1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

9

ἄλληλα σχέσις τοῖς γεννῶσι καὶ τοῖς γεννω μένοις, ἵνα τῷ φίλτρῳ συνέχηται; πῶς ἑστηκότα τε τὰ εἴδη καὶ τοῖς χαρακτῆρσι διεστηκότα, ὧν τοσούτων ὄντων αἱ ἰδιότητες ἀνέφικτοι; πῶς τὸ αὐτὸ ζῶον θνητὸν καὶ ἀθάνατον, τὸ μὲν τῇ μεταστάσει, τὸ δὲ τῇ γεννήσει; τὸ μὲν γὰρ ὑπεξῆλθε, τὸ δὲ ἀντ εισῆλθεν, ὥσπερ ἐν ὁλκῷ ποταμοῦ μὴ ἑστῶτος καὶ μένοντος. πολλὰ δ' ἂν ἔτι φιλοσοφήσαις περὶ μελῶν καὶ μερῶν, καὶ τῆς πρὸς ἄλληλα τούτων εὐαρμοστίας, πρὸς χρείαν τε ὁμοῦ καὶ κάλλος συνεστώτων τε καὶ διεστώτων, προεχόντων τε καὶ προεχομένων, ἑνουμένων τε καὶ σχιζομένων, περιεχόντων τε καὶ περιεχομένων, νόμῳ καὶ λόγῳ φύσεως. πολλὰ περὶ φωνῶν καὶ ἀκοῶν· πῶς αἱ μὲν φέρονται διὰ τῶν φωνητικῶν ὀργάνων, αἱ δὲ ὑποδέχονται, διὰ τῆς ἐν μέσῳ τοῦ ἀέρος πληγῆς καὶ τυπώσεως ἀλλήλαις ἐπιμιγνύμεναι. πολλὰ περὶ ὄψεως ἀρρήτως κοινωνούσης τοῖς ὁρατοῖς, καὶ μόνῳ τῷ βούλεσθαι καὶ ὁμοῦ κινουμένης, καὶ ταὐτὸν τῷ νοὶ πασχούσης· μετὰ γὰρ τοῦ ἴσου τάχους ἐκεῖνός τε μίγνυται τοῖς νοουμένοις καὶ αὕτη τοῖς ὁρωμένοις. πολλὰ περὶ τῶν ἄλλων αἰσθήσεων, αἳ παρα δοχαί τινές εἰσι τῶν ἔξωθεν, λόγῳ μὴ θεωρούμεναι. πολλὰ περὶ τῆς ἐν ὕπνοις ἀναπαύσεως, καὶ τῆς δι' ὀνειράτων ἀναπλάσεως, μνήμης τε καὶ ἀναμνήσεως, λογισμοῦ τε καὶ θυμοῦ καὶ ἐφέσεως, καὶ συντόμως εἰπεῖν, ὅσοις ὁ μικρὸς οὗτος κόσμος διοικεῖται, ὁ ἄνθρωπος.

23 Βούλεισοι καὶ τὰς τῶν ἄλλων ζώων διαφορὰς πρός τε ἡμᾶς καὶ πρὸς ἄλληλα, φύσεις τε καὶ γενέσεις καὶ ἀνατροφάς, καὶ χώρας, καὶ ἤθη, καὶ οἷον πολιτείας καταριθμήσωμαι; πῶς τὰ μὲν ἀγελαῖα, τὰ δὲ μοναδικά; τὰ μὲν ποηφάγα, τὰ δὲ σαρκοβόρα; τὰ μὲν θυμο ειδῆ, τὰ δὲ ἥμερα; τὰ μὲν φιλάνθρωπα καὶ σύντροφα, τὰ δὲ ἀτί θασσα καὶ ἐλεύθερα; καὶ τὰ μὲν οἷον ἐγγύτερα λόγου τε καὶ μαθή σεως, τὰ δὲ παντελῶς ἄλογα καὶ ἀμαθέστατα; τὰ μὲν πλειόνων αἰσθήσεων, τὰ δὲ ἐλαττόνων; τὰ μὲν ἀκίνητα, τὰ δὲ μεταβατικά; τὰ μὲν ταχύτατα, τὰ δὲ παχύτατα; τὰ μὲν ὑπερβάλλοντα μεγέθει καὶ κάλλει ἢ τῷ ἑτέρῳ τούτων, τὰ δὲ βραχύτατα ἢ δυσειδέστατα ἣ καὶ ἀμφότερα; τὰ μὲν ἄλκιμα, τὰ δὲ ἀσθενῆ; τὰ μὲν ἀμυντικά, τὰ δὲ ὕποπτα καὶ ἐπίβουλα; τὰ μὲν φυλακτά, τὰ δὲ ἀφύλακτα; τὰ μὲν φίλεργα καὶ οἰκονομικά, τὰ δὲ παντάπασιν ἀργὰ καὶ ἀπρο νόητα; καὶ ἔτι πρὸ τούτων, πῶς τὰ μὲν ἑρπυστικά, τὰ δὲ ὄρθια; τὰ μὲν φιλόχωρα, τὰ δὲ ἀμφίβια; τὰ μὲν φιλόκαλα, τὰ δὲ ἀκαλλώ πιστα; συζυγῆ τε καὶ ἀζυγῆ; σώφρονά τε καὶ ἀκόλαστα; πολύγονά τε καὶ οὐ πολύγονα; μακρόβιά τε καὶ ὀλιγόβια; κάμνοι ἂν ἡμῖν ὁ λόγος τοῖς κατὰ μέρος ἐπεξιών.

24 Σκέψαιμοι καὶ νηκτὴν φύσιν τῶν ὑδάτων διολισθαίνουσαν, καὶ οἷον ἱπταμένην κατὰ τῆς ὑγρᾶς φύσεως, καὶ τοῦ μὲν ἰδίου σπῶσαν ἀέρος, τῷ ἡμετέρῳ δὲ κινδυνεύουσαν, ὥσπερ καὶ ἡμεῖς ἐν τοῖς ὕδασιν· ἤθη τε καὶ πάθη, καὶ μίξεις καὶ γονάς, καὶ μεγέθη καὶ κάλλη, φιλοχωρίας τε καὶ πλάνας, συνόδους τε καὶ ἀποχωρήσεις, καὶ ἰδιότητας μικροῦ τοῖς ἐπιγείοις παραπλησίας, ἔστι δὲ ὧν καὶ κοινωνίας καὶ ἰδιότητας ἀντιθέτους, ἔν τε εἴδεσι καὶ ὀνόμασιν. σκέψαι μοι καὶ ὀρνέων ἀγέλας, καὶ ποικιλίας ἔν τε σχήμασι καὶ χρώμασι, τῶν τε ἄλλων καὶ τῶν ᾠδικῶν· καὶ τίς τῆς τούτων μελῳ δίας ὁ λόγος, καὶ παρὰ τίνος; τίς ὁ δοὺς τέττιγι τὴν ἐπὶ στήθους μαγάδα, καὶ τὰ ἐπὶ τῶν κλάδων ᾄσματά τε καὶ τερετίσματα, ὅταν ἡλίῳ κινῶνται τὰ μεσημβρινὰ μουσουργοῦντες, καὶ καταφωνῶσι τὰ ἄλση, καὶ ὁδοιπόρον ταῖς φωναῖς παραπέμπωσι; τίς ὁ κύκνῳ συνυφαίνων τὴν ᾠδήν, ὅταν ἐκπετάσῃ τὸ πτερὸν ταῖς αὔραις, καὶ ποιῇ μέλος τὸ σύριγμα; ἐῶ γὰρ λέγειν τὰς βιαίους φωνάς, καὶ ὅσα τέχναι σοφίζονται κατὰ τῆς ἀληθείας. πόθεν ταῶς, ὁ ἀλαζὼν ὄρνις καὶ Μηδικός, οὕτω φιλόκαλος καὶ φιλότιμος, ὥστε (καὶ γὰρ αἰσθά νεται τοῦ οἰκείου κάλλους), ὅταν ἴδῃ τινὰ πλησιάζοντα, ἢ ταῖς θηλείαις, ὥς φασι, καλλωπίζηται, τὸν αὐχένα διάρας, καὶ τὸ πτερὸν κυκλοτερῶς περιστήσας τὸ χρυσαυγὲς καὶ κατάστερον,