1

 2

 3

 4

 5

 6

 7

 8

 9

3

αὐτὴν μαρτυρήσας ὁμολογίαν, βυθοῖς θαλάσσης παραδοθῆναι κελεύεται. 4.14 τὰ δὲ ἐπὶ τούτοις πραχθέντα εὖ οἶδα ἀπιστηθήσεσθαι παρὰ τοῖς μὴ ὄψει τὸ ἔργον παρειληφόσιν, ὦτα γὰρ ἀνθρώποις ἀπιστότερα πέφυκεν εἶναι ὀφθαλμῶν· ὅμως δὲ οὐ παρὰ τοῦτο δίκαιον ἡμᾶς λήθῃ παραδοῦναι τὸ θαῦμα, οἵ τε μάρτυρες ἡμῖν τῆς ἱστορίας πάντες, ὡς ἔπος εἰπεῖν, οἱ τὴν Καισαρέων πόλιν οἰκοῦντες γεγόνασιν· οὐδεμία γοῦν ἡλικία τῆς παραδόξου ταύτης ἀπελείφθη θέας. 4.15 ὡς γὰρ κατὰ τὸν τοῦ πελάγους βυθὸν ἔρριπτον τὸν τοῦ θεοῦ ἄνθρωπον, λίθοις τοὺς πόδας καταδήσαντες, κλόνος οὐχ ὁ τυχὼν σεισμός τε παραχρῆμα καὶ βρασμὸς αὐτήν τε τὴν θάλατταν καὶ τὸ περιέχον ἅπαν διέχει κίνησίς τε μεγίστη τὴν πόλιν ἅπασαν ἐκίνει· ἅμα δὲ τῷ παραδόξῳ τοῦ θείου μάρτυρος τὸ νεκρὸν σῶμα, ὡς οὐ φέρειν αὐτὸ δυναμένη, πρὸ τῶν τῆς πόλεως ἐκβράττει πυλῶν ἡ θάλαττα. προύκειτο δὴ θέαμα πονηρὸν πρὸς αὐτοῖς τοῖς προπύλοις τῆς πόλεως ὁ νεκρός, καὶ πολὺς ἦν διαχῶν τὸ πᾶν ἐπῃωρημένος ἐκ θεοῦ σεισμός, δεινὴν τοῖς πᾶσιν ἀπειλῶν ὀργήν. ὡς δὲ ἀπηγγέλη τὸ γεγονὸς τοῖς τὴν πόλιν οἰκοῦσιν, δρομάδην ὁμοῦ πάντες πρὸ τῶν πυλῶν ἐπὶ τὴν ἱστορίαν ἐχώρουν, παῖδες, ἄνδρες, πρεσβύται θηλειῶν τε ὁμοίως πᾶσα ἡλικία μέχρι καὶ τῶν ἀφανῶν καὶ τῶν θαλαμευομένων εἰς ἔτι τε παρθενευομένων, πάντες τε καὶ πᾶσαι τὸν ἕνα καὶ μόνον θεὸν τῶν Χριστιανῶν ὡμολόγουν. τοιούτου μὲν δὴ τέλους τὸ κατὰ τὸν θαυμάσιον Ἀπφιανὸν ἔτυχε δρᾶμα· Ξανθικοῦ μηνὸς δευτέρᾳ πρὸ δ' Νωνῶν Ἀπριλλίων ἡ τοῦδε μνήμη τελεῖται· 5.2 ἀδελφὰ δ' αὐτῷ μικρὸν τῷ χρόνῳ ὕστερον ὁ ὁμοπάτριος ἀδελφὸς ἔπασχεν τοὔνομα Αἰδέσιος. οὗτος μὲν δὴ καὶ πρὸ τῆς τοῦ ἀδελφοῦ κατὰ θεὸν ὁρμῆς φθάνει φιλοσοφίᾳ ἑαυτὸν ἐπιδιδούς. καὶ γὰρ λόγων μετεῖχεν παντοίων καὶ παιδείας οὐ τῆς Ἑλλήνων μόνον, ἀλλὰ δὴ καὶ τῆς Ῥωμαίων ἧπτο, τῆς τε Παμφίλου διατριβῆς πλείονι χρόνῳ μετέσχηκεν. καὶ δὴ οὗτος μετὰ πλείστας ὁμολογίας πολυχρονίους τε δεσμωτηρίων κακώσεις πρῶτα μὲν τοῖς κατὰ Παλαιστίνην παραδίδοται χαλκοῦ μετάλλοις· 5.3 εἶτα μετὰ τὴν ἐν τούτοις κακοπάθειαν γίνεται ἐπὶ τῆς Ἀλεξανδρέων πόλεως, Ἱεροκλεῖ δὲ παρατυχών, ὃς τὴν Αἴγυπτον ἐξουσίᾳ τῇ ἑαυτοῦ πᾶσαν διεῖπεν, Χριστιανοῖς δικάζοντι, ὡς συνεῖδεν πέρα τῶν προσηκόντων θεσμῶν ἐμπαροινοῦντα τοῖς τοῦ θεοῦ μάρτυσιν παρθένους τε ἁγίας θεοῦ πορνοτρόφοις ἐπ' ἀσελγείᾳ καὶ ὕβρει τοῦ σώματος παραδιδόντα, οὐχ ὑπομείνας τὴν τῶν πραττομένων θέαν, τῇ ὁμοίᾳ τῷ ἀδελφῷ ἐπιβάλλεται πράξει. ζήλου δ' οὖν πληρωθεὶς ἐνθέου πρόεισιν καὶ λόγῳ καὶ ἔργῳ τὸν Ἱερακλέα καταισχύνει, αὐτοχειρίᾳ πληγὰς ἐντείνας αὐτῷ κατὰ τοῦ προσώπου χαμαί τε βαλὼν ὕπτιον ἐπὶ τῆς γῆς τύπτων τε ἅμα καὶ παραινῶν μὴ παρὰ φύσιν τολμᾶν κατὰ τῶν τοῦ θεοῦ δούλων, πολλά τε καὶ ἄλλα εἰπὼν καὶ ἐπὶ τούτοις εὖ μάλα καρτερῶς ὑπομείνας τὰς κατὰ τοῦ σώματος ἐπιτεθείσας αὐτῷ βασάνους, τὴν ἀδελφικὴν ἀπηνέγκατο θαλάττῃ παραδοθεὶς τελευτήν. ἀλλ' οὗτος ἐπὶ τῆς Ἀλεξανδρείας μικρὸν τῷ χρόνῳ ὕστερον τοῦτον διηγωνίσατο τὸν ἆθλον· τῶν δὲ ἐπὶ Παλαιστίνης μαρτύρων μετὰ Ἀπφιανὸν Ἀγάπιος ἐπὶ τὸν ἀγῶνα παρῄει. 7.1 Ἐπὶ πέμπτον μὲν ἔτος ἤδη ὁ καθ' ἡμῶν διωγμὸς παρετείνετο, μὴν δὲ ἦν Ξανθικός, ἡμέρα τούτου βʹ, ἡ δ' αὐτὴ ἂν εἴη πρὸ δʹ Νωνῶν Ἀπριλλίων· καί τις ἱερὰ καὶ παναγία κόρη τῶν ἀπὸ Τύρου τῷ τοῦ θεοῦ παιδὶ παρθενευομένη, οὐδὲ ὅλων ἐτῶν ὀκτωκαίδεκα, δεσμίοις ὁμολογηταῖς θεοῦ τῶν ἡγεμονικῶν δικαστηρίων προκαθημένοις μέλλουσίν τε αὐτίκα μάλα παρίστασθαι τῷ δικαστῇ πρόσεισιν φιλοφρονουμένη, μεμνῆσθαί τε αὐτῆς παρακαλεῖ τοῦ σκοποῦ τυχόντας. 7.2 ἐπεὶ δὲ τοῦτο ἔπραξεν, ὥσπερ ἔκθεσμόν τι καὶ ἀνόσιον διαπραξαμένην συναρπάζουσι στρατιῶται παραχρῆμά τε τῷ Οὐρβανῷ προσάγουσιν· τότε γὰρ ἔτι τὴν Παλαιστινῶν διεῖπεν ἀρχήν. ἀλλ' οὗτος οὐκ οἶδ' ὅ τι παθών, ὥσπερ τὰ μέγιστα πρὸς τῆς κόρης ἠδικημένος, παραχρῆμα θυμοῦ καὶ λύττης