3
οὖν τῶν ἔξωθεν, ἢ διηγουμένων ἤκουε, καὶ τὸ θαῦμα ἑώρα παρ' ἑαυτῷ, ἢ τῷ πλησίον γινόμενον, κατάστε ρος ὢν, ἢ ἐκεῖνον ὁρῶν τοιοῦτον ἐν τοῖς ἐσθήμασι, πάσης ἱστουργικῆς ψηφῖδος ἢ περιέργου ζωγρα φίας ποικιλώτερον. Ἐκ τούτου τί γίνεται; Το σαύτη τῶν ὁρωμένων κατάπληξις, ὡς μικροῦ μὲν ἅπαντας ὥσπερ ἐξ ἑνὸς συνθήματος καὶ μιᾶς φωνῆς τὸν τῶν Χριστιανῶν ἀνακαλεῖσθαι Θεὸν, εὐ φημίαις τε πολλαῖς καὶ ἱκεσίαις αὐτὸν ἐξιλάσκεσθαι· πολλοὺς δὲ οὐκ εἰς ἀναβολὰς, ἀλλὰ παρ' αὐτὰ τῶν συμβάντων προσδραμόντας τοῖς ἱερεῦσιν ἡμῶν, καὶ πολλὰ καταδεηθέντας τῆς τε Ἐκκλησίας γενέσθαι μέρος, καὶ μυηθῆναι τὰ τελεώτερα, τῷ ἱερῷ καθαγνισθέντας βαπτίσματι, καὶ διὰ τὸν φόβον ὠφεληθέντας.
Ηʹ. Εἶχε μὲν οὖν οὕτω ταῦτα· ὁ δὲ, ταῖς κατὰ μι κρὸν μανίαις οἰστρηλατούμενος καὶ δονούμενος, ἐπὶ αὐτὸ τὸ κεφάλαιον ἀπαντᾷ τῶν ἑαυτοῦ συμφορῶν. Ὡς γὰρ κατὰ νοῦν ἔχειν αὐτῷ τὰ Χριστιανῶν ᾤετο, καὶ οἷς ἤδη κατείργαστο, τὸ καὶ πᾶν ἁλωτὸν εἶναι 35.673 θελήσαντι μόνον ἐλπίσας, καί τινα κατὰ τῶν ἑσπερίων βαρβάρων εὐημερίαν ἁρπάσας, μίαν βου λεύεται ταύτην βουλὴν συνετωτάτην τε καὶ φιλανθρω ποτάτην. Ἄρας διττὸν ἐνθένδε στρατὸν, τὸν μὲν ὁπλιτῶν, τὸν δὲ τῶν ἀγόντων αὐτὸν δαιμόνων, ᾧ καὶ μᾶλλον εἶχε θαῤῥεῖν, ἐπὶ Πέρσας στρατεύει, θράσους ἀλογίᾳ μᾶλλον ἢ ῥώμης ἀσφαλείᾳ πιστεύσας· καὶ οὐδ' ἐκεῖνο συνιδεῖν δυνηθεὶς ὁ σοφώτατος, ὅτι θάρσος καὶ θράσος, κἂν εἰ τοῖς ὀνόμασι πλησιάζοι, πλεῖστον ἀλλήλων τῇ δυνάμει κεχώρισται, ἀνδρίᾳ τε ἣν φαμὲν καὶ ἀνανδρίᾳ. Τὸ μὲν γὰρ ἐν τοῖς τολμητέοις θαῤῥεῖν ἀνδρίας ἐστὶν, ὥσπερ τὸ ὑφίεσθαι δειλίας· οὗ δὲ πλείων ὁ κίνδυνος, ὁμόσε χωρεῖν καὶ ὠθίζεσθαι, ἀλλὰ μὴ κατέχεσθαι, θράσους, ὥσπερ τὸ ὑποχωρεῖν ἀσφα λείας. Καὶ οὐ τοῦ αὐτοῦ λόγου θετέον φυλάξαι τὰ ὄντα, καὶ τῶν οὐκ ὄντων τι προσλαβεῖν· τὸ μὲν γὰρ μάλιστα καὶ πρῶτον τοῖς νοῦν ἔχουσι τιμητέον· τὸ δὲ, ἂν μὲν ὑπάρχῃ μετὰ ῥᾳστώνης, δεκτέον· ἂν δὲ ἀντιπίπτῃ, περιοπτέον. Ὁ δὲ ὑπὲρ τοῦ κτήσασθαί τι τῶν ἐλπιζομένων πᾶσι τοῖς ὑπάρχουσι κινδυνεύων λίαν ἀνόητος. Καί μοι προσεοικέναι δοκεῖ πύκτῃ κακῷ τὴν τέχνην, πρὶν τὴν στάσιν εὖ θέσθαι, προ βαλλομένῳ· ἢ κυβερνήτῃ λελυμένης αὐτῷ τῆς νηὸς, καὶ οὐ πλοΐμως ἐχούσης, ναῦν καταδύοντι πολεμίαν, ἢ καταδύειν ἐσπουδακότι. Ὧν μοι δοκεῖ μηδὲν ἐκεῖνος ἐνθυμηθεὶς, ἐγχειρεῖν ἀπερισκέπτως τοῖς ἐγνωσμένοις, ἔτι τῶν Ῥωμαϊκῶν ὠδινόντων αὐτῷ, καὶ κακῶς διακειμένων τῷ διωγμῷ μά λιστα, τὴν ἀλλοτρίαν περινοῶν· καὶ Σαλμωνεὺς εἶναί τις ἐκ βύρσης βροντῶν, πρὸς τοὺς Τραϊανοὺς βλέ πων ἐκείνους καὶ τοὺς Ἀδριανοὺς, ὧν οὐχ ἧττον τῆς ἀνδρείας τὸ ἀσφαλὲς ἐθαυμάζετο. Τὸν Κάρον δὲ οὐκ ἐνενόει ἐκεῖνον, οὐδὲ τὸν Οὐαλεριανὸν, οἳ δίκας ἔδοσαν ὁρμῆς ἀλογίστου, ἵν', ὅ φησιν ἡ τραγῳδία, μὴ ὀνειδίζω τὰς τύχας, ἐν Περσῶν ὅροις, ἐν ἀκμῇ τῆς εὐτυχίας καταλυθέντες.
Θʹ. Ἀλλ' οὖν ἔδοξε ταῦτα, καὶ τῆς ὁρμῆς ἦν πᾶσαν μαντείας καὶ γοητείας, ῥητῆς τε καὶ ἀῤῥήτου 35.676 θυσίας τερατείαν εἰς ἓν ἀγαγὼν, ἵν' ἐν βραχεῖ πᾶσα καταλυθῇ. Καὶ τὸ καλλιέρημα ὡς μέγα καὶ ὑπερ φυὲς, ὦ Χριστὲ, καὶ Λόγε, καὶ πάθη τοῦ ἀπα θοῦς, καὶ κόσμου παντὸς μυστήριον! ὅλον τὸ Χριστιανῶν γένος παραστῆναι τοῖς δαίμοσιν, εἰ τοῦ προκειμένου κρατήσειε. Τὰ μὲν οὖν πρῶτα τῆς ἐγ χειρήσεως αὐτῷ, καὶ λίαν νεανικὰ, καὶ πολλοῖς τῶν τὰ ἐκείνου φρονούντων περιβοώμενα ταῦτα. Τὴν γὰρ τῶν Ἀσσυρίων ὅσην διαῤῥέων ὁ Εὐφράτης, καὶ τὴν Περσίδα παραμειβόμενος, ἐκεῖσε τῷ Τίγριδι μίγνυ ται, ταύτην ἑλὼν καὶ τεμὼν, καί τινα τῶν φρουρίων ἐξελὼν κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν, εἴτ' οὖν λαθὼν διὰ τὸ τῆς ἐφόδου τάχος, εἴτε ὑπὸ Περσῶν οὕτω στρατηγούμενος, καὶ κατὰ μικρὸν ὑπαγόμενος εἰς τοὔμπροσθεν (λέγεται γὰρ ἀμφότερα), οὕτω γοῦν προϊὼν, καὶ τῷ στρατῷ παρα πορευομένῳ, καὶ ταῖς ναυσὶ διὰ τοῦ ποταμοῦ σιτη γούσαις τε καὶ σκευαγωγούσαις,