3
ἀκούων, ἄλλο τι ἢ τὸν τῆς κιθάρας δη μιουργὸν καὶ τὸν κιθαρῳδὸν ἐννοήσει, καὶ πρὸς αὐτὸν ἀναδραμεῖται τῇ διανοίᾳ, κἂν ἀγνοῶν τύχῃ ταῖς ὄψεσιν. οὕτω καὶ ἡμῖν τὸ ποιη τικὸν δῆλον, καὶ τὸ κινοῦν καὶ τηροῦν τὰ πεποιημένα, κἂν μὴ διανοίᾳ περιλαμβάνηται· καὶ λίαν ἀγνώμων ὁ μὴ μέχρι τούτων προιὼν ἑκουσίως καὶ ταῖς φυσικαῖς ἑπόμενος ἀποδείξεσιν. ἀλλ' οὐδὲ τοῦτο εἶναι θεόν, ὅπερ ἐφαντάσθημεν, ἢ ἀνετυπωσάμεθα, ἢ λόγος ὑπέγραψεν. εἰ δέ τις ἐν περινοίᾳ τούτου ποτὲ κἂν ἐπὶ ποσὸν ἐγένετο, τίς ἡ ἀπόδειξις; τίς οὕτως εἰς ἔσχατον σοφίας ἀφίκετο; τίς τοσούτου χαρίσματος ἠξιώθη ποτέ; τίς οὕτω τὸ στόμα τῆς διανοίας ἤνοιξε καὶ εἵλκυσε πνεῦμα, ἵνα τῷ τὰ πάντα ἐρευνῶντι καὶ γινώσκοντι καὶ τὰ βάθη τοῦ θεοῦ πνεύματι θεὸν καταλάβῃ, καὶ μηκέτι τοῦ πρόσω δέηται, τὸ ἔσχατον ὀρεκτὸν ἔχων ἤδη, καὶ εἰς ὃ πᾶσα σπεύδει καὶ πολιτεία τοῦ ὑψηλοῦ καὶ διάνοια;
7 Τί γάρ ποτε ὑπολήψῃ τὸ θεῖον, εἴπερ ὅλαις ταῖς λογικαῖς πιστεύεις ἐφόδοις; ἢ πρὸς τί σε ὁ λόγος ἀνάξει βασανιζόμενος, ὦ φιλοσοφώτατε σὺ καὶ θεολογικώτατε καὶ καυχώμενε εἰς τὰ ἄμετρα; πότερον σῶμα; καὶ πῶς τὸ ἄπειρον, καὶ ἀόριστον, καὶ ἀσχημάτι στον, καὶ ἀναφές, καὶ ἀόρατον; ἢ καὶ ταῦτα σώματα; τῆς ἐξουσίας· οὐ γὰρ αὕτη φύσις σωμάτων. ἢ σῶμα μέν, οὐχὶ ταῦτα δέ; τῆς παχύτητος· ἵνα μηδὲν πλέον ἡμῶν ἔχῃ τὸ θεῖον. πῶς γὰρ σεπτόν, εἰ περιγραπτόν; ἢ πῶς φεύξεται τὸ ἐκ στοιχείων συγκεῖσθαι καὶ εἰς αὐτὰ πάλιν ἀναλύεσθαι, ἢ καὶ ὅλως λύεσθαι; σύνθεσις γὰρ ἀρχὴ μάχης· μάχη δὲ διαστάσεως· ἡ δὲ λύσεως· λύσις δὲ ἀλλότριον πάντῃ θεοῦ καὶ τῆς πρώτης φύσεως. οὐκ οὖν διάστασις, ἵνα μὴ λύσις· οὐδὲ μάχη, ἵνα μὴ διάστασις· οὐδὲ σύνθεσις, ἵνα μὴ μάχη· διὰ τοῦτο οὐδὲ σῶμα, ἵνα μὴ σύνθεσις. ἐκ τῶν τελευταίων ἐπὶ τὰ πρῶτα ὁ λόγος ἀνιὼν οὕτως ἵσταται.
8 Πῶς δὲ καὶ σωθήσεται τὸ διὰ πάντων διήκειν καὶ πληροῦν τὰ πάντα θεόν, κατὰ τό· Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος, καί· Πνεῦμα κυρίου πεπλήρωκε τὴν οἰκουμένην, εἰ τὸ μὲν περιγράφοι, τὸ δὲ περιγράφοιτο; ἢ γὰρ διὰ κενοῦ χωρήσει τοῦ παντός, καὶ τὰ πάντα οἰχήσεται ἡμῖν, ἵν' ὑβρισθῇ θεός, καὶ σῶμα γενόμενος, καὶ οὐκ ἔχων ὅσα πεποίηκεν· ἢ σῶμα ἐν σώμασιν ἔσται, ὅπερ ἀδύνατον· ἢ πλακήσεται καὶ ἀντιπαρατεθήσεται, ὥσπερ ὅσα τῶν ὑγρῶν μίγνυται, καὶ τὸ μὲν τέμνει, ὑπὸ δὲ τοῦ τμηθήσεται, ὃ καὶ τῶν Ἐπικουρείων ἀτόμων ἀτοπώτερόν τε καὶ γραωδέστερον· καὶ οὕτω διαπεσεῖται ἡμῖν, καὶ σῶμα οὐχ ἕξει, οὐδὲ πῆξίν τινα, ὁ περὶ τοῦ σώματος λόγος. εἰ δὲ ἄυλον φήσομεν, εἰ μὲν τὸ πέμπτον, ὥς τισιν ἔδοξε, καὶ τὴν κύκλῳ φορὰν φερόμενον, ἔστω μὲν ἄυλόν τι καὶ πέμπτον σῶμα, εἰ βούλονται δέ, καὶ ἀσώματον, κατὰ τὴν αὐτόνομον αὐτῶν τοῦ λόγου φορὰν καὶ ἀνάπλασιν· οὐδὲν γὰρ νῦν περὶ τούτου διοίσομαι. κατὰ τί δὲ τῶν κινουμένων ἔσται καὶ φερο μένων, ἵνα μὴ λέγω τὴν ὕβριν, εἰ τὰ αὐτὰ τοῖς πεποιημένοις ὁ πεποιηκὼς κινηθήσεται, καὶ τοῖς φερομένοις ὁ φέρων, εἴ γε καὶ τοῦτο δώσουσι; τί δὲ τὸ τοῦτο πάλιν κινοῦν; τί δὲ τὸ τὸ πᾶν κινοῦν; κἀκεῖνο τί; καὶ τί πάλιν ἐκεῖνο; καὶ τοῦτο εἰς ἄπειρον. πῶς δὲ οὐκ ἐν τόπῳ πάντως, εἴ γε φερόμενον; εἰ δὲ ἄλλο τι παρὰ τὸ πέμπτον φήσουσιν, εἰ μὲν ἀγγελικόν, πόθεν ὅτι ἄγγελοι σώματα, καὶ τίνα ταῦτα; καὶ πόσον ὑπὲρ ἄγγελον εἴη θεός, οὗ λειτουργὸς ἄγγελος; εἰ δὲ ὑπὲρ ταῦτα, πάλιν εἰσήχθη σωμάτων ἐσμὸς ἀλόγι στος, καὶ φλυαρίας βυθός, οὐδαμοῦ στῆναι δυνάμενος.
9 Οὕτω μὲν οὖν οὐ σῶμα ἡμῖν ὁ θεός. οὐδὲ γὰρ ἤδη τις τοῦτο τῶν θεοπνεύστων ἢ εἶπεν ἢ παρεδέξατο, οὐδὲ τῆς ἡμετέρας αὐλῆς ὁ λόγος. λείπεται δὴ ἀσώματον ὑπολαμβάνειν. ἀλλ' εἰ ἀσώματον, οὔπω μὲν οὐδὲ τοῦτο τῆς οὐσίας παραστατικόν τε καὶ περιεκτικόν, ὥσπερ οὐδὲ τὸ ἀγέννητον, καὶ τὸ ἄναρχον, καὶ τὸ ἀναλλοίωτον, καὶ τὸ ἄφθαρτον, καὶ ὅσα περὶ θεοῦ ἢ περὶ θεὸν εἶναι λέγεται. τί γὰρ ὄντι αὐτῷ κατὰ τὴν φύσιν καὶ τὴν ὑπόστασιν ὑπάρχει τὸ μὴ ἀρχὴν ἔχειν, μηδὲ ἐξίστασθαι, μηδὲ περατοῦσθαι; ἀλλ' ὅλον τὸ εἶναι περιλαμβάνειν λείπεται