1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

11

χειρὶ Θεοῦ τὰ ἡμέτερα. Χαῖρέ μοι, ὦ Τριὰς, τὸ ἐμὸν μελέτημα καὶ καλλώπισμα· καὶ σώζοιο τοῖσδε, καὶ σώζοις τούσδε, τὸν ἐμὸν λαὸν (ἐμὸς γὰρ, κἂν ἄλλως οἰκονομώμεθα)· καὶ ἀγγέλοιό μοι διαπαντὸς ὑψουμένη, καὶ αὐξουμένη, καὶ λόγῳ, καὶ πολιτείᾳ, Τεκνία, φυλάσσοιτέ μοι τὴν παρακαταθήκην· μέμνησθέ μου τῶν λιθασμῶν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν.