3
μοναδικῶν τε καὶ οὐ πλείοσι θεωρουμένων. Ταῦτα μὲν τὰ τῆς προτέρας πενίας καὶ κατηφείας.
Εʹ. Ἀφ' οὗ δὲ ὁ πτωχίζων καὶ πλουτίζων Θεὸς, ὁ θανατῶν καὶ ζωογονῶν, ὁ ποιῶν πάντα καὶ μετα σκευάζων μόνῳ τῷ βούλεσθαι, ὁ ποιῶν ἐκ μὲν νυκτὸς ἡμέραν, ἐκ δὲ χειμῶνος ἔαρ, ἐκ δὲ ζάλης γαλήνην, ἐκ δὲ αὐχμῶν ἐπομβρίαν· καὶ τοῦτο δι' ἑνὸς δικαίου πολλάκις εὐχὴν ἐπὶ πολὺ διωχθέντος· ὁ ἀναλαμβάνων πραεῖς εἰς ὕψος, καὶ ταπεινῶν ἁμαρτωλοὺς ἕως γῆς, ἐκεῖνο πρὸς αὐτὸν εἶπεν· Ἰδὼν εἶδον τὴν κά κωσιν τοῦ Ἰσραήλ· καὶ οὐ μὴ προσθῶσιν ἔτι τῷ πηλῷ καὶ τῇ πλινθείᾳ ταλαιπωρεῖν· καὶ εἰπὼν, ἐπεσκέψατο, καὶ ἐπισκεψάμενος ἔσωσε, καὶ ἐξήγαγε, τὸν λαὸν αὐτοῦ ἐν χειρὶ κραταιῷ, καὶ ἐν βρα χίονι ὑψηλῷ ἐν χειρὶ Μωσῆ καὶ Ἀαρὼν τῶν ἐκλεκτῶν αὐτοῦ. Τί γίνεται, καὶ τί θαυματουργεῖται; Ἃ βίβλοι καὶ μνῆμαι φέρουσιν. Ἐκτὸς γὰρ τῶν κατὰ τὴν ὁδὸν θαυμασίων, καὶ τῆς μεγάλης ἐκείνης βομβήσεως, ἵν' εἴπω τι συντομώτατον, Ἰωσὴφ εἰς Αἴγυπτον εἷς, καὶ μυριάδες ἑξήκοντα μετ' ὀλίγον ἐξ Αἰγύπτου. Τί τούτου θαυμασιώτερον, ἢ μεῖζον τῆς τοῦ Θεοῦ μεγαλονοίας τεκμήριον, ὅταν ἐκ τῶν ἀπό ρων θέλῃ πόρον δοῦναι τοῖς πράγμασι; καὶ γῆ τῆς ἐπαγγελίας κληροδοτεῖται δι' ἑνὸς μισηθέντος, καὶ ὁ πραθεὶς ἔθνη μεθίστησι, καὶ εἰς ἔθνος καθίσταται μέγα, καὶ ἡ μικρὰ παραφυὰς ἐκείνη, ἄμπελος εὐ κληματοῦσα γίνεται, καὶ τοσαύτη, ὡς ἐπεμβαίνειν μὲν ποταμοῖς, ἐκτείνεσθαι δὲ μέχρι θαλάσσης, ἐξ ὁρίων εἰς ὅρια πλατυνομένην, καλύπτειν δὲ 36.465 ὄρη τῷ ὕψει τῆς δόξης, κέδρων δὲ ὑπεραίρεσθαι, καὶ ταῦτα τῶν τοῦ Θεοῦ ἅτινα δὴ τὰ ὄρη ταῦτα, καὶ ἅστινας τὰς κέδρους ὑποληπτέον.
ςʹ. Τοιοῦτόν ποτε τοῦτο τὸ ποίμνιον, καὶ τοιοῦτον νῦν, οὕτως εὐεκτοῦν τε καὶ πλατυνόμενον· εἰ δὲ μήπω τελείως, ἀλλ' εἰς τοῦτό γε ταῖς κατὰ μέ ρος ὁδεῦον προσθήκαις· προφητεύω δὲ, ὅτι καὶ ὁδεῦσον. Τοῦτό μοι τὸ Πνεῦμα προλέγει τὸ ἅγιον, εἴ τι προφητικὸς ἐγὼ, καὶ βλέπων τὰ ἔμπροσθεν· καὶ ἅμα τοῖς προλαβοῦσιν ἔχω θαῤῥεῖν, καὶ λογισμῷ γινώσκειν, ὡς λόγου σύντροφος. Πολὺ γὰρ παραδοξότερον, ἐξ ἐκείνου τοσαύτην γενέσθαι, ἢ τὴν νῦν οὖσαν εἰς ἄκρον προελθεῖν λαμπρότητος. Ἐξ οὗ γὰρ συνάγεσθαι ἤρξατο παρὰ τοῦ ζωογονοῦντος τοὺς νεκροὺς, ὀστᾶ πρὸς ὀστᾶ, καὶ ἁρμονία πρὸς ἁρμονίαν, καὶ τοῖς ξηροῖς ἐδόθη Πνεῦμα ζωῆς καὶ παλιγγενεσίας, πᾶσαν, εὖ οἶδα, πληρωθῆναι δεῖ τὴν ἀνάστασιν· ὥστε μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς οἱ παραπικραίνοντες· μηδὲ σκιὰν κρατοῦντες, ἢ ἐν ύπνιον ἐξεγειρομένων, ἢ αὔρας διαπνεούσας, ἢ νηὸς ἴχνη καθ' ὕδατος, ἔχειν τι νομιζέτωσαν. Ὀλο λυζέτω πίτυς, ὅτι πέπτωκε κέδρος. Τοῖς τῶν ἄλλων κακοῖς παιδευέσθωσαν, καὶ μανθανέτωσαν, ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός· οὐδὲ ἀνέξεται, μὴ ἐν ἐκστάσει διακόψαι κεφαλὰς δυναστῶν, ὡς ὁ Ἀμβακούμ φησιν, ἡ διακοπτομένη θεότης, καὶ διαιρουμένη κακῶς εἴς τε τὸ ἄρχον καὶ τὸ ἀρχό μενον· ὡς ἂν μάλιστα καὶ θεότης ὑβρισθείη καταγομένη, καὶ βαρηθείη κτίσις ὁμοτιμίᾳ θεότητος.
Ζʹ. ∆οκῶ μοι κἀκείνης ἀκούειν τῆς φωνῆς, παρὰ τοῦ συνάγοντος τοὺς συντετριμμένους, καὶ τοὺς πε πιεσμένους εἰσδεχομένου· Πλάτυνον τὰ σχοινίσματά σου ἔτι· ἐκπέτασον εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερά· πῆξον, τῶν αὐλαιῶν μὴ φείσῃ. Ἐγὼ παραδέδωκά σε, καὶ ἐγὼ βοηθήσω σοι. Ἐν θυμῷ μι κρῷ ἐπάταξά σε, καὶ ἐν ἐλέῳ αἰωνίῳ δοξάσω σε. Μεῖζον τὸ μέτρον τῆς φιλανθρωπίας, ὑπὲρ τὸ μέτρον τῆς παιδαγωγίας. Ἐκεῖνα, διὰ τὴν πονηρίαν· ταῦτα, διὰ τὴν Τριάδα προσκυνουμένην. Ἐκεῖνα, διὰ τὴν κάθαρσιν· ταῦτα, διὰ τὴν ἐμὴν δόξαν· ὃς ∆ο ξάζω τοὺς δοξάζοντας, καὶ παραζηλῶ τοὺς παραζηλοῦντας. Ἰδοὺ ταῦτα ἐσφράγισται παρ' ἐμοὶ, καὶ οὗτος ἄλυτος νόμος ἀντιμετρήσεως. Σὺ δέ μοι περιείχου τῶν τοίχων, καὶ τῶν πλακῶν, καὶ τῆς κε 36.468 κομψευμένης ψηφῖδος, καὶ τῶν μακρῶν δρόμων καὶ περιδρόμων, καὶ