμου τούτου; ποῦ ἡ κενοδοξία; ποῦ ἡ τρυφή; ποῦ ἡ ἀπόλαυσις; ποῦ ἡ σπατάλη; ποῦ ἡ φαντασία; ποῦ ἡ ἀνάπαυσις; ποῦ ὁ κόσμος; ποῦ τὰ χρήματα; ποῦ ἡ εὐγένεια; ποῦ τότε ἡ τερπνότης; ποῦ ἡ ἀνδρεία τῆς σαρκός; ποῦ τὸ κάλλος τῶν γυναικῶν τὸ ψευδὲς καὶ ἀνωφελές; ποῦ τότε ἡ παῤῥησία ἡ ἀναιδὴς καὶ ἀναίσχυντος; ποῦ τότε ὁ καλλωπισμὸς τῶν ἱματίων; ποῦ ἡ ἡδονὴ τῆς ἁμαρτίας ἡ ἀκάθαρτος καὶ σιφνή; ποῦ ὁ τὴν βδελυρὰν τῶν ἀνέρων κοίτην, ἡδονὴν ἡγούμενος; ποῦ οἱ τὰ μύρα καὶ τὰ ἀλείμματα ἀλειφόμενοι καὶ καπνιζόμενοι; ποῦ οἱ μετὰ τυμπάνων καὶ κιθάρας τὸν οἶνον πίνοντες; ποῦ τότε ἡ καταφρόνησις τῶν ἐν ἀφοβίᾳ ζώντων; ποῦ ἡ φιλαργυρία, καὶ ἡ φιλοχρηματία, καὶ ἡ ἐξ αὐτῶν ἀσπλαγχνία; ποῦ τότε ἡ ἀπάνθρωπος ὑπερηφανία ἡ πάντα βδελυσσομένη, καὶ ἑαυτὴν λογιζομένη εἶναί τι; ποῦ τότε ἡ κενὴ καὶ ματαία τῶν ἀνθρώπων δόξα; ποῦ ἡ λαγνεία καὶ ἡ ἀκολασία; ποῦ ἡ δυναστεία, καὶ ἡ τυραννίς; ποῦ τότε βασιλεύς; ποῦ ἄρχων; ποῦ ἡγούμενος; ποῦ οἱ ἐπ' ἐξουσιῶν; ποῦ οἱ γαυριῶντες ἐπὶ πλήθει πλούτου, καὶ πτωχοὺς μὴ ἐλεοῦντες, καὶ τοῦ Θεοῦ καταφρονοῦντες; ποῦ τὰ θέατρα, καὶ τὰ κυνήγια; ποῦ τότε οἱ μετεωριζόμενοι, καὶ μετριάζοντες, καὶ ἀμερίμνως βιοῦντες; ποῦ τὰ μαλακὰ ἐνδύματα, καὶ αἱ στρωμναὶ αἱ μαλακαὶ, καὶ ἁπαλαί; ποῦ αἱ ὑψηλαὶ οἰκοδομαὶ, καὶ τὸ εὗρος τῶν στοῶν; ποῦ οἱ ἐν ἀφοβίᾳ ζήσαντες;
Τότε ἰδόντες, θαυμάσουσι καὶ φρίξουσι, καὶ καταπλαγέντες ὀλολύξουσι, ταραχθέντες σαλευθῶσι· τρόμος αὐτοὺς ἐπιλάβοι, καὶ ὠδῖνες ὡσεὶ τικτούσης, ἐν πνεύματι βιαίῳ συντριβήσονται ἀφανιζόμενοι. Ποῦ τότε ἡ σοφία τῶν σοφῶν; ποῦ τῶν ῥητόρων ἡ εὐγλωττία, καὶ τὰ μάταια αὐτῶν πανουργεύματα; Οὐαὶ, οὐαί! ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη. Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Ὦ ἀδελφοὶ, ἀναλογίσασθε ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς διδόντας λόγον καθ' ἒν ὧν ἐπράξαμεν, εἴτε μεγάλων εἴτε μικρῶν· μέχρι γὰρ τοῦ ἀργοῦ λόγου, ἀπολογίαν δώσομεν τῷ δικαίῳ κριτῇ. Ποταποὺς δεῖ ἡμᾶς εἶναι ἐν τῇ ὥρᾳ ἐκείνῃ; Ἐὰν δὲ εὕρωμεν χάριν ἐνώπιον τοῦ Θεοῦ, οἵα χαρὰ δέχηται ἡμᾶς ἀφοριζομένους ἐκ δεξιῶν τοῦ Βασιλέως! Ποταποὺς δεῖ εἶναι ἡμᾶς εἰς τὴν χαρὰν ἐκείνην τὴν ἀνεκλάλητον, ὅτ' ἂν εἴπῃ ὁ Βασιλεὺς τῶν βασιλευόντων, τοῖς ἐκ δεξιῶν αὐτοῦ μετὰ ἱλαρότητος· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.
Τότε κατακληρονομήσομεν ἐκεῖνα τὰ ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Τότε λοιπὸν ἀμέριμνοί ἐσμεν, μηκέτι πτοούμενοι μηδεμίαν πτόησιν. Ἀναλογισώμεθα 77.1080 δὲ ταῦτα, καὶ τὴν τῶν ἁμαρτωλῶν ἀτελεύτητον